δοκεῖ ἐκεῖνον πανάριστον εἶναι, ὃς ἑαυτῷ πάντα νοεῖ, πρὸς ἰδιώτην λαλοῦντι· δευτερεύειν δὲ τόν, ὃς ἂν ἑτέρῳ εὖ εἰπόντιπίθηται· εἰ καί τις ὕστερον μετέγραψεν, ὡς ἐκεῖνος μὲν πανάριστος, ὃς εὖεἰπόντι πίθηται, ἐσθλὸς δ' αὖ κἀκεῖνος, ὃς αὑτῷ πάντα νοήσει. Ὅμηρος δὲβασιλεῦσι νόμον τιθεὶς εἰς δύο μερίζει τὴν εὐβουλίαν αὐτοῖς, τήν τε ἰδίᾳ καθ'ἑαυτούς, ναὶ μὴν καὶ τὴν σὺν τοῖς βουλευταῖς. φησὶ γοῦν διὰ τοῦ Νέστορος·»ἀλλ', ἄναξ, αὐτός τ' εὖ μήδεο πείθεό τε ἄλλῳ», εὖ δηλονότι μηδομένῳ·τοῦτο γὰρ ἀπὸ κοινοῦ. ἐντεῦθεν δὲ καὶ Ἡρόδοτος λαβὼν ἔφη τὸ «ἴσον, ὦβασιλεῦ, κέκριται φρονέειν τε εὖ καὶ τῷ λέγοντι χρηστὰ ἐθέλειν πείθεσθαι».Ὅρα δὲ ὅτι ὁ Νέστωρ οὐκ εἶπεν, ὡς ἐμοὶ πείθου, ἀλλὰ ἄλλῳ, ὅστις ἂν εἴηἐκεῖνος ὁ ἄλλος. (ῃ. 362 ς.) Καὶ εὐθὺς ἐπάγει τὴν συμβουλήν, ᾗτινι δέον ἐστὶπεισθῆναι τὸν βασιλέα, καί φησι· «κρῖνε ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας,Ἀγάμεμνον». εἶτα τίθησιν αἰτίαν τῆς ἀξιώσεως εἰπών· «ὡς φρήτρη φρήτρῃφινἀρήγῃ, φῦλα δὲ φύλοις», τουτέστι μὴ συγκεχυμένως ἔα τοὺς Ἕλληνας μάχεσθαι,ἀλλὰ πρῶτον μὲν κατὰ φῦλα τούτους δίελε, ὅ ἐστι κατὰ ἔθνη, οἷον τοὺς Κρῆτας ἰδίᾳ, ἐν μέρει τοὺς Ἀθηναίους, ἑτέρωθι τοὺς Σαλαμινίους καὶ τοὺς ἄλλους ὁμοίως. εἶτα δὴ αὖθις αὐτὰ τὰ φῦλα κρῖνε, τουτέστι διαχώριζε κατὰφρήτρας, ἤγουν κατά τινα τμήματα φυλετικὰ καὶ συγγενικά. φρήτρη γάρ,φασίν, ἐστὶν ἡ τριττὺς ἤγουν τὸ τρίτον τῆς φυλῆς, ἵνα μὴ μόνον τὰ ἑτερόφυλαφῦλα ἀλλήλοις ἀρήγῃ, ὡς ὑφ' ἑνὶ εὐρυκρείοντι τῷ Ἀγαμέμνονι ὄντα, ἀλλὰ καὶἕκασται φρῆτραι ἀλλήλαις διὰ τὸ σύμφυλον. ὡς βούλεσθαι τὸν Νέστορα 1.363 ἕκαστον μὲν φῦλον ἰδίᾳ τάττεσθαι, μὴ εἶναι δὲ τὸ ὅλον φῦλον ὑπὸ ἑνὶ μόνῳστρατηγῷ, ἀλλὰ κατὰ φρήτρας διαιρούμενον ἔχειν καὶ ὑποστρατήγους τινάς·εἷς γὰρ οὐκ ἂν ἐντελῶς δύναιτο πάντα ποιεῖν τὰ δέοντα. Σημείωσαι δὲ ἐκ τούτων,ὅτι ἔοικεν ἢ μὴ γενέσθαι μέχρι τοῦ νῦν συστάδην μάχην Ἀχαιοῖς τε καὶ Τρωσὶνἀλλὰ μόνον ἐκδρομάς τινας διὰ τὴν τοῦ Ἀχιλλέως πολεμαρχίαν καὶ τὸν ἐξἐκείνου φόβον-οὐ γὰρ ἂν ὁ Νέστωρ ἄρτι τοιαῦτα συνεβούλευεν, ἀλλ' ἦσανἂν ἐθάδες οἱ Ἕλληνες τῆς τοιαύτης διατάξεως-ἤ, εἰ καὶ ἐγένοντο μεγάλαιμάχαι, ἀλλ' οὐ κατὰ τὴν τάξιν ταύτην τοῦ γέροντος, οἷα τοῦ Ἀχιλλέως ἐξαρκοῦντος εἰς νίκην καὶ μόνου, κἂν ἄλλος ἔταττε τὰ στρατεύματα. Τὸ δὲ χρήσιμοντοῦ κατὰ φῦλα καὶ φρήτρας διακριθῆναι τοὺς Ἕλληνας οὐ μόνον, ὅτι πάντωςἂν εὐδοξεῖν σπουδάζοιεν παρὰ τοῖς εἰδόσιν ὁμοεθνέσι μαχόμενοι καὶ οὐκ ἂνοὐδὲ ὀκνηρῶς ἔχοιεν, ἵνα μὴ ἐλέγχοιντο, ἀλλὰ καὶ ὅτι καὶ οἱ κινδυνεύοντεςβοηθοῖντο ἂν ὑπὸ τῶν συμφυλετῶν. οὐ γὰρ περιορῷεν ἂν οἱ τοῦ αὐτοῦ φύλουτοὺς οἰκείους κακῶς πάσχοντας, ὅπερ ὁ ποιητὴς καὶ νῦν ἐδήλωσεν ἐν τῷ «ὡςφρήτρη φρήτρῃφιν ἀρήγῃ, φῦλα δὲ φύλοις». ἐξηγήσατο δὲ καὶ ἐν τῷ «μεμαῶτεςἀλεξέμεν ἀλλήλοις». (ῃ. 364-8) Ὁ δὲ Νέστωρ καὶ ἄλλως ἐπαινῶν ὡς ἀρίστηντὴν τοιαύτην τάξιν φησὶν ὅτι, ἐὰν οὕτω ποιήσῃς, καί τοι πείθωνται Ἀχαιοί,γνώσῃ ἂν, ὅστε τῶν ἡγεμόνων κακὸς ἢ ἐσθλός, ὅστε τῶν λαῶν ὁμοίως κακὸςἢ ἐσθλός. κατὰ σφέας γὰρ μαχέονται, τουτέστιν, ἐπεὶ καθ' ἑαυτοὺς διακεκριμένοι μέλλουσι μάχεσθαι, φανήσονται οἵ τε ἀγαθοὶ λαοί τε καὶ ἡγεμόνες καὶ οἱμὴ ἀγαθοί. καὶ τότε δὴ γνώσῃ, εἴτε θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις ἢ ἀνδρῶνκακότητι καὶ ἀφραδίῃ πολέμοιο, τουτέστιν, ἐὰν κατὰ φῦλα καὶ φρήτρας τάξαςτοὺς Ἕλληνας μηδὲν ἀνύσῃς, ἢ θεσπεσίᾳ, τουτέστι θείᾳ βουλῇ, τὴν πόλιν οὐκἀλαπάξεις, τῶν Ἀχαιῶν καλῶς δηλονότι πολεμησάντων, ἢ τῇ τῶν ἀνδρῶνκακότητι καὶ τῇ ἀπειρίᾳ τοῦ πολέμου, ἐὰν μὴ ὁλοψύχως δηλαδὴ ἢ καὶ ἀτέχνωςμαχέσωνται· ἡ μὲν γὰρ τάξις ἀρίστη· ἢ δὲ θεὸς ἔβλαψεν ἢ ὁ λαός. [Ἐνταῦθαδὲ γράφουσιν οἱ παλαιοὶ καί, ὅτι τὸ μὲν γινώσκειν ἀλλήλους αἰσχύνεσθαι ποιεῖ,οἱ δὲ ἀγνοοῦντες ῥᾳδιουργοῦσιν ὥσπερ ἐν σκότει ὄντες. ποιεῖ δὲ ἀκριβῆ γνωριμότητα οὐ μόνον τὸ ὁμοῦ τὰ πλείω εἶναι, ὅπερ ἐπαινεῖ ὁ καλὸς