233
συντόμως· ταχέως. Τὸ Θ μετὰ τοῦ Ε. ( ̓Αρσενικόν.) Θεοείκελοσ. ὁ ομοιος θεῷ. ικελος δὲ ι. Θελητήσ. προαιρετικός. Θέμεθλοσ. τὸ θεμέλιον. Θεόληπτοσ. ὑπὸ θεοῦ συσχεθείς. Θεοσέπτωρ. ὁ θεοσεβής. Θεόσ. οὐσία ἀναίτιος, αἰτία ηγουν παντοδύναμος παναλκὴς πάσης οὐσίας καὶ φύσεως, ὑπερούσιος. εἰ θέλεις δὲ γνῶναι, τί ἐστι θεὸς καὶ πῶς προσκυνεῖται, ακουσον νουνεχῶς καὶ γνῶθι τὸ ἀληθές. πατρὸς, υἱοῦ καὶ ἁγίου πνεύματος μία βουλὴ, μία σοφία, μία δύναμις. οὐχ' ὁ μὲν πρὸ αἰώνων, ὁ δὲ μετὰ αἰῶνας, ἀλλ' αμα πατὴρ, υἱὸς καὶ πνεῦμα αγιον· υἱὸς ἐν πατρὶ καὶ πνεῦμα ἐν υἱῷ· συνημμένη γὰρ ἡ φύσις, οθεν μία ἡ φύσις καὶ μία ἡ θεότης· διαιρουμένη μὲν εἰς τρία διὰ τὰς ὑποστάσεις, εἰς μοtheta.1026 νάδα δὲ καταντῶσα διὰ τὸν τῆς οὐσίας λόγον. διὰ τοῦτο καὶ πατέρα λέγοντες καὶ υἱὸν δοξάζοντες καὶ πνεῦμα αγιον ὑμνολογοῦντες ενα θεὸν λέγομεν. θεοῦ ονομα κοινόν ἐστι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. τὸ δὲ, πατὴρ, υἱὸς καὶ αγιον πνεῦμα οὐ κοινὰ ὀνόματα, ἀλλ' ἰδίας ἑκάστου ὑποστάσεως. ὁ γὰρ πατὴρ οὐ λέγεται υἱὸς, καὶ ὁ υἱὸς οὐ καλεῖται πατὴρ, καὶ τὸ πνεῦμα τὸ αγιον ουτε πατὴρ ουτε υἱὸς προσαγορεύεται. θεὸς ἀεὶ ἡ τριὰς ὀνομάζεται. λέγοντες ουν τρεῖς ὑποστάσεις ητοι πρόσωπα τρία οὐ λέγομεν τρεῖς οὐσίας η τρεῖς φύσεις η θεοὺς τρεῖς, ἀλλ' ενα θεὸν, μίαν οὐσίαν ητοι φύσιν ὁμολογοῦμεν, ινα μὴ ἀρειανίσωμεν. λέγοντες πάλιν οὐσίαν ητοι μίαν φύσιν, οὐ λέγομεν ὑπόστασιν, ινα μὴ σαβελλίσωμεν. ἀλλὰ τρεῖς ὑποστάσεις, τρία πρόσωπα ἐν μίᾳ θεότητι, οὐσίαν μίαν καὶ φύσιν πρεσβεύομεν. Θεόσ ἐστιν ἀθεώρητος οὐσία, ἀκατάληπτος νοῦς, ἀμήχανον κάλλος, ἀόρατον μέγεθος, ἀκατάληπτος φύσις, ἀπερινόητος δόξα. Θεόσ ἐστιν ἀΐδιος οὐσία, μία καὶ ἀπαράλληκτος, δημιουργικὴ τῶν οντων, εὐσεβεῖ συνειδήσει προσκυνουμένη καὶ ἐν τρισὶν ὑποστάσεσι δοξαζομένη. θεὸς καὶ πατὴρ, ὁ ων ἀεὶ, γένεσιν μὴ εχων· θεὸς καὶ υἱὸς, ὁ ων ἀεὶ, γεννηθεὶς δὲ ἀῤῥήτως παρὰ τοῦ πατρός· θεὸς καὶ τὸ αγιον πνεῦμα, δύναμις ἁγιαστικὴ, ὁμοούσιος πατρὶ καὶ υἱῷ. Θεόσ ἐστιν οὐσία ἀναίτιος, αἰτία παναλκὴς, πάσης οὐσίας ὑπερούσιος αἰτία, η ἀνώνυμος καὶ ἀσήμαντος παρ' ἀνθρώποις υπαρξις, πάσης ὑπάρξεως ποιητική. ἀκοινώνητον γὰρ ονομα ειtheta.1027 πεν ὁ Σολομῶν τὸν θεόν. ἀκοινώνητον δὲ ονομα ἐστὶ τὸ μήτε ἀγγέλοις μήτε ἀνθρώποις ἀκουσθὲν η ἐννοηθέν. Θεολόγοσ. μυστηρίων θησαυρός. Θεοδμήτων. ἐκ θεοῦ οἰκοδομηθέντων. Θεοστυγήσ. ὁ παρὰ τῷ θεῷ μισητός. Θεόσεπτοσ. ὁ θεοσεβής. Θεοειδέστατοσ. ειδος εχων θεοῦ. Θεοκάπηλοι. οἱ αἱρετικοὶ, ὡς παραμιγνύντες τὰς ἑαυτῶν διδασκαλίας τοῖς ὀρθόφροσι δόγμασιν, ὡς καὶ οἱ κάπηλοι τὸν οινον τῷ υδατι. Θεόφιν ομοιοσ. ομοιος θεοῖς. Θελητόσ. ὁ τὴν τοῦ θεοῦ ὀργὴν ἐκ κακίας πρὸς ἑαυτὸν ἐπισπώμενος. θελητὸν καὶ τὸ ἀγαπώμενον. Θέραψ. δοῦλος, ὑπηρέτης. θέραψ δὲ ην τὸν τρόπον καὶ κολακικός. Θερμουργόσ. προπετής. οἱ δὲ Πέρσαι κατωῤῥώδησαν πυθόμενοι, νέον αὐτὸν ειναι καὶ θερμουργόν. Θερείβοτοσ. τόπος ὁ εχων καὶ ἐν θέρει βοtheta.1028 σκάς. παρὰ τὸ θέρος, ἡ δοτικὴ τῷ θέρει, καὶ τὸ βοτὸν, ο σημαίνει τὴν βόσκην. Θερμόσ. ωσπερ παρὰ τὸ ειρω εἱρμὸς, ουτως καὶ παρὰ τὸ θέρω θερμός. Θεσμοφόροσ. ὁ τοὺς νόμους ἐπιφερόμενος. Θεσμοθέτησ. νομοθέτης. Θεσμὸς ὁ νόμος ἀπὸ τῆς θέσεως ὀνομάζεται. εκαστος γὰρ νομοθέτης, ὡς ἐβούλετο, ἐτίθει τοὺς νόμους. Θεσπέσιοσ. θεῖος, θαυμαστός. Θέσφατοσ. πολὺς, καὶ κατὰ ἀφαίρεσιν τοῦ ς καὶ πλεονασμὸν τοῦ ο, θεόφατός τις ων. οιον· περὶ γὰρ Χριστοῦ τὸ θέσφατον ἀνήρ. καὶ θέσφατα αἱ ἐκ θεοῦ προφητεῖαι καὶ μαντεῖαι. Θετόσ. ὁ προσποιητὸς υἱός. παρὰ τὸ τίθημι. Θεωροί. οὐ μόνον οἱ θεαταὶ, ἀλλὰ καὶ οἱ εἰς θεὸν πεμπόμενοι φύλακες τῶν χρημάτων καὶ τῶν θυσιῶν, η καὶ οἱ φροντισταὶ τῶν θείων· ωρα γὰρ ἡ φροντίς. Θεοστυγεῖσ. οὐ τοὺς ὑπὸ θεοῦ στυγουμένους λέγει ὁ ̓Απόστολος, οὐ γὰρ αὐτῷ τοῦτο δεῖξαι theta.1029 πρόκειται νῦν, ἀλλὰ τοὺς μισοῦντας τὸν θεόν. ἀρσενικὸν δέ ἐστι καὶ οὐ θηλυκόν. (Θηλυκόν.) Θεαρχίαν. τὴν αἰτίαν. ητις ἐστὶν ὁ πατὴρ, ἡ πηγαία καὶ ἀνέκλειπτος αἰτία, ηγουν ὁ θεός. †Θεοφίλεια. τὸ τὸν θεὸν φιλεῖν. Θεοφιλία δὲ