232
εἰδείης, εὔκολος μεταβάλλεσθαι πρὸς τὰ βεβουλευμένα.» ἐπὶ τούτοις δὲ ὁ πατριάρχης σφόδρα θορυβηθεὶς καὶ μάλιστα ὑπὸ τῶν ὅρκων πεπεισμένος, ὡς οὐδὲν ἂν εἴη πλάσμα τῶν εἰρημένων, ἐδεῖτο βου 2.108 λεύσασθαί οἱ, ὅ,τι δέοι πράττειν πρὸς τοσοῦτον ἑσμὸν κακῶν. ὁ παρακοιμώμενος δ' ἔτι μᾶλλον τὸν πατριάρχην εἴσω δικτύων ἄγειν βουληθεὶς «καὶ τῶν προτέρων μὲν» ἔφασκεν «εὐεργεσιῶν πολλάς τε χάριτας ὀφείλειν ὁμολογῶ καὶ δίκαιος εἶναι οὐ μόνον, ἅ μοι δοκῶ βελτίω καὶ λυσιτελῆ βουλεύεσθαι προθύμως, ἀλλὰ καὶ χρήματα καὶ οἰκέτας καὶ συγγένειαν καὶ τὴν ψυχὴν αὐτὴν, εἰ οἷόν τε εἰπεῖν, προΐεσθαι ἑτοίμως ὑπὲρ σοῦ. ὡς ἂν δὲ μὴ δοκῶ, τῶν κινδύνων ἔξω καθεστὼς αὐτὸς, σὲ παραινεῖν πολὺν τὸν κίνδυνον ἔχουσι πράγμασιν ἐπιχειρεῖν, καὶ συγγενείας καὶ τῶν φιλτάτων ἐμοὶ ποιῆσαι βούλομαι κοινωνὸν, τῶν θυγατέρων μίαν τῷ σῷ υἱῷ κατεγγυήσας, ἵν' εἰδείης ἀκριβῶς, ὡς οὐ τῶν ἁπλῶς φιλίως πρὸς σὲ διακειμένων εἶναι βούλομαι, ἀλλὰ τῶν σοί τε καλῶς πράττοντι τῆς εὐετηρίας κοινωνούντων καὶ ἀπολλυμένῳ συνδιαφθαρησομένων ὁμοίως.» ὡς δὲ καὶ ταῦτα ἀσμένῳ τῷ πατριάρχῃ εἰρημένα ἦν, καὶ μᾶλλον ἐπείθετο σπουδάζειν τὸν παρακοιμώμενον ὑπὲρ αὐτοῦ. ὀλίγα περὶ τοῦ κήδους διαλεχθέντες, οὐ γὰρ ἦν τι τὸ διαφωνίαν παρασκευάσον, πάντα ἑτοίμως Ἀποκαύκου ἐπαγγελλομένου, συμβάσεις τε θέμενοι περὶ τοῦ γάμου καὶ κατὰ τὸ Ῥωμαίων ἔθος δι' ἐγκολπίων ἐμπεδώσαντες τὴν πρᾶξιν, τοῦ παρακοιμωμένου δὲ καὶ ὅρκους προσθέντος φρικώδεις ἐπὶ τούτῳ, ἐτράποντο πρὸς τὸ βουλεύεσθαι. συνεβούλευέ τε ὁ παρακοιμώμενος μὴ 2.109 ἐκ τῆς οἰκείας δυνάμεως ὁρμωμένους πρὸς τὸν μέγαν δομέστικον πόλεμον ἄρασθαι προφανῶς. μὴ γὰρ ὅτι γε εἰς ἀντιπάλων μοῖραν οὐκ ἐξαρκέσειν μόνους πρὸς αὐτὸν, ἀλλ' οὐδ' εἰ πολλοὺς ἑτέρους προσεταιρισαίμεθα τοιούτους. ἡ γὰρ ἐν Ῥωμαίοις ἰσχὺς ἐκείνου οὐχ ἡμῖν γε μόνον φανερὰ, ἀλλὰ καὶ τοῖς πόῤῥω κατῳκισμένοις βαρβάροις οὐκ ἀγνοεῖται. πολὺν γὰρ ἤδη χρόνον πάντων ὁ δυνατώτατός ἐστι τῶν παρ' ἡμῖν καὶ πάντες αὐτῷ προσέχουσιν ἀκριβῶς, οἱ μὲν παρ' αὐτοῦ πολλῶν τυχόντες εὐεργεσιῶν καὶ ἔτι πλείω προσδοκῶντες, οἱ δὲ κατεπτηχότες τὴν ἐκείνου δύναμιν. δι' ἃ οὐκ οἴομαι πρὸς ἐκεῖνον ἐκ τοῦ προφανοῦς ἀντικαθίστασθαι λυσιτελεῖν ἡμῖν. πρὸς γὰρ τῷ μηδὲν ἀνύσαι δυνηθῆναι τῶν βεβουλευμένων, καὶ προσαπολοῦμεν ἑαυτούς. ἀλλά τινα καὶ ἡμᾶς δύναμιν δέον ἐκπορίζειν ἑαυτοῖς ἀντίῤῥοπον πρὸς τὴν ἐκείνου. αὕτη δὲ οὐχ ἑτέρωθέν ποθεν ἂν ἐξευρεθείη, εἰ μὴ τρόπῳ δή τινι βασιλίδα ἐκπολεμώσαιμεν ἐκείνῳ. τούτου δὲ γεγενημένου, ῥᾳδίως ἀντικαταστησόμεθα, πολλῶν ἡμῖν συναιρομένων, ὡς ὑπὲρ τοῦ νέου βασιλέως πολεμοῦσι. τοῦτο δ' ὅπως ἂν συσκευασθείη, μάλιστα μὲν καὶ ἡ σὴ σύνεσις θαυμασία οὖσα ἐξευρήσει· συμβουλεύσω δὲ καὶ αὐτός. μὴ θαυμάσῃς δὲ, εἰ πρὸς ἰσχυρὸν ἐχθρὸν ἀντικαθιστάμενοι· χρησόμεθα καὶ ψεύδει. τῷ γὰρ ἐπιχειροῦντι τὸν πολέμιον καθαιρεῖν, οὐ τοῦτο χρὴ σκοπεῖν, εἰ ψεύδει χρήσαιτο ἢ ἀληθείᾳ, ἀλλὰ πρὸς ἓν ἀποβλέπειν μόνον, τὸ τοῦ πολεμοῦντος γενέσθαι 2.110 κρείττω· τὰ δ' ἄλλα πάντα χαίρειν ἐᾷν. τοιγαροῦν καὶ σὺ τῇ βασιλίδι προσελθὼν, ἀξιόχρεως δ' ἔσῃ πρὸς πειθὼ ἔκ τε τῆς προτέρας, ἧς ἐνεδείξω πρὸς αὐτὴν, εὐνοίας καὶ σπουδῆς μετὰ τὴν βασιλέως τελευτὴν, καὶ τοῦ νῦν ὑπὲρ αὐτῆς δοκεῖν σπουδάζειν, ἐκείνου κατηγόρησον, ὡς οὐχ ὑποπτευομένου, ἀλλ' ἤδη φανερῶς τὴν βασιλείαν ἰδίαν ποιουμένου καὶ ὅσον οὐδέπω μέλλοντος αὐτὴν καὶ τέκνα ἀποκτείνειν. ἂν δ' ἀπόδειξιν τῶν λεγομένων ἀπαιτῇ, μὴ τοιαῦτα πεῖσον πολυπραγμονεῖν. φθάσειν γὰρ τελευτήσασαν πρὶν εἰς τοὺς ἐλέγχους ἥκειν, εἰ μὴ ἐκείνου διαστᾶσα, ἑαυτὴν διασώζοι καὶ τὰ τέκνα. ἐκ τούτων δὲ ἐκείνην, ὥσπερ οἴομαι, ὑπὸ δέους καταπλαγεῖσαν, τὸν πρὸς ἐκεῖνον ἡμῖν πόλεμον ἐπιτρέψειν. τούτου δὲ κατορθωθέντος, οὐδὲν ἄλλο λείπεται, ἢ ἐκεῖνον μὲν ἀπολέσθαι κακὸν κακῶς, σὲ δὲ πρὸς τῷ τὸν ἐπηρτημένον κίνδυνον διαφυγεῖν, καὶ τὰ Ῥωμαίων πράγματα διοικεῖν, πάντων μάλιστα ἀξιώτατον ὄντα. διό σου δέομαι πεισθῆναι συμβουλεύοντι ἐμοὶ καὶ