232
ους ἐν ταῖς ἀριστεραῖς ἐφόρουν χερσὶν οἱ Σαβῖνοι, καὶ μισθὸν ὑπὲρ τῆς προδοσίας λαβεῖν αὐτοὺς ἀπαιτήσασα. συνθεμένου δὲ τοῦ Τατίου νύκτωρ μίαν πύλην ἀνοίξασα τοὺς Σαβίνους ἐδέξατο. εἰσελθὼν δὲ ὁ Τάτιος ἐκέλευσε τοὺς ὑπ' αὐτὸν οσα ἐν ταῖς ἀριστεραῖς χερσὶν εφερον διδόναι αὐτῇ, καὶ πρῶτος αὐτὸς τὸν βραχιονιστῆρα τῇ Ταρπηίᾳ ἐπέρριψε καὶ τὸν θυρεόν. πάντων δὲ ὁμοίως ποιούντων βαλλομένη τε τῷ χρυσῷ καὶ καταχωσθεῖσα τοῖς θυρεοῖς ὑπὸ πλήθους καὶ βάρους ἀπέθανεν. Εργῳ ουν ουτος ἐποίησεν ο λόγοις υστερον ειπον ὁ Καῖσαρ καὶ ὁ ̓Αντίγονος· ὁ μὲν γὰρ προδοσίαν εφη φιλεῖν, προδότην δὲ μισεῖν· ὁ δὲ ̓Αντίγονος προδιδόντας μὲν ἀσπασίως ειπε προσίεσθαι, προδεδωκόσι δὲ ἀπεχθάνεσθαι. 2.94 Ληφθείσης δὲ τῆς ακρας ὑπὸ τῶν Σαβίνων, μάχη καρτερὰ συνερράγη μέσον αὐτῶν καὶ ̔Ρωμαίων, ἐν ῃ πολλοὶ μὲν επεσον, ὁ δὲ ̔Ρωμύλος ἐπλήγη λίθῳ τὴν κεφαλήν. ετι δὲ μάχεσθαι παρασκευαζομένους τοὺς Σαβίνους ἐπέσχον αἱ ἡρπασμέναι θυγατέρες αὐτῶν, αλλοθεν αλλαι μετὰ βοῆς καὶ ὀλολυγμοῦ ὀφθεῖσαι αὐτοῖς, αἱ μὲν νήπια πρὸς ταῖς ἀγκάλαις κομίζουσαι, αἱ δὲ τὴν κόμην προϊσχόμεναι λελυμένην, πᾶσαι δὲ ἀνακαλούμεναι τοῖς φιλτάτοις ὀνόμασι ποτὲ μὲν τοὺς Σαβίνους, ποτὲ δὲ τοὺς ̔Ρωμαίους. ἐπεκλάσθησαν ουν οἱ ἐναντίοι καὶ διέστησαν αὐταῖς ἐν μέσῳ στῆναι τῆς παρατάξεως, καὶ κλαυθμὸς αμα διὰ πάντων ἐχώρει. διαλεχθέντων δὲ τῶν γυναίων συνῆλθον εἰς λόγους οἱ ἡγεμόνες καὶ συνέθεντο τῶν μὲν γυναικῶν αι βούλονται τοῖς εχουσι συνοικεῖν, παντὸς εργου καὶ πάσης λατρείας πλὴν ταλασίας ἀφειμένας, οἰκεῖν δὲ τὴν πόλιν ̔Ρωμαίους καὶ Σαβίνους κοινῇ, καὶ καλεῖσθαι αὐτὴν ̔Ρώμην ἐπὶ ̔Ρωμύλῳ, Κυρίτας δὲ ̔Ρωμαίους ἐπὶ τῇ Τατίου πατρίδι Κυρίτα, βασιλεύειν δὲ κοινῇ καὶ στρατηγεῖν ἀμφοτέρους. ὁ δὲ τόπος ἐν ῳ τὰς συνθήκας εθεντο καλεῖται κομίτιον, τόπος δηλαδὴ συνελεύσεως· κόμιρε γὰρ ̔Ρωμαίοις τὸ συνελθεῖν λέγεται. προσκατελέχθησαν δὲ τοῖς πατρικίοις ἐκ τῶν Σαβίνων ετεροι ἑκατόν. ἐβουλεύοντο δὲ οἱ βασιλεῖς οὐκ εὐθὺς ἐν κοινῷ μετ' ἀλλήλων, ἀλλ' ἑκάτερος πρότερον ἰδίᾳ μετὰ τῶν ἑκατόν· ειτα εἰς τὸ αὐτὸ πάντες συνήγοντο. Ετει δὲ πέμπτῳ τοῦ Τατίου ̔Ρωμύλῳ συμβασι2.95 λεύοντος συγγενεῖς αὐτοῦ πρέσβεσι καθ' ὁδὸν ἐντυχόντες εἰς ̔Ρώμην ἀπὸ Λαυρεντοῦ βαδίζουσιν ἐπεχείρουν ἀφαιρεῖσθαι βίᾳ τὰ χρήματα α ἐπήγοντο, καὶ μὴ προϊεμένους, ἀλλ' ἀμυνομένους ἀνεῖλον. ὁ μὲν ουν ̔Ρωμύλος κολάζεσθαι τοὺς ἀδικήσαντας ἐψηφίζετο, ὁ δὲ Τάτιος ἐξέκρουε καὶ παρῆγε· καὶ τοῦτο μόνον ὑπῆρξεν αιτιον σφίσι διαφορᾶς ἐμφανοῦς. οἱ δὲ τῶν ἀνῃρημένων οἰκεῖοι μὴ τυγχάνοντες δίκης, ἐν ̓Αλβανῷ θύοντα μετὰ ̔Ρωμύλου τὸν Τάτιον προσπεσόντες κτιννύουσι· τὸν δὲ ̔Ρωμύλον ὡς δίκαιον ανδρα σὺν εὐφημίαις προέπεμψαν. οὐ μὴν ἐτάραξε τοὺς Σαβίνους ὁ φόνος τοῦ σφῶν αρχοντος, ἀλλ' οἱ μὲν εὐνοίᾳ τῇ πρὸς ̔Ρωμύλον, οἱ δὲ φόβῳ τῆς δυνάμεως εικοντες διετέλουν. ειτα λοιμὸς ἐμπίπτει τῇ πόλει θανάτους αἰφνιδίους ἀνθρώποις ἐπιφέρων νόσων χωρίς, καὶ ἀφορία καρπῶν καὶ θρεμμάτων ἀγονία· υσθη δὲ καὶ σταγόσιν αιματος ἡ πόλις. ομοια δὲ καὶ τοῖς Λαυρεντίοις συνέβαινεν. ἐδόκει τοίνυν διὰ τὸν Τατίου φόνον καὶ τοὺς παρὰ τῶν Σαβίνων ἀνῃρημένους πρέσβεις ποινηλατεῖν τὰς πόλεις δαιμόνιον μήνιμα. ἐκδοθέντων δὲ τῶν φονέων καὶ κολασθέντων ἐλώφησαν τὰ δεινά. ̔Ρωννυμένων δὲ τῶν πραγμάτων ̔Ρωμαίοις οἱ μὲν ἀσθενέστεροι τῶν προσοίκων ὑπέκυπτον, οἱ δυνατοὶ δὲ οὐκ ῳοντο δεῖν περιορᾶν, ἀλλὰ κολούειν τὴν αυξησιν. πρῶτοι δὲ Τυρρηνῶν Οὐήιοι ἀρχὴν ἐποιήσαντο πολέμου. συμβαλόντες ουν καὶ πολλοὺς ἀποβαλόντες ὁμολογίαν ἐποιήσαντο καὶ φιλίαν ἐπὶ ἐνιαυτοὺς ἑκατόν, καὶ τῶν παρ' αὐτοῖς ἀρίστων παρέσχον εἰς ὁμηρείαν πεντήκοντα. ̓Εθριάμβευσεν ουν τούτους νικήσας ̔Ρωμύλος. ειτα ἐπαρθεὶς ταῖς παραλόγοις εὐτυχίαις καὶ βαρυ2.96 τέρῳ φρονήματι χρώμενος ἐξίστατο τοῦ δημοτικοῦ καὶ παρήλλαττε καὶ εἰς ἐπαχθῆ μοναρχίαν καὶ λυποῦσαν ἀπὸ τοῦ σχήματος ἑαυτὸν ἐσχημάτιζεν. ἁλουργῆ μὲν γὰρ ἐνεδύετο χιτῶνα καὶ τήβεννον ἠμπίσχετο περιπόρφυρον καὶ πεδίλοις ἐκέχρητο