232
ἡμᾶς ποιοῦσα. καὶ αυως, ἡ ἡμέρα, αἰολικῶς. ἀπὸ τοῦ αυω, τὸ φωνῶ. αυει γὰρ τὰ ζῶα, ο ἐστι καλεῖ. καὶ αυουσι πάντα δι' αὐτῆς. ἰστέον, οτι ἠὼς ἠοῦς εχει τὴν γενικὴν, τὸ δὲ εως ἀποβολῇ τοῦ ˉς. * ̓Ηῆσ. ἐπίῤῥημα, ἀντὶ τοῦ ἐκ πρωΐας.* (Θηλυκόν.) ̓Ηώη. ονομα πόλεως. ̓Ηών. ονομα πόλεως, η ἐστι Μενδαίων ἀποικία. † ̓Ηώρεια. χώρα.† eta.1020 ̓Ηώσ. ἡ ἡμέρα. παρὰ τὸ αυω, τὸ λάμπω, γίνεται αυος, καὶ ἐκβολῇ τοῦ ˉυ αος, καὶ συναιρέσει τοῦ ˉα ˉο εἰς ˉω μέγα ἠώς. ̓Ηιωνίκει. ἐβράδυνεν, ἐχρόνισεν. ἀπὸ τοῦ αἰωνίζω. ̓Ηιωρημένω. κρεμαμένῳ. ̓Ηιώρουν. ἐβάσταζον. ἀνεῖχον. τὴν δὲ κλίνην ταῶνες τέσσαρες χρυσοῖ ᾐώρουν. ̓Ηιώρησεν. ἐκρέμασε. ταῦτά σοι πρὸ παστάδος ᾐώρησεν, ω ∆ιόνυσε. ̓Ηιωρῆσθαι. ἠρτῆσθαι, κρέμασθαι. ἀπὸ τοῦ αἰωρῶ. theta.101 Θ. Τὸ Θ μετὰ τοῦ Α. ( ̓Αρσενικόν.) Θάκοσ. καθέδρα, θρόνος. ὁ καὶ θῶκος. παρὰ τὸ θῶ, τὸ τιθῶ, θῶκος καὶ θάκος. theta.1020 Θαλαμηπόλοσ. ὁ περὶ τὸν θάλαμον ἀναστρεφόμενος. Θάλαμοσ. θάλπαμος τὶς ων, παρὰ τὸ θάλπειν. εστι δὲ οικος η κοιτών. καὶ θαλάμη. Θαλάμιοσ. ὁ πρὸς τῇ πρώρᾳ καθήμενος. theta.1021 Θαῤῥαλέοσ. ἀνδρεῖος. Θαλερόσ. ἀκμαῖος, ἰσχυρὸς, νέος, η ὁ ἁπαλός. καὶ θαλερὸν δάκρυ. τὰ γὰρ θάλλοντα φύλλα ἁπαλά. Θάνατοσ. χωρισμὸς ψυχῆς ἀπὸ τοῦ σώματος, η στοιχείων διάζευξις, η βίου λύσις, η φροντίδων ἀπαλλαγὴ, η αδηλος πορεία, η τέλος παντὸς ζώου. Θάνατοσ Χριστοῦ ἐστι τῶν σαρκικῶν παθῶν νέκρωσις καὶ πάσης δαιμονικῆς ἐνεργείας ἀφάνισις ἀρίστη. θάνατος δὲ παρὰ τὸ τείνω, τάνατος καὶ θάνατος, ὁ τείνων τὸ σῶμα, η οτι τάνατός ἐστιν ὁ ἐπὶ πάντας ἑαυτὸν διατείνων. η παρὰ τὴν ατην, ο σημαίνει τὴν βλάβην, γίνεται ανατος καὶ θάνατος. Θαρσεῖσ. τοὺς Καρχηδονίους λέγει τοὺς πρὸς τὸ βόρειον μέρος κειμένους. θαρσεῖς καὶ οἱ ἀνδρεῖοι. Θαλλοί. τὰ εἰς τὰς σπυρίδας ἐπιτήδεια. theta.1022 Θαμάλωπεσ. οἱ ἡμίφλεκτοι ανθρακες. θάμψαι γὰρ τὸ καῦσαι. Θαιροί. οἱ στροφεῖς τῆς θύρας. Θάμνοσ. φυτὸν πολύκλαδον ἀπὸ ῥίζης. (Θηλυκόν.) Θαλυσίαι. αἱ τῶν καρπῶν ἀπαρχαί. Θάλεια. εὐωχία. πανήγυρις. καὶ ονομα Μούσης. παρὰ τὸ θάλλειν τοὺς εὐωχουμένους. Θαλαμίδιοι κῶπαι. αἱ ἠρέμα ἐλαύνουσαι. Θαλπωρή. τέρψις· χαρά· διάχυσις. Θαλάμη. οικος η κοιτών. †Θαιμάν.† ἡ ἀνατολή. τινὲς δὲ τὸ νότιον μέρος φασί. Θαλάμβασ. τὰς ἀεὶ ἐν σάλῳ ουσας θυρίδας. η παρὰ τὸ δι' αὐτῶν βαίνειν τὸ σέλας. οιμαι δὲ, οτι σαλάμβας γράφεται. (Οὐδέτερον.) Θαλυκρόν. διάπυρον. -καὶ τὸ θαλυκρὸν κεῖνο κατημβλύνθη κέντρον-. theta.1023 Θάλλοσ. βλάστημα. ην δὲ ἡ παῖς ἐρώτων καὶ χαρίτων ἀμβρόσιόν τι θάλλος. θάλλος καὶ ὁ τῆς ἐλαίας κλάδος, η πᾶν τὸ θάλλον. Θαλπότερον. λαμπρότερον. θερμότερον. Θάμβοσ. εκπληξις, θόρυβος. Θαμινά. πυκνά. συνεχῆ. Θάῤῥοσ. ἀνδρεία. Θάρσοσ. ἡ εὐτολμία. θράσος δὲ ἡ ἀλόγιστος αὐθάδεια. †Θαλύσιον. τὸ ὑπὲρ εὐθαλίας διδόμενον.† Θάτερον, θατέρου. ετερον, ἑτέρου. Θάτερον. τῶν δύο τὸ ετερον. ἰστέον, οτι λέγουσι τινὲς, οτι τὸ ˉε καὶ ˉα ἐπιφερόμενον σύμφωνον οἱ ∆ωριεῖς εἰς ˉα συναλείφουσι. τὰ ετερα θάτερα φασί. καὶ πάλιν οἱ αὐτοὶ τρέπουσι τὸ ˉε εἰς ˉα, ὡς ἐν τῷ· τρέχω, τράχω, Αρτεμις, Αρταμις. theta.1024 Θαῦμα. τὸ ὑπὲρ φύσιν διὰ θεοῦ τελούμενον. παρὰ τὸ θαυμάζω θαύμασμα καὶ κατὰ συγκοπὴν καὶ ἀποβολὴν τοῦ ς θαῦμα. οἱ δὲ παρὰ τὸ θεῶ, θεῶμαι, θαῦμα. ( ̔Ρῆμα.) Θαάσσων. ἐγκαθεζόμενος. Θακεύουσι. κάθηνται. καὶ θακῶ. Θάλψαι. θερμάναι, συντηρῆσαι. Θαλαττοπορῆσαι. διὰ θαλάττης πλεῦσαι. Θαλαττοκοπεῖσ. ματαιολογεῖς· ταράττῃ· θορυβῇ. Θαλφθῇ. ἐξαπατηθῇ. η θερμανθῇ. Θαλπόμενοι. ἐξαπατώμενοι. ̓Ιώσηπος· τοὺς δὲ ὑποθαλπομένους ἐλπίδι. Θαλέθοντεσ. θάλλοντες. Θάλλω. τὸ αυξω. παρὰ τὸ θῶ, τὸ τρέφω. Θαμίζει. συχνάζει· συνεχῶς ερχεται. theta.1025 Θανατῶν. ὁ ἐπιθυμῶν θανάτου. λέγεται δὲ καὶ ὁ ἀποκτείνων. καὶ θανατᾷν καὶ θανατιᾷν. Θαυμάζω. ἐπαινῶ. λέγεται καὶ τὸ κατηγορῶ. ο καὶ μετὰ γενικῆς συντάσσεται. Θαυμάζετε. ταράττεσθε. θορυβεῖσθε. ὡς καὶ ἐν τῷ εὐαγγελίῳ· εν εργον ἐποίησα καὶ πάντες θαυμάζετε. ( ̓Επίῤῥημα.) Θαμά. συνεχῶς. πυκνῶς. παρὰ τὸ αμα θαμά· πλεονασμῷ τοῦ θ. Θαῤῥαλέωσ. ἀνδρείως, εὐθαρσῶς. Θᾶττον.