Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
ἔτι μικρὸν, καὶ τὸ, ὅσον, ὅσον. Ἀλλ' οἱ θρασεῖς καὶ ἀγέρωχοι, καίτοι δέον ἐπανορθοῦν τοῖς δευτέροις τὰ ἐπταισμένα, γέλωτος ἐποιοῦντο πρόφασιν τοῦ ∆εσπότου τὴν ἡμερότητα. Ἅμα τε γὰρ ἤκουον προφήτου λέγοντος τὸ, Ἕτι μι-κρὸν, ἔτι μικρὸν, ὅσον, ὅσον· εὐθὺς πρὸς ἀλλήλους ἔφασκον, Καιροὶ μεταξὺ κείσονται μακροὶ τῶν τοῦ προφήτου ῥημάτων, καὶ τῆς ἀναδείξεως τῶν προ- ηγγελμένων. Ἡμεῖς τεθνηξόμεθα, καὶ τοῖς μεθ' ἡμᾶς ὁ θεῖος ἐφαλεῖται θυμός. Καὶ γοῦν ἔφη Θεὸς πρὸς τὸν προφήτην Ἰεζεχιήλ, "6Υἱὲ ἀνθρώπου, οἱ υἱοὶ τοῦ λαοῦ σου λέγουσιν· Ἡ ὅρασις, ἣν οὗτος ὁρᾷ, εἰς ἡμέρας πολλὰς, καὶ εἰς καιροὺς μακροὺς οὗτος προ- φητεύει. ∆ιὰ τοῦτο εἶπον, Ζῶ ἐγὼ, λέγει Ἀδωναῒ Κύριος· οὐ μὴ μηκύνωσιν οὐκ ἔτι πάντες οἱ λόγοι μου οὓς ἂν λαλήσω. Ὅτι λαλήσω λόγον καὶ ποιήσω Ἀδωναῒ Κύριος."6 Ὀνειδίζει τοίνυν τοῖς ἐξ Ἰσραὴλ, ὡςεἰωθόσι καταφρονεῖν, καὶ μονονουχὶ λέγουσιν· Ἐποιή- σαμεν διαθήκην μετὰ τοῦ ᾅδου, καὶ μετὰ τοῦ θανά- του συνθήκας. Ποῖαι δὲ αὗται; Καταιγὶς φερομένη ἐὰν παρέλθῃ, οὐ μὴ ἔλθῃ ἐφ' ἡμᾶς. Μόνον γὰρ οὐχὶ, φησὶ, κἂν εἰ μὴ φωνῇ λέγοιεν, ἀλλ' οὖν αὐτοῖς κεκρά- γασι τοῖς δρωμένοις, ὅτι Συνθήκας· πεποιήμεθα πρὸς τὸν ᾅδην, λήψεται γὰρ ἡμᾶς· Κἂν εἰ ἐπέλθοι τυχὸν ἡ καταιγὶς, ἤγουν ὁ ἀπειληθεὶς καθ' ἡμῶν ἔσεσθαι κίνδυνος, οὐ μὴ ἐπέλθῃ ἡμῖν. Τεθείκαμεν γὰρ ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα. Οἱ γὰρ ἑαυτοὺς ἀναπλάσαντες τὸ δοκοῦν, καὶ φάσκον- τες, ὅτι Τεθνηξόμεθα πρὸ τῆς καταιγίδος, ἤτοι πρὸ τῶν συμφορῶν, πῶς οὐ ψεῦδος ἔθεντο τὴν ἑαυτῶν ἐλπίδα; Οὐ γὰρ ἦν ἐν αὐτοῖς τὸ διαφυγεῖν δύνασθαι, καὶ φθάσαι τῷ θανάτῳ τῶν ἀπειληθέντων τὴν ἔφοδον, ἔκειτο δὲ μᾶλλον ἐν ἐξουσίᾳ τῆς θείας τε καὶ ἀποῤῥήτου δυνάμεως, καὶ ὑπεροχῆς. 9∆ιὰ τοῦτο οὕτω λέγει Κύριος· Ἰδοὺ ἐγὼ ἐμβάλ- λω εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἐκλε- κτὸν, ἀκρογωνιαῖον, ἔντιμον, εἰς τὰ θεμέλια αὐτῆς· καὶ ὁ πιστεύων ἐπ' αὐτῷ, οὐ μὴ καται- σχυνθῇ. Καὶ θήσω κρίσιν εἰς ἐλπίδα, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς.9 Ταῦτα συναπτέον τοῖς ἀνωτέροις τῶν διὰ μέσου προσεῤῥιμμένων· ∆ιὰ τοῦτο γὰρ, φησὶν, ἀκούσατε λόγον Κυρίου, ἄνδρες τεθλιμμένοι, καὶ ἄρχοντες τοῦ λαοῦ τούτου ἐν Ἱερουσαλήμ. Τί δὲ δὴ καὶ ἀκοῦσαι προστέταχεν; Ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντι- μον, εἰς τὰ θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ. Λίθον μὲν οὖν ἐκλεκτὸν, πολυτε- λῆ καὶ ἔντιμον, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀποκαλεῖ, καὶ τῇ τῆς θεότητος δόξῃ καὶ ὑπεροχῇ διαπρέποντα. Ὅτι δὲ αὐτὸς κρηπίς τε καὶ ἔρεισμα, καὶ ἀκλόνητος ὑποβάθρα γέγονε τῇ νοητῇ Σιὼν, τοῦτ' ἔστι, τῇ Ἐκκλησίᾳ, διατρανοῖ λέγων εἰς τὰ θεμέλια βεβλῆσθαι αὐτὸν παρὰ τοῦ Πατρός. Ἀκρο- γωνιαῖον δὲ εἶναί φησιν, ὡς διὰ πίστεως μιᾶς κατα- 70.633 σφίγγοντα πρὸς ἑνότητα τὴν πνευματικὴν τοὺς δύο λαοὺς, τόν τε ἐξ Ἰσραὴλ, φημὶ, καὶ μέν τοι τὸν ἐξ ἐθνῶν· ἀεὶ γάρ πως ἐν ταῖς γωνίαις τῶν οἰκοδομη- μάτων δύο συμβαίνουσι τοῖχοι, καὶ ἀλλήλοις συναρ- μολογούμενοι κατασφίγγονται πρὸς ἑνότητα. Ἀλλ' ὁ πιστεύων, φησὶν, ἐπ' αὐτῷ, οὐ μὴ καταισχυνθῇ. Ἄθρει δὲ ὅπως ἀνίησι τρόπον τινὰ τοὺς πεπιεσμέ- νους, καὶ τοῖς τεθλιμμένοις κατευρύνει τῆς εὐαγγε- λικῆς πολιτείας τὸ ἐλεύθερον. Ὦ γὰρ τεθλιμμένοι, φησὶν, ἰδοὺ τίθημι τὸν ἐκλεκτὸν λίθον εἰς τὰ θεμέλια Σιών. Καὶ τί τὸ ἐντεῦθεν ὄφελος; Ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ. Ἀναπείθει δὲ διὰ τούτου τῆς τοῦ νόμου δυσαχθείας ἀπολύσασθαι τὸν αὐχένα, καὶ τῆς ἀνοήτου, καὶ ἀδρανοῦς ἀποφοιτῆσαι σκιᾶς, ἀνθελέσθαι δὲ μᾶλλον τὴν διὰ πίστεως χάριν, καὶ τὴν ἐν Χριστῷ δικαίωσιν ἁρπάσαι πόνον ἔχουσαν οὐδένα. Θήσω δὲ, φησὶν, εἰς ἐλπίδα κρίσιν, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς. Καὶ γὰρ ὡς αὐτός φησιν ὁ Σωτήρ· "6Ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα."6 Τοῦτο συνεὶς ὁ μακάριος Παῦλος ἐπι- στέλλει καί φησιν, ὅτι "6Τοὺς πάντας ἡμᾶς φανε- ρωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται