ὅτι ἐν τοῖς ῥηθεῖσι κειμένου τοῦ «Τεῦκρον Μηριόνην τε Μέγην τε» Ἀρίσταρχος μὲν βαρύνει τὸ Μέγην, ᾧ καὶ πείθεται ἡ παράδοσις. οἱ δὲ περὶ Πτολεμαῖον καὶ τὸν Ἀσκαλωνίτην περισπῶσιν ὡς Ἑρμῆν. φασὶ γὰρ ὡς τὰ εἰς ˉηˉς βαρύτονα δισύλλαβα ἀπὸ βραχέος ἀρχόμενα περιττοσυλλάβως κλίνονται, λέβητος, Λάχητος. οὕτω γοῦν καὶ Μέγητος ἔδει κλίνεσθαι καὶ Μέγητα εἶναι τὴν αἰτιατικήν. ὅτε δὲ μὴ οὕτως ἡ κλίσις ἔχει, περισπασθήσεται τὰ τοιαῦτα ἰαμβικά, ὡς Θαλῆς Θαλῆν, Φαλῆς Φαλῆν. Ἕτεροι δὲ διφορεῖσθαί φασι Μέγης καὶ Μεγῆς, ὡς Θάλης καὶ Θαλῆς. καὶ οὗτοι μὲν οὕτως. οἱ δὲ περὶ Ἀρίσταρχόν φασιν, ὡς πολλὰ τοιαῦτα διχῶς κλιθέντα οὐ μετέβαλον τὸν τόνον. τὸ γοῦν Μύνης Ὅμηρος μὲν Μύνητος κλίνει, Σοφοκλῆς δὲ ἰσοσυλλάβως. ἔστι δὲ καὶ μύκης μύκητος καὶ μύκου, [ὁποῖος ἂν καὶ εἴη αὐτὸς εἴτε ὁ τοῦ λύχνου, ὃς καὶ μύξα λέγεται, εἴτε ὁ τῆς σπάθης, ἀφ' οὗ καὶ ἡ Μυκήνη, ὡς προεδηλώθη, ἐκλήθη κατά τινας, εἴτε ὁ ἐκ γῆς ὁ καὶ ἀμανίτης, οὗ τῆς μὲν ἰσοσυλλαβίας χρῆσις παρά τε ἄλλοις καὶ Ἀριστίᾳ εἰπόντι «μύκαισι δ' ὀρέχθει τὸ λάϊνον δάπεδον». -τοῦ γὰρ μύκαισι μύκης μύκου ἡ κλίσις, ὡς Μύνης Μύνου. -, τῆς δὲ περιττοσυλλάβου κλίσεως παρὰ τοῖς πλείοσιν, ὡς καὶ παρὰ τῷ ἱστοροῦντι, ὅτι μυκήτων 3.734 οὐκ ἔστιν οὐδὲ ἴχνος τῆς σπερματικῆς κορυνώσεως οὐδὲ σπερματώσεως, ὥσπερ οὐδὲ ἄλλων τινῶν. Ἔστι γὰρ κατὰ τὸν μύκητα καὶ τὸ ὕδνον τὸ καὶ γεράνειον κατά τινας, καὶ ἡ ἕλιξ καὶ ἡ πτέρις δέ, ἣν ἔνιοι βλάχνον καλοῦσιν, ὡς καὶ Ἀρριανὸς δηλοῖ ἐν Βιθυνικοῖς. Ἔτι χρῆσις μυκήτων καὶ παρὰ Νικάνδρῳ ἐν τῷ «καί τε μύκητας ἀμανίτας τότ' ἐφεύσαις», ἢ ἀφεύσαις, ἀντὶ τοῦ φώξαις, φλογίσαις, ὀπτήσαις. περὶ ὧν φησί τις καί, ὅτι φύονται οἱ μύκητες γηγενεῖς καί εἰσιν αὐτῶν ἐδώδιμοι ὀλίγοι. ὡς δὲ καὶ διγενής ἐστιν ὁ μύκης, παρασημειοῦνται καὶ αὐτὸ οἱ παλαιοί.] (ῃ. 303) Τὸ δὲ «ὑσμίνην ἤρτυνον» ταὐτόν ἐστι τῷ ἀραρότως ἐμάχοντο. (ῃ. 305) Τὸ δὲ «ἡ πληθὺς ποτὶ νῆας ἀπονέοντο» Ἀττικῶς ῥηθὲν ὅμοιόν ἐστι τῷ «ὣς φάσαν ἡ πληθύς». (ῃ. 306) Τὸ δὲ «προὔτυψαν ἀολλέες» κεῖται καὶ ἐν ἄλλοις. (ῃ. 307) Τὸ δὲ «μακρὰ βιβάς» δείκνυσιν οὐκ ἀπᾴδουσαν οὐδὲ ἐπὶ Ἕκτορι τὴν τοῦ στατοῦ ἵππου παραβολήν. (ῃ. 307 ς.) Τὸ δὲ ἐνδεδύσθαι ὤμοις νεφέλην τὸν Ἀπόλλωνα προϊόντα τοῦ Ἕκτορος, ὡςδιὰ τοῦτο μὴ ὁρᾶσθαι, ἀστείως ἔχει, ὡς καὶ τοῦ ἡλίου τοῦτό ποτε πάσχοντος, εἰς ὃν ὁ Ἀπόλλων μεταλαμβάνεται. Σημείωσαι δὲ ὅτι δοκεῖ ἡ νεφέλη αὕτη τοῦ Ἀπόλλωνος τὴν φυσικῶς ἀλληγορουμένην αἰγίδα ὑπαινίττεσθαι, ἣν βουλῇ ∆ιὸς πρὸ βραχέων ὁ Ἀπόλλων ἔλαβε. (ῃ. 308-10) ∆ιὸ ἐπάγει εὐθὺς ἐνταῦθα τὸ «ἔχε δ' αἰγίδα θοῦριν», ἣν ἀσπίδα τινὲς γράφουσι «δεινήν, ἀμφιδάσειαν, ἀριπρεπέα, ἣν ἄρα χαλκεὺς Ἥφαιστος», ὡς ἐξ ὕλης οὖσαν τιμίας, «∆ιῒ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν». εἰς ἐκφόβησιν ἄρα ἡ τοιαύτη ἀσπίς, ταὐτὸν δ' εἰπεῖν αἰγίς, φορεῖται καὶ εἰς ἔκπληξιν. ὅτι δὲ ἀδιάφορον τὴν κατά τινας ἀσπίδα ταύτην καὶ αἰγίδα εἰπεῖν, δηλοῖ Ὅμηρος καὶ ὑποκαταβὰς ἐν τῷ αἰγίδα χερσὶν εἶχεν Ἀπόλλων. Στοχάζονται δέ τινες, ὧν ἐστι καὶ Σιδώνιος, δύο αἰγίδας εἶναι, τὴν μὲν ∆ιός, τὴν δὲ Ἀθηνᾶς, καὶ οὐ χρᾶσθαι τὴν Ἀθηνᾶν τῇ τοῦ ∆ιός. καὶ εἰς κατασκευὴν τούτου ἄλλα τέ τινα λέγουσι, καὶ ὅτι οὐκ ἂν τὰ ἄλλα ὅπλα ἴδια ἔχουσα τὴν ὡς ἀσπίδα αἰγίδα οὐκ εἶχε, καὶ ὅτι ὁ Ἄρης μεμψάμενός που δι' αὐτὴν τῷ ∆ιῒ εἶπεν ἄν, ὡς καὶ τοῖς σοῖς ὅπλοις ὁπλίζεις αὐτὴν καθ' ἡμῶν, οὐκ ἔσχε δὲ τοιοῦτόν τι εἰπεῖν. δεινὴ δὲ ἡ τοιαύτη αἰγὶς 3.735 διὰ τὸ φύσει ἐκφοβεῖν τοὺς κάτω. (ῃ. 309) Ἀμφιδάσεια δὲ μυθικῶς μὲν ὡς ἀμφοτέρωθεν ἢ πάντοθεν δασεῖα, οἷά τις σαγοειδής, ὡς καὶ ἀλλαχοῦ δηλοῦται. διὸ καὶ θυσανόεσσα ἡ αὐτή. ἀλληγορικῶς δέ, διὰ τὴν ἐν τοῖς ἄνω τόποις πυκνότητα τῆς τῶν κατὰ ∆ία, ἤτοι τῶν ἀερίων αἰγίδων, συστάσεως, ὅτε ποτὲ γίνοιντο. Ὁ δὲ τόνος, ὡς τὸ ἱπποδάσεια, χαλκοβάρεια. προπαροξύνεται γάρ, φασίν, ὡς παρασύνθετον. Ἥφαιστος δὲ αὐτὴν τεύχει κατὰ μὲν τὸν μῦθον ὡς χρυσῆν καὶ διὰ πυρὸς ἀρτυνομένην πρὸς ὁμοίωσιν δορᾶς μαλλωτῆς, ἀλληγορικῶς δέ, διὰ τὴν ἀνάγουσαν τὰς ἀναθυμιάσεις θερμότητα, ἐξ ὧν τὰ τοιαῦτα πάθη συνίσταται, ὡς καὶ