232
ἀποστείλας δὲ Βαρδάνιον τὸν σπαθάριον, τὸ ἐπίκλην Ἀνεμᾶν, πάντα προσήλυτον καὶ πάροικον ἐπαιχμαλωτεύσας ἐπέρασεν ἐν τῇ Θρᾴκῃ, οἰόμενος οὐκ ὀλίγην ὁλκὴν χρυσοῦ πορίσασθαι ἐξ αὐτῶν ἐξ ἐτησίων 483 τελεσμάτων, ὁ πάντα διὰ τὸν φιλούμενον αὐτῷ χρυσὸν καὶ οὐ διὰ τὸν Χριστὸν πράττων. ʹ. κγʹ. ιβʹ. γʹ. Τούτῳ τῷ ἔτει, μηνὶ Σεπτεμβρίῳ, ἰνδικτιῶνος αʹ, Ἀαρών, ὁ τῶν Ἀράβων ἀρχηγός, μετὰ στόλου κατὰ τῆς Ῥόδου Χουμεῒδ ἐξέπεμψεν. οὗτος ἀθρόως καταπλεύσας καὶ τὴν Ῥόδον καταλαβὼν πολλὴν ἅλωσιν ἐποιήσατο ἐν αὐτῇ· τὸ μέντοι ἐν αὐτῇ φρούριον διεφυλάχθη ἀπόρθητον. ἐν δὲ τῷ ἐπανέρχεσθαι αὐτὸν φανερῶς κατεπολεμήθη ὑπὸ τοῦ ἁγίου καὶ θαυματουργοῦ Νικολάου. ἐλθὼν γὰρ εἰς τὰ Μύρα καὶ τὴν ἱερὰν αὐτοῦ συντρίψαι πειραθεὶς λάρνακα ἄλλην ἀντ' ἐκείνης πλησίον παρακειμένην κατέκλασεν· αὐτίκα τε πολλὴ ἀνέμων καὶ θαλαττίων κυμάτων, βροντῶν τε καὶ ἀστραπῶν ἀνωμαλία τὸν στόλον κατέλαβεν, ὡς ἱκανὰ συντριβῆναι σκάφη, αὐτόν τε τὸν θεομάχον Χουμεῒδ ἐπιγνῶναι τὴν τοῦ ἁγίου δύναμιν καὶ παρ' ἐλπίδα τὸν κίνδυνον ἐκφυγεῖν. τῇ δὲ εἰκάδι τοῦ ∆εκεμβρίου μηνὸς Νικηφόρος μετὰ πολλὴν ἐκλογὴν παρθένων ἐκ πάσης τῆς ὑπ' αὐτὸν ἐξουσίας εἰς τὸ ζεῦξαι Σταυράκιον, τὸν υἱὸν αὐτοῦ, ποιησάμενος, Θεοφανὼ τὴν Ἀθηναίαν, προσγενῆ τῆς μακαρίας Εἰρήνης, μεμνηστευμένην ἀνδρὶ καὶ πολλάκις αὐτῷ συγκοιτασθεῖσαν, χωρίσας αὐτὴν ἀπ' αὐτοῦ τῷ ἀθλίῳ Σταυρακίῳ συνέζευξεν, ὡς εἰς πάντα καὶ ἐν τούτῳ παρανομήσας ἀναιδῶς, ἄλλας δὲ δύο ταύτης ὡραιοτέρας ἐκλεξάμενος σὺν αὐτῇ, προφανῶς αὐτὰς ἔφθειρε κατ' αὐτὰς τὰς ἡμέρας τοῦ γάμου παρὰ πάντων ὁ μιαρὸς γελώμενος. τῷ δὲ Φεβρουαρίῳ μηνὶ στάσιν ἐννοήσαντες κατ' αὐτοῦ πολλοὶ τῶν ἐν τέλει Ἀρσαβήρ, τὸν κυαίστωρα καὶ πατρίκιον, ἄνδρα εὐσεβῆ καὶ λογιώτατον ἐψηφίζοντο. γνοὺς δὲ τοῦτο ὁ πολυμήχανος Νικηφόρος, αὐτὸν μὲν τύψας καὶ ἀποκείρας μοναχὸν πεποίηκεν, ἐν Βιθυνίᾳ τοῦτον ἐξορίσας, τοὺς δὲ λοιποὺς δαρμοῖς καὶ ἐξορίαις, πρὸς δὲ καὶ δημεύσεσι καθυπέβαλεν, οὐ μόνον τοὺς ἐν τῷ κοσμικῷ βίῳ ἄρχοντας, ἀλλὰ καὶ ἐπισκόπους ἁγίους καὶ μοναχοὺς καὶ τοὺς τῆς μεγάλης 484 ἐκκλησίας, τόν τε σύγκελλον καὶ τὸν σακελλάριον καὶ τὸν χαρτοφύλακα, ἄνδρας ἐλλογίμους ὑπάρχοντας καὶ αἰδοῦς ἀξίους. Ἀράβων ἀρχηγὸς Μουάμεδ ἔτη δʹ. ζʹ. αʹ. ιγʹ. δʹ. Τούτῳ τῷ ἔτει Ἀαρών, ὁ τῶν Ἀράβων ἀρχηγός, τέθνηκεν εἰςτὴν ἐνδοτέραν Περσίδα, τὴν καλουμένην Χωρασάν, μηνὶ Μαρτίῳ, ἰνδικτιῶνος βʹ. καὶ διεδέξατο τὴν ἀρχὴν Μουάμεδ, ὁ υἱὸς αὐτοῦ, ἀφυὴς κατὰ πάντα. πρὸς ὃν Ἀβδελᾶς, ὁ ἀδελφὸς αὐτοῦ, στασιάσας ἐκ τῆς αὐτῆς χώρας τοῦ Χωρασὰν ἅμα ταῖς πατρικαῖς δυνάμεσιν ἐμφυλίου πολέμου τῷ κατ' αὐτοὺς ἔθνει γέγονεν αἴτιος. κἀντεῦθεν οἱ κατὰ τὴν Συρίαν καὶ Αἴγυπτον καὶ Λιβύην εἰς διαφόρους κατατμηθέντες ἀρχὰς τά τε δημόσια πράγματα καὶ ἀλλήλους κατέστρεψαν, σφαγαῖς καὶ ἁρπαγαῖς καὶ παντοίαις ἀτοπίαις πρός τε ἑαυτοὺς καὶ τοὺς ὑπ' αὐτοὺς Χριστιανοὺς συγκεχυμένοι. ἔνθεν δὴ καὶ αἱ κατὰ τὴν ἁγίαν Χριστοῦ τοῦ θεοῦ ἡμῶν πόλιν ἐκκλησίαι ἠρήμωνται, τά τε μοναστήρια τῶν δύο μεγάλων λαυρῶν, τοῦ ἐν ἁγίοις Χαρίτωνος καὶ Κυριακοῦ, καὶ τοῦ ἁγίου Σάβα, καὶ τὰ λοιπὰ κοινόβια τῶν ἁγίων Εὐθυμίου καὶ Θεοδοσίου· ἐπεκράτησε δὲ τῆς τοιαύτης ἀναρχίας ἡ κατ' ἀλλήλων καὶ ἡμῶν μιαιφονία ἔτη εʹ. Θεόδωρος δέ, ὁ ἡγούμενος τῶν Στουδίου, καὶ Ἰωσήφ, ὁ ἀδελφὸς αὐτοῦ καὶ ἀρχιεπίσκοπος Θεσσαλονίκης, ἅμα Πλάτωνι ἐγκλείστῳ καὶ τοῖς λοιποῖς αὐτῶν μοναχοῖς τῆς κοινωνίας Νικηφόρου, τοῦ ἁγιωτάτου πατριάρχου, ἀπέστησαν διὰ Ἰωσὴφ τὸν οἰκονόμον ὡς παρανόμως στεφανώσαντα Κωνσταντῖνον καὶ Θεοδότην. Νικηφόρος δὲ ὁ βασιλεὺς ἀφορμῆς δραξάμενος ἐπισκόπους πολλοὺς καὶ ἡγουμένους ἀθροίσας σύνοδον κατ' αὐτῶν κροτηθῆναι ἐκέλευσεν, δι' ἧς ἐξεβλήθησαν τῆς μονῆς καὶ τῆς πόλεως ἐξορίᾳ παραπεμφθέντες μηνὶ Ἰαννουαρίῳ, ἰνδικτιῶνος βʹ. Τῷ δ' αὐτῷ ἔτει ῥόγας διδομένης τῷ λαῷ ἐν τῷ Στρυμῶνι ἐπιπεσόντες οἱ Βούλγαροι ταύτην