233
τὸ εἰρηκέναι τὸν Χρυσόστομον ὁ ἡμέτερος Χριστὸς τοίχοις οὐ περιγράφεται, ἐγκωμιάζοντα τὸν Ἅγιον Ῥωμανόν, οὐχ ἁπλῶς ἐκλαμβάνειν δεῖ, ἀλλὰ γνῶναι τίνι διαλεγόμενος εἴρηκεν, ἐπειδὴ ἐν ταῖς διαλέξεσιν παρατηρητέον καὶ χρόνον καὶ πρόσωπον καὶ τρόπον· χρόνον, διὰ τὸ μὴ τὰ αὐτὰ νενομοθετῆσθαι τοῖς πάλαι πρὸς τοὺς ἐν τῇ χάριτι· πρόσωπον, ὅτι ἄλλο αἱρετικὸν καὶ ἕτερον ὀρθοδόξου· τρόπον, ἐπειδὴ οὐ ταὐτόν ἐστι δογματικῶς διαλέγεσθαι καὶ ἁπλοϊκώτερον προτείνειν τὸν λόγον. τίνι οὖν διελέλεκτο ὁ Χρυσόστομος; ἆρά γε ὀρθοδόξῳ ἀναστηλοῦντι τὴν εἰκόνα Χριστοῦ; οὐδαμῶς· ἀλλά τινι Ἕλληνι, ὃς τὴν πάντων ὑπερκειμένην αἰτίαν καὶ ἐκ τῶν ἐν τοῖς οὖσιν ἐσχάτων χαρακτηρίζει, ὥς φησιν ὁ θεῖος ∆ιονύσιος, καὶ οὐδὲν αὐτὴν ὑπερέχειν φῆ τῶν πλαττομένων αὐτῷ ἀθέων καὶ πολυειδῶν μορφωμάτων. καλῶς οὖν καὶ πάνυ εἰκότως ἔφη ὁ πατήρ, ὁ ἡμέτερος Χριστὸς τοίχοις οὐ περιγράφεται· προσυπακουστέον "4τῇ τῆς θεότητος φύσει"5, ὡς τῶν ἐκείνου θεῶν ἐν τοίχοις ἱδρυμένων κἀκεῖ περιωρισμένων καὶ οὐκ ἐχόντων τι ἄλλο νοούμενον παρ' ὃ βλέπονται τοῖς ὁρῶσιν. ὀφθαλμοὶ αὐτοῖς καὶ οὐ βλέπουσιν, ὦτα καὶ οὐκ ἀκούουσιν, χεῖρες καὶ οὐ ψηλαφῶσιν, πόδες καὶ οὐ περιπατοῦσιν, ῥῖνες καὶ οὐκ ὀσφραίνονται, καθὰ προφητικῶς κατηγοροῦνται. Ὁ δὲ ἡμέτερος Χριστὸς οὐ κατὰ τὸ ὁρώμενον μόνον ἄνθρωπος κυρίως καὶ ἀληθῶς, ἐπείπερ ὅμοιος ἡμῖν κατὰ πάντα χρηματίσας, καὶ ἐνσώματος καὶ ἔμπνους καὶ ἐνῆλιξ καὶ ὅσα ἄλλα γνώριμα τῇ ἀνθρωπείᾳ φύσει πλὴν μόνης ἁμαρτίας, ἀλλὰ καὶ θεὸς φύσει καὶ ἀληθείᾳ, καὶ ὁ αὐτὸς ἀμφότερα. οἷόν τι λέγω, ὥς φησί που ὁ αὐτὸς Χρυσόστομος, κάτω κοπιᾷ καὶ ἄνω συγκροτεῖ τὰ στοιχεῖα, κάτω πεινᾷ καὶ ἄνωθεν ὑετοὺς χορηγεῖ, κάτω δειλιᾷ καὶ ἄνω βροντᾷ, κάτω δικαστηρίῳ παρίσταται καὶ ἄνωθεν πάντα θεωρεῖ. κατὰ τοῦτο οὖν εἴρηται αὐτῷ πρὸς τὸν Ἕλληνα, ὁ ἡμέτερος Χριστὸς τοίχοις οὐ περιγράφεται· καὶ οὐχ ἡγεῖτο χρῆναι ἀκριβολογεῖσθαι περὶ τὴν ἀπόφασιν εἵνεκα τῆς νυνὶ λυττώσης αἱρέσεως. δῆλον δὲ ὅτι τὸν κοπιῶντα καὶ πεινῶντα, δειλιῶντά τε καὶ παριστάμενον κριτηρίῳ οἶδεν ἀσφαλῶς ὁ ἅγιος σώματος χαρακτῆρι περιγράφεσθαι εἴτε ἐν τοίχῳ χρώμασιν εἴτε ἐν πίνακι. καὶ ἐν τοῖς ἐναργέσιν οὐκ ἦν λόγος αὐτῷ διασαφήσεως· εἰ γὰρ τὸν ἀσώματον ἄγγελον ἰδεῖν ἔφη ἐν εἰκόνι, τὸν ἐνσώματον Χριστὸν οὐ βλέπει εἰκονιζόμενον; ἠλίθιον οὖν τοιοῦτόν τι περὶ τοῦ ἁγίου ὑπολαμβάνειν. εἰ οὖν εἰς μαρτυρίαν αὐτὸν ἔχουσι τοῦ πονηροῦ αὐτῶν δόγματος, τί τὸν αὐτὸν ἀποβάλλονται, μὴ δεχόμενοι ἄγγελον εἰκονίζεσθαι μηδ' αὖ τινα τῶν θεοφόρων, λέγοντος ὧδέ που πάλιν τοῦ Χρυσοστόμου· ὅπερ γοῦν ἐν ὀνόμασιν ἐποιήσατε, τοῦτο καὶ ἐπὶ τῆς εἰκόνος ἐπράξατε τῆς ἐκείνου (ἤγουν Μελετίου τοῦ ἁγίου)· καὶ γὰρ καὶ ἐν δακτυλίων σφενδόναις καὶ ἐν ἐκπώμασι καὶ φιάλαις καὶ ἐν θαλάμων τοίχοις καὶ πανταχοῦ τὴν εἰκόνα τὴν ἁγίαν ἐκείνην διεχάραξαν πολλοί. ἀλλ' ὅμως οὐδὲ ἀκοῦσαι αὐτοῦ ἀνέχονται. Περὶ τῆς ἱστορίας τοῦ Ἁγίου Παγκρατίου, ὅτι οὐ δηλοῖ πρὸς τίνος συνεγράφη, τί τοῦτο; σχεδὸν πάντα τὰ μαρτυρογράφια ἀνεπίγραφά εἰσιν· ἀλλ' ὅμως βέβαιά εἰσιν, κἀκεῖθεν οἱ διδάσκαλοι ἀφορμίζονται ποιεῖν τὰ τῶν μαρτυρησάντων ἐγκώμια. ὁ Ἅγιος Παγκράτιος ἐν Σικελίᾳ τιμᾶται ναῷ μεγίστῳ, ἐν ᾧ φασι καὶ σημεῖα γεγενῆσθαι. ὁ οὖν μὴ δεχόμενος τὴν ἱστορίαν συναπεβάλετο τὸν μάρτυρα δῆλον ὅτι. Ταῦτα μὲν ὡς ἐν ὀλίγοις. σὺ δέ, τέκνον, ὑγίαινέ τε καὶ σῴζοιο καὶ τοῦ Γρηγορίου μακρὰν ἀπόστηθι, μή σε ὀλέσῃ ἐξ ἀπροσεξίας. 387 {1Ἐγκλειστῇ}1 Ἀνέγνων σου τὸ γράμμα τῆς εὐλαβείας. ἀλλὰ τίς ὁ ἔπαινος, ὃν ἐποίησας ἡμῖν, ξένοις οὖσι παντὸς ἀγαθοῦ; τίς δὲ καὶ ἡ ἐπιζήτησις τοῦ διδασκαλικοῦ λόγου μὴ ἔχουσιν οἰκειοποτεῖν, οὐχ ὅτι γε καὶ ἑτέροις ἄρδειν νάματα; ὅμως ἐπειδὴ γέγραπται παντὶ τῷ αἰτοῦντί σε δίδου, δέξαιο βραχυλογίαν τινὰ τῆς πενιχρότητος ἡμῶν. τῶν ἐν τῷ κοινῷ βίῳ ἀναστρεφομένων οὐχ οὕτως δύναιτ' ἂν ὁ τῆς διανοίας ὀφθαλμὸς κεκαθάρθαι, ὡς ἐνατενίζειν ἀπαραποδίστως τῷ κάλλει τῆς