233
μὴ πρὸς τὴν πρᾶξιν ἀναδύεσθαι, ῥᾳδίαν οὖσαν, ὡς ἐγὼ συμβουλεύω, κατασκευασθῆναι. εἰ δ' ἀποκνήσεις πρὸς τὸν κίνδυνον, ἐγὼ μὲν δυσχερὲς οὐδὲν ἐρῶ· σὲ δὲ τὰς ἐκδεξομένας τύχας ἤδη στοχάζεσθαι προσῆκον.» τούτοις μὲν οὖν τὸν πατριάρχην ἔπεισεν αὐτῷ τε προσέχειν καὶ πόλεμον πρὸς τὸν μέγαν δομέστικον κινεῖν. ἔπειθ' ἕκαστον τῶν ἄλλων, δόξῃ διαφερόντων ἢ γένει τῶν πολλῶν, 2.111 περιιὼν ἐμηχανᾶτο πείθειν, ψεύδη συνείρων καὶ συκοφαντίας. καὶ πρῶτα μὲν πρὸς τὸν Ἀσάνην Ἀνδρόνικον ἐλθὼν, ὃς ἦν μεγάλῳ δομεστίκῳ κηδεστὴς, ἐξ ὧν μάλιστα πείσειν ᾤετο, ἐπεχείρει. οὗτος γὰρ δὴ Ἀσάνης πρὸς τὸν γαμβρὸν ὀλίγῳ πρότερον ἐλθὼν, ἐδεῖτο μὴ περιορᾷν αὐτὸν, ἀβίωτον οἰόμενον τὸν βίον διὰ τὸ τοὺς παῖδας Ἰωάννην καὶ Μανουὴλ, ἐπ' ἔτεσιν ἓξ ἤδη ὑπὸ βασιλέως ἐν δεσμωτηρίῳ εἰργομένους, δεινότατα πάσχειν καὶ οὐδὲν ἀμείνω τῶν ἐν ᾅδου διαγόντων. ἀλλ' ἀπιόντα πρὸς τὴν ἑσπέραν, ἐπεὶ διὰ Βήρας ἀνάγκη διιέναι, ἔνθα κατεκλείοντο, τοῦ δεσμωτηρίου ἐξαγαγεῖν καὶ πρὸς τὴν στρατείαν χρῆσθαι ἄγοντα μεθ' ἑαυτοῦ, οὐδενὸς, ὧν ἄγει, πρὸς μάχας καὶ στρατείας ὄντας ἀτιμοτέρους χρῆσθαι. ὁ μέγας δὲ δομέστικος, οὐκ ἀρέσκειν, ἔφασκεν, αὐτῷ ταύτην τὴν βουλήν. οὐ γὰρ τῶν τυχόντων εἶναι τοὺς υἱοὺς, οὐδ' ἐπὶ μικροῖς τισι κατακριθέντας, ὥστ', εἰ ἀφεθεῖεν παρ' αὐτοῦ, μηδεμίαν ταραχῆς πρόφασιν παρέχειν βασιλίδι. ἀλλ' ἔδει πρότερον ἐκείνην παρασκευάσαντας συγγνώμην ἐκείνοις παρασχέσθαι, οὕτως ἐξάγειν τοῦ δεσμωτηρίου. νῦν δ' εἰ τοῦτο πράξομεν αὐτοὶ, μὴ πρότερον ἐκείνης ἐπιτρεπούσης, εἰκὸς αὐτήν τε λογίσασθαι καὶ τοὺς συκοφάντας προφάσεως οὐ τῆς τυχούσης εὐπορῆσαι, ὡς ἤδη πᾶσαν αὐτῆς παρειλόμεθα διαβάλλειν τὴν ἀρχὴν καὶ κατ' ἐξουσίαν καὶ τὰ μέγιστα διοικοῦμεν, μηδὲ λόγου γοῦν αὐτήν τινος ἀξιοῦντες. ἃ 2.112 δὴ οὔτ' ἐμοὶ πρῶτον, οὔτ' ἐκείνοις οἴομαι λυσιτελεῖν. ἀλλὰ δέον πρὸς τοῖς ἔτεσιν, οἷς εἴργονται, καὶ ὀλίγον τινὰ χρόνον διακαρτερῆσαι, καίπερ ἀνιωμένους, ἄχρις ἂν θεοῦ διδόντος ἐπανήξω τῆς στρατείας. τότε δὲ τῆς βασιλίδος δεηθεὶς αὐτὸς ὑπὲρ ἐκείνων καὶ, εἰ δέοι, καὶ ἐγγύας παρασχὼν, τοῦ τε δεσμωτηρίου παρασκευάσω ἐξελθεῖν καὶ πρὸς τὴν ἀρχαίαν εὐδαιμονίαν πειράσομαι ἐπανάγειν. νυνὶ δὲ τῆς στρατιᾶς ἤδη παρεσκευασμένης οὔσης πρὸς τὴν ἔξοδον, οὐ σχολὴ περὶ τοιαῦτα διατρίβειν, χρόνου δεόμενα πρὸς τὴν κατασκευήν. ἀλλ' ἐπειγόντων τῶν πραγμάτων, νῦν μὲν κατὰ πάροδον, ὥσπερ καὶ πρότερον πολλάκις, πρὸς αὐτοὺς παραγενόμενος, οὐ παραμυθήσομαι μόνον διὰ τὴν ἐπιδημίαν καὶ προνοίας ἀξιώσω τῆς δεούσης, ἀλλὰ καὶ χρηστοτέρων ἐμπλήσω τῶν ἐλπίδων, τὴν ἐλευθερίαν τῶν δεσμῶν ἐπαγγειλάμενος βεβαίως. ὃ καὶ τὸν μεταξὺ χρόνον αὐτοῖς ἀνεκτότερον, ἢ πρότερον ἡμέρας ποιήσει διάστημα μιᾶς.» ὁ μὲν οὖν ἠγάπα τὲ ταῖς ἐπαγγελίαις καὶ χάριτας ᾔδει πολλὰς ὑπὲρ αὐτῶν. ιηʹ. Παρακοιμώμενος δὲ αἰσθόμενος, οἷος ἦν ἐκεῖνος τὰ τοιαῦτα ἐρευνᾷν, καὶ προσελθὼν Ἀσάνῃ, πρῶτα μὲν δουλείαν ἀρχαίαν ὡμολόγει, καὶ μηδὲ τὴν τύχην, ἐν ᾗ καθέστηκε νυνὶ, τῆς πρὶν εὐτελείας ἐπιλελῆσθαι πεῖσαι διεβεβαιοῦτο, ἀλλ' οὕτως οἴεσθαι αὐτὸν οἷα δὴ ἕνα τῶν ἐκείνου οἰκετῶν, καὶ τὴν προσήκουσαν εὔνοιαν ἀγαθῷ δεσπότῃ παρὰ δούλῳ 2.113 ἕτοιμον εἶναι, καιροῦ καλοῦντος, παρασχέσθαι καὶ αὐτὸν καὶ πάντα πράττειν ὑπὲρ αὐτοῦ τε καὶ τῶν παίδων, εἰ δέοι καὶ ταῖς ἐσχάταις τύχαις περιπίπτειν. ὃ καὶ νυνὶ παρεσκευακέναι μάλιστα ἥκειν παρ' αὐτὸν, ἅμα μὲν ἃ λυσιτελεῖν αὐτῷ τε καὶ παισὶ νομίζει παραινέσοντα, ἅμα δ', εἴ τι δέοιτο πρὸς τὸ ἔργον καὶ αὐτοῦ, ὅτι προθυμότατα συναγωνιεῖται καὶ χρήμασι καὶ οἰκέταις καὶ πᾶσιν οἷς ἔχει, ἐκδιδάξοντα. τῶν γὰρ αὐτοῦ παίδων ὑπὸ βασιλέως ἀδίκῳ γνώμῃ καὶ φθονερᾷ πολὺν ἤδη χρόνον ἐν φρουρᾷ κατεχομένων, πάνυ μὲν καὶ αὐτὸν ὑπεραλγεῖν αὐτῶν οὐ μόνον ἄδικα καὶ βίαια πασχόντων, ἀλλὰ καὶ διὰ τὴν ἀρχαίαν εὔνοιαν, ἣν ἐκείνοις ὀφείλειν καὶ σοὶ τῷ πατρί· μηδὲν δὲ βοηθεῖν ἔχοντα, στέργειν τὴν ἀνάγκην. νυνὶ δὲ ὁρῶν τὸν ἐπιτηδειότατον ἥκοντα καιρὸν τῆς ἐκείνων ἐκ τῶν δεσμῶν ἐλευθερίας, μὴ προΐεσθαι ἥκειν παραινέσοντα. καίτοι γε ἀκηκοέναι, ἔφασκεν, ἐκ Σηλυβρίας ἥκων,