233
ἐρυθροῖς καὶ ἐν θρόνῳ ἀνακλίτῳ καθήμενος ἐχρημάτιζεν· ησαν δὲ περὶ αὐτὸν ἀεὶ καὶ τῶν νέων συχνοί, ους Κέλερας προσηγόρευεν, ο κατὰ τὴν τῶν ̔Ρωμαίων διάλεκτον δηλοῖ τοὺς ταχεῖς, καὶ πρόσθεν ἐβάδιζον ετεροι βακτηρίαις τὸν οχλον ἀνείργοντες, ὑπεζωσμένοι ἱμάντας, ωστε συνδεῖν ους κελευσθῶσιν. ̓Επεὶ δὲ Νομίτωρος τοῦ πάππου αὐτοῦ ἐν Αλβῃ τελευτήσαντος, ̔Ρωμύλῳ προσηκούσης τῆς βασιλείας, αὐτὸς εἰς μέσον εθηκε τὴν πολιτείαν δημαγωγῶν, καὶ κατ' ἐνιαυτὸν ἀπεδείκνυεν αρχοντα τοῖς Σαβίνοις, ἠρέθισε τοὺς ἐν ̔Ρώμῃ δυνατοὺς ἀβασίλευτον ζητεῖν καὶ αὐτόνομον πολιτείαν. οὐδὲ γὰρ οἱ καλούμενοι πατρίκιοι πραγμάτων μετεῖχον, ἀλλ' ονομα καὶ σχῆμα ην αὐτοῖς, εθους ενεκα μᾶλλον η γνώμης ἀθροιζομένοις εἰς τὸ βουλευτήριον· ειτα ̔Ρωμύλου πράττοντος ἠκροῶντο σιγῇ, καὶ τὸ πρὸ τῶν αλλων τὸ δεδογμένον ἐκείνῳ μαθεῖν πλέον εχοντες τῶν λοιπῶν ἀπηλλάττοντο. οθεν ἐδόκει τὴν γερουσίαν προπηλακίζειν· διὸ αυτη υποπτος εδοξεν ἀφανοῦς μετ' ὀλίγον γενομένου ̔Ρωμύλου. λέγεται γὰρ ἐκκλησίαν αγοντος αὐτοῦ περὶ τὸ καλούμενον Αἰγὸς ελος τοῦ μὲν ἡλίου τὸ φῶς ἐπιλιπεῖν, νύκτα δὲ κατασχεῖν βροντάς τε δεινὰς συμβῆναι καὶ πνοὰς ἀνέμων ζάλην ἐλαυνούσας. ἐν δὲ τούτῳ τὸν μὲν οχλον φεύγειν, τοὺς δὲ δυνατοὺς συστραφῆναι μετ' ἀλλήλων. τῆς δ' ἐν τῷ ἀέρι ταραχῆς λωφησάσης καὶ αυθις πολλῶν ὁμοῦ γενομένων ζητεῖσθαι τὸν βασιλέα· τοὺς δὲ δυνατοὺς 2.97 οὐκ ἐᾶν ἐξετάζειν περὶ αὐτοῦ, τιμᾶν δὲ παρακελεύεσθαι πᾶσι καὶ σέβεσθαι ̔Ρωμύλον ὡς ἀνηρπασμένον εἰς θεούς, καὶ θεὸν ἐσόμενον σφίσιν ἀντὶ χρηστοῦ βασιλέως. Οἱ μὲν ουν πολλοὶ πεπεισμένοι τοῖς λόγοις ἀπηλλάττοντο ἐλπίσι χρησταῖς αἰωρούμενοι, ενιοι δὲ ἐν ὑπονοίαις τοὺς πατρικίους πεποίηντο καὶ ἐτάραττον ὡς τὸν δῆμον ἀβέλτερα πείθοντας, αὐτοὺς τοῦ βασιλέως γεγονότας αὐτόχειρας. καὶ πράγματα αν παρέσχον τοῖς δυνατοῖς, εἰ μή τις τῶν ἱππέων ̓Ιούλιος Πρόκλος, γένει τε δοκιμώτατος καὶ ηθει χρηστὸς καὶ ̔Ρωμύλῳ πιστός, εἰς ἀγορὰν ἐλθὼν ἐνόρκως ειπεν ὡς ὀφθείη ̔Ρωμύλος αὐτῷ καλὸς καὶ μέγας ὡς ουποτε πρόσθεν καὶ οπλοις λαμπροῖς κεκοσμημένος καὶ φλέγουσι, καὶ ὡς αὐτὸς μὲν πύθοιτο "τί δὴ παθών, ω βασιλεῦ, ἡμᾶς μὲν ἐν αἰτίαις πεποίηκας πονηραῖς, πᾶσαν δὲ τὴν πόλιν ἐν πένθει προλέλοιπας;" ἐκεῖνος δὲ πρὸς ταῦτα ἀμείψαιτο "θεοῖς εδοξεν, ω Πρόκλε, τοσοῦτον ἡμᾶς μετ' ἀνθρώπων γενέσθαι χρόνον, αυθις δ' οὐρανὸν οἰκεῖν, ἐκεῖθεν οντας. ἀλλὰ χαῖρε καὶ φράζε ̔Ρωμαίοις οτι σωφροσύνην καὶ ἀνδρείαν ἀσκοῦντες ἐπὶ πλεῖστον δυνάμεως ἀνθρωπίνης ἀφίξονται. ἐγὼ δὲ ὑμῖν εὐμενὴς εσομαι Κυρῖνος." ταῦτα διά τε τὸν ορκον τοῦ λέγοντος καὶ τὸν τρόπον πιστὰ ̔Ρωμαίοις ἐδόκει τοσοῦτον ὡς μή τινα ἀντειπεῖν, πάσης δὲ ἀφεμένους ὑποψίας τε καὶ διαβολῆς ευχεσθαι Κυρίνῳ καὶ θεοκλυτεῖν. ταύτην δὲ τὴν ἐπωνυμίαν φασὶ τῷ ̔Ρωμύλῳ γενέσθαι η οτι τοὺς πολίτας Κυρίτας ὠνόμαζον η οτι τὴν αἰχμὴν η τὸ δόρυ κυρῖνον ἐκάλουν οἱ παλαιοί· ὡς ουν ἀρήιόν τινα τὸν ̔Ρωμύλον η αἰχμητὴν θεὸν ὀνομασθῆναι Κυρῖνον. λέγεται δὲ τέσσαρα μὲν ετη καὶ πεντήκοντα 2.98 βιῶναι, ογδοον δ' ἐπὶ τριακοστῷ βασιλεύων ἐνιαυτὸν ἐξ ἀνθρώπων ἀφανισθῆναι. Τούτων δὲ περὶ τὸν ̔Ρωμύλον συμβεβηκότων βασιλεύεσθαι μὲν ἐδόκει πᾶσιν, ερις δέ τις καὶ στάσις ἐφύετο τοῖς ἐν ̔Ρώμῃ οὐχ ὑπὲρ ἀνδρὸς μόνον ἡγεμονεύσοντος, ἀλλὰ καὶ πότερον τῶν γενῶν παρέξει τὸν αρξοντα. τοῖς τε γὰρ μετὰ ̔Ρωμύλου πρώτοις συνοικίσασι τὴν πόλιν οὐκ ἀνεκτὸν ἐδόκει παρ' αὐτῶν προσληφθέντας τοὺς Σαβίνους εἰς πολιτείαν αρχειν τῶν δεξαμένων βιάζεσθαι· οἱ Σαβῖνοι δὲ ἑτέρωθεν, οτι τοῦ Τατίου θανόντος μόνον ειασαν τὸν ̔Ρωμύλον αρχειν, ἐξ ἑαυτῶν ἠξίουν αἱρεθῆναι τὸν αρξοντα. Ηριζον μὲν ουν ουτω τὰ μέρη ἑκάτερα, μετεώρου δ' ἐπὶ τούτοις οντος τοῦ πολιτεύματος οἱ πατρίκιοι πεντήκοντα καὶ ἑκατὸν οντες εταξαν εκαστον ἐν μέρει τοῖς βασιλικοῖς παρασήμοις κοσμούμενον θύειν τε τοῖς θεοῖς καὶ χρηματίζειν, εξ μὲν τῆς νυκτὸς ωρας, εξ δὲ τῆς ἡμέρας. ἡ γὰρ διανομὴ τῶν καιρῶν κατὰ τὸ ισον ἑκάστου καὶ πρὸς τοὺς αρχοντας καλῶς εχειν ἐδόκει καὶ πρὸς τοὺς