232
αἰχμαλωσίας τὸν χρόνον, προσφέρει καὶ τὴν ἱκετηρίαν. Τούτοις συνᾴδει καὶ τῆς πνευματικῆς μελῳδίας τὰ ῥήματα· "Ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει και ρός. [ιεʹ.] Ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι." Τρι πόθητος γὰρ ἡμῖν Σιὼν, καὶ λίαν ἔρημος γενομένη· ἀξιέραστοι δὲ καὶ οἱ καταλελυμένοι λίθοι, καὶ τῶν ἐκ τῆς πορθήσεως γεγενημένων χωμάτων ἡ μνήμη οἶκτον ἡμῖν ἐντίθησιν. ιʹ. "Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομα Κυρίου, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου." Ὁρῶντες γὰρ ἡμῶν τὴν ἐπάνοδον, καὶ τὴν οἰκοδο μίαν τῆς πόλεως, οἱ τὰς προτέρας ἡμῶν θεασάμενοι συμφορὰς, καὶ βασιλεῖς, καὶ ἄρχοντες, καὶ ἀρχόμενοι, θαυμάσονταί σου τὴν δύναμιν, καὶ δείσαντές σε Θεὸν εἶναι μόνον πιστεύσουσιν. Τοῦτο δὲ κυρίως καὶ ἀληθῶς μετὰ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν γέγονε. Μετὰ γὰρ τὴν Ἰουδαίων ἀνάκλησιν, ἐθαύ μασαν μὲν τὸ γεγονὸς οἱ περίοικοι· τοσοῦτον δὲ ἀπέσχον τοῦ πιστεῦσαι τῷ τῶν ὅλων Θεῷ, ὅτι τὸν πρὸς αὐτοὺς κατὰ ταυτὸν ἤραντο πόλεμον. Ἐνταῦθα δὲ ὁ λόγος καὶ τῶν ἐθνῶν ἁπάντων, καὶ τῶν βασι λέων μεταβολὴν προθεσπίζει. Ὧν τὰ μὲν ὁρῶμεν γεγενημένα, τὰ δὲ ἐλπίζομεν ἔσεσθαι. Φησὶ γὰρ ὁ θεῖος Ἀπόστολος· "Οὔπω γὰρ ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα." Ἀλλ' ὅμως ἐδίδαξεν, ὅτι αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων 80.1681 ιζʹ. "Ὅτι οἰκοδομήσει Κύριος τὴν Σιὼν, καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὑτοῦ." Ἐπειδὴ γὰρ οἱ τὰς θείας ἀγνοοῦντες οἰκονομίας, ἀσθένειαν ὑπελάμβα νον τοῦ Θεοῦ τὴν Ἰουδαίων δουλείαν, καὶ τῆς Ἱερουσαλὴμ τὴν ἐρημίαν, εἰκότως δόξαν ἐκάλεσε τοῦ Θεοῦ, τὴν τῆς πόλεως νεουργίαν· ἀντὶ τοῦ, Πάλιν τῆς Σιὼν οἰκοδομηθείσης, ἐν τῇ προτέρᾳ δόξῃ πάντες ὄψονται τὸν τῶν ὅλων Θεόν. ιηʹ. "Ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπει νῶν, καὶ οὐκ ἐξουδένωσε τὴν δέησιν αὐτῶν." Οὐ κατεφρόνησε γὰρ, ὡς αἰχμαλώτων καὶ δούλων· ἀλλ' ἐδέξατο τὴν ἱκετείαν, καὶ δέδωκε τὴν ἐλευθερίαν. ιθʹ. "Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον." Ταύτην δὲ τὴν εὐεργεσίαν ἀνάγραπτον εἰς ἀεὶ ποιήσομεν· ὥστε καὶ τοὺς ἐσομένους τὴν σὴν φιλανθρωπίαν μαθεῖν. Λαὸν δὲ κτιζόμενον τὸν ἐξ ἐθνῶν συλλεγέντα καλεῖ, περὶ οὗ καὶ ὁ μακάριος λέγει Παῦλος· "Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις." Καὶ αὐτὸς δὲ ὁ θεσπέσιος ∆αβὶδ ἐν τῷ κʹ καὶ αʹ ἔφη ψαλμῷ· "Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίη σεν ὁ Κύριος." Οὗτος ὁ λαὸς καὶ τὰ παλαιὰ καὶ τὰ νέα παιδευόμενος τὸν προσήκοντα ὕμνον ἀναπέμπει τῷ Σωτῆρι Θεῷ. κʹ-κβʹ. Ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὑτοῦ Κύ ριος, ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε. Τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων. Τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα Κυρίου, καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ἱερου σαλήμ." Πάντα γὰρ ἐφορῶν καὶ πρυτανεύων ὁ τῶν ὅλων Θεὸς τῶν ἐφορωμένων ἐπήκουσε, καὶ τὴν τῆς ἐλευθερίας ἐξενήνοχε ψῆφον, ὥστε τοὺς πεπεδη μένους ἀντὶ τῶν ἀνῃρημένων ἐπανελθεῖν, καὶ τὴν πόλιν τὴν πατρῴαν οἰκοδομῆσαι, καὶ συνήθως ἐν ἐκείνῃ τὴν κατὰ τὸν νόμον λατρείαν προσενεγκεῖν τῷ Θεῷ. κγʹ-κεʹ. "Ἐν τῷ ἐπισυναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ καὶ βασιλεῖς, τοῦ δουλεύειν τῷ Κυρίῳ. Ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὑτοῦ, τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι· μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου." Ὅταν, φησὶ, τῆς ἐπανόδου τύχωμεν, ἀθροίσονται λαοὶ καὶ βασιλεῖς, τὴν σὴν θαυμάζοντες δύναμιν. Τηνικαῦτα τοίνυν τοσαύτην ἕξομεν εὐφροσύνην, ὡς καὶ δεηθῆναί σου τῆς ἀγα θότητος, προσθήκην ἡμῖν ἐτῶν χαρίσασθαι, καὶ μὴ μεσοῦντος ἡμῶν τοῦ χρόνου τῷ θανάτῳ παραδοῦ ναι· ὁδὸν δὲ ἰσχύος καλεῖ τὴν διὰ τὴν ἰσχὺν τοῦ Θεοῦ παρασχεθείσαν ἐπάνοδον. "Ἐν γενεᾷ γενεῶν 80.1684 τὰ ἔτη σου." Σὺ γὰρ ἀπέραντον ἔχεις τὸ εἶναι, καὶ ῥᾴδιόν σοι καὶ τοὺς ἄλλους μακροβίους ἐργάσα σθαι. κʹ, κζʹ. "Κατ' ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμε λίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις." Τί γὰρ ἀδύ νατον τῷ τῶν ὅλων