232
ἀναφέρῃ τὸν αἱρετικὸν δημοσίᾳ, ἰδίᾳ δὲ προσκαλούμενος ὑπό τινος ὀρθοδόξου ἐν εὐκτηρίῳ στέλλεται ἀναφέρειν τὸν αἱρετικόν, εἰ ἆρα ἐν τῷ τοιούτῳ εὐκτηρίῳ τὸν ἀκριβῆ δεῖ προσεύχεσθαι; οὐδαμῶς. Ἐάν τις ἐπὶ τῷ οἰκείῳ ἐπιτιμίῳ δύναται κατὰ λόγον προσλαβέσθαι τινὰ εἰς ἐπικουφισμὸν τοῦ ἐπιτιμίου; ἐπὶ μὲν τῆς κοινωνίας οὐδαμῶς, ἐπὶ δὲ τῶν ἄλλων οὐκ ἀπόβλητον. οὔτε δὲ ἐλεημοσύναις δύναιτ' ἂν ὑφαιρεῖν τι τοῦ ὁρισμοῦ ὡς ἀφ' ἑαυτοῦ· ὁ γὰρ ἐπιτιμιάζων οἶδε πάντως καὶ πρόσωπον καὶ χρόνον καὶ τὰ ἐκτὸς δοκιμάζειν πρὸς τὸ ὑφεῖναι. ὅρῳ γὰρ ἐπὶ τῶν ἐνδεχομένως κειμένων κανόνων περιλαβεῖν τὰ τοιαῦτα οὐχ οἷόν τε, καθὼς αὐτὸς ὁ Μέγας Βασίλειος εἴρηκεν· δοὺς γὰρ ἐξουσίαν τῷ ἐπισκόπῳ προσθήκης καὶ ὑφέσεως οὐκ ἐξ ἀναγκαίου, ἤγουν ἀπαραιτήτου, τὸν κανόνα ἔθετο, ἀλλ' ἐνδεχομένως. ὥστε ὁ διδοὺς βλεπέτω πῶς δίδοι· κἀγὼ γὰρ ὁ ταπεινὸς οὐχ ὁριστικῶς, ἀλλ' ἐκβιαστῶς, ἤτοι συμβουλευτικῶς, ὡς πολλάκις εἴρηκα, ἀποκρίνομαι πρὸς τὰς προτεινομένας μοι εἴτε ὑπὸ σοῦ εἴτε παρ' ἄλλου πεύσεις. Τὸ λοιπὸν προσεύχου περὶ τῆς ταπεινώσεώς μου, βοηθῶν τὸ κατὰ δύναμιν τοῖς εἰς τὰ Στουδίου ἐναθλοῦσιν, ἐπεὶ καὶ ὅπουπερ ἂν ἰσχύῃς ἐν Κυρίῳ. ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει σε. 385 {1Θεοφίλῳ τῆς Ἐφέσου}1 Καὶ τὴν ἱεράν σου συλλαβὴν ἐδεξάμην ὡς βιβλίον θεόγραφον καὶ τὴν εὐλογίαν συναπεδεξάμην ὡς πόθου ἐμπύρευμα. καὶ τίς εἰμι ἐγὼ ὁ τάλας, τοιαῦτα παρὰ τοῦ ἁγίου σου στόματος εὐφημούμενος, ὁ μηδὲ τοῦ λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματός σου ἐπάξιος; ἴδε ταπεινοφροσύνης θεομιμήτου ἰδιώματα. σύ, ὦ μακαριώτατε προπάτορ, μέγας καὶ λαλούμενος, μεγαλυνόμενός τε καὶ ἐπαινούμενος ἀνατολῇ τε καὶ δύσει, ὁ τοῦ μεγίστου ἀποστόλου, εὐαγγελιστοῦ τε καὶ θεολόγου κοσμήσας τὸν θρόνον ἐπάξια δι' ὧν ἤθληκας καὶ ἔτι ἀθλεῖς, αἵμασι σαρκός σου ἁγίας λαμπρύνας τὸν βίον καὶ Χριστὸν ὁμολογῶν ἐγγράφεσθαι ὡς ἐνσώματον, ἀλλ' οὐχὶ ὡς οἱ ἀσεβεῖς ἐξαρνούμενος, ἐπὰν οὐ δέχωνται αὐτὸν εἰκονιζόμενον· ὃ γὰρ οὐκ εἰκονίζεται, οὐδὲ ἐνσώματον. ἐῶ λέγειν ὅτιπερ καὶ ἄγγελος, ὢν ἀσώματος, αἰσθηταῖς εἰκόσιν ὑπὸ τῶν θεολόγων ἀναγράφεσθαι παραδέδοται. οἱ δὲ καὶ τὸν ἐνσώματον δεσπότην καὶ τὸν ἀσώματον δοῦλον, προσέτι τήν τε θεοῦ μητέρα σὺν πᾶσι Κυρίου θεράπουσιν ἤρνηνται ἐγγεγράφθαι, διὰ τῶν εἰκόνων ἀριδήλως συναπαρνούμενοι τὰ πρωτότυπα, οὐδ' αὐτὸ τοῦτο ἐννοοῦντες, ὅτι τῇ παραδοχῇ τοῦ οἰκείου χαρακτῆρος τὸ κρατεῖν ἔχουσιν, οὗ ἀφαιρεθέντος ἢ ἀτιμασθέντος ἀφῄρηται δῆλον ὅτι καὶ ἠτίμωται αὐτῶν τὸ κράτος· ἀλλ' ὅμως οὐ βούλονται συνιέναι τοῦ ἀγαθῦναι. Ἐκείνοις μὲν οὖν εἰς κέντρα λακτίζειν ἔστιν· σὲ δὲ ἡ κραταιὰ χεὶρ περιφυλάξειεν εἰς κλέος τῆς ἑαυτοῦ ἐκκλησίας ὡς στῦλον, ὡς ἑδραίωμα, ὡς πρόμαχον. καὶ ἴδοιμέν σε οἱ ταπεινοὶ ἢ ἔνθεν ἐπὶ τὴν Ἀσιάτιδα χθόνα ἐπαναστρέφοντα, ὡς οἱ πάλαι ἀπὸ τῆς ἐν Πάτμῳ φυλακῆς τὸν τοῦ εὐαγγελίου ἥλιον, ἢ ἐν οὐρανοῖς ἐπάνω δέκα πόλεων ἱεραρχικῶς δοξαζόμενον. 386 {1Θαλελαίῳ τέκνῳ}1 Ἃ μὲν οὖν ἐσήμανας διὰ τῆς ἐπιστολῆς, ἐπέγνων, τέκνον, ἃ δὲ ἐγὼ ἀποκρινοῦμαί σοι, ταῦτά ἐστιν· στέλλεσθαι ἡμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, διακελεύεται ὁ ἱερὸς ἀπόστολος. πῶς οὖν λέγει Γρηγόριος ὁ τῶν Ἀδελφίων ἀλόγως ὑμᾶς αὐτὸν ἀποστρέφεσθαι, ὁπότε αὐτὸς οὐχ ἁπλῶς ἀτάκτως, ὁλοτρόπως δὲ συναπήχθη τοῖς εἰκονομάχοις, ὑπογράψας τῇ αἱρέσει, συνεσθίων τε καὶ συμπίνων καὶ συναναστρεφόμενος αὐτοῖς; εἰ δὲ λέγοι μετανενοηκέναι καὶ ἐπιτίμια κρατεῖν, δειξάτω τοῦτο διὰ ἐγγράφου ὁμολογίας, ἀναθεματίζων τε τοὺς αἱρετικοὺς σὺν τῇ αἱρέσει καὶ μηδαμῶς συναπτόμενος αὐτοῖς. ἕως δ' ἂν τοῦτο οὐ ποιῇ, ἀποτρόπαιος ὑμῖν ἔστω, τοῖς φοβουμένοις τὸν Κύριον· δόλιος γάρ ἐστιν ἐν προσποιήσει ἐπιστροφῆς, ὑφελκόμενος ὑμᾶς καὶ ὑποσπείρων λόγους λυμώδεις ὡς ἐκ προσώπου δῆθεν τῶν ἐναντίων. ὅθεν σύ, ὡς ἀτελέστερος ἐμπαρεὶς τῇ διαλέξει αὐτοῦ, ἠπόρηκας εἰς τοῦτο κἀκεῖνο. Ἀλλ', ἐπειδὴ ᾔτησας τὴν λύσιν, δέξαιο συνετῶς.