1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

233

ἀφείλαντο χρυσίου λίτρας αρʹ καὶ 485 πολὺν λαὸν κατέσφαξαν σὺν τῷ στρατηγῷ καὶ τοῖς ἄρχουσιν. ἦσαν γὰρ καὶ τῶν λοιπῶν θεμάτων ταξάτοι ἄρχοντες οὐκ ὀλίγοι, καὶ πάντες ἐκεῖ ἀπώλοντο. ἔλαβον δὲ καὶ τὸ τοῦλδον ὅλον καὶ ὑπέστρεψαν. τῷ δ' αὐτῷ ἔτει πρὸ τῆς ἑορτῆς τοῦ πάσχα Κροῦμμος, ὁ τῶν Βουλγάρων ἀρχηγός, παραταξάμενος κατὰ Σερδικῆς ταύτην παρέλαβε δόλῳ καὶ λόγῳ, στρατεύματα Ῥωμαϊκὰ κατασφάξας χιλιάδας ʹ χωρὶς ἰδιωτικοῦ πλήθους. Νικηφόρος δὲ δῆθεν κατ' αὐτοῦ ἐξελθὼν τῇ γʹ ἡμέρᾳ τῆς ἑβδομάδος τοῦ σωτηρίου πάθους ἀξιόλογον μὲν οὐδὲν πέπραχεν, τοῖς δὲ περισωθεῖσιν ἐκ τῆς σφαγῆς ἄρχουσιν αἰτοῦσι λόγον σωτηρίας ἀπαξιώσας δοῦναι, τοῖς ἐχθροῖς προσφυγεῖν ἐβιάσατο, ἐν οἷς ἦν καὶ Εὐμάθιος ὁ σπαθάριος μηχανικῆς ἔμπειρος. ὁ δὲ Νικηφόρος πρὸς τῇ πολλῇ ἀδοξίᾳ σάκραις ἐνόρκοις τὴν βασιλίδα πόλιν πείθειν ἐσπούδαξεν, ὅτι τὴν τοῦ πάσχα ἑορτὴν ἐν τῇ αὐλῇ τοῦ Κρούμμου ἑώρτασεν. τὴν δὲ παραληφθεῖσαν Σερδικὴν οἰκοδομεῖν βουλόμενος, ἀνθιστάμενα τὰ πλήθη φοβηθεὶς ὑποβάλλει διὰ τῶν στρατηγῶν καὶ ἀρχόντων πεῖσαι τοὺς ὄχλους αἰτήσασθαι τῷ βασιλεῖ περὶ τῆς οἰκοδομῆς. οἱ δὲ τὸ δρᾶμα κατανοήσαντες ὡς ἐκ τῆς ἐκείνου κακοπραγίας ὑποβεβλημένον στασιάζουσι κατ' αὐτοῦ καὶ τῶν ἰδίων ἀρχόντων ὥρᾳ ʹ, καὶ ἐπελθόντες διαρρήσσουσι τὰς σκηνὰς αὐτῶν. ἐλθόντες δὲ ἕως τῆς βασιλικῆς ὕβρεσι πολλαῖς καὶ ἀραῖς αὐτὸν ἔβαλλον μηκέτι φέρειν τὴν ἄμετρον φιλαργυρίαν καὶ κακομήχανον αὐτοῦ γνώμην ἐξομνύμενοι. ὁ δὲ τῷ ἀθρόῳ τῆς στάσεως σφόδρα καταπτοηθεὶς καὶ ἀναστὰς τῆς τραπέζης, πρῶτον μὲν διὰ Νικηφόρου καὶ Πέτρου τῶν πατρικίων ὅρκοις καὶ πιθανολογίαις κατευνάζειν ἐπειρᾶτο τὸ στράτευμα. οἱ δὲ μικρὸν παυσάμενοι βουνόν τινα κατέλαβον οἱ τρισάθλιοι τῆς ἐν χερσὶν ἐπιλαθόμενοι πράξεως, τό, "κύριε ἐλέησον," ἀναβοῶντες ὡς ἐπί τινι σεισμῷ ἢ ἀνομβρία. ὁ δὲ πρὸς πᾶσαν κακουργίαν ἕτοιμος λαθραίαις δωρεαῖς διὰ τῆς νυκτὸς τοὺς πολλοὺς τῶν ἀρχόντων ἐξαπατήσας τῇ ἐπαύριον αὐτὸς δι' ἑαυτοῦ μέσος ἐλθὼν τοῖς ὄχλοις διελέχθη, περὶ πάσης εὐημερίας ὅρκοις φρικτοῖς αὐτοὺς διαβεβαιωσάμενος καὶ τὰ τῆς ἴσης 486 πρὸς τὰ τέκνα στοργῆς. καὶ παραυτίκα τὴν βασιλίδα καταλαμβάνει, Θεοδόσιον, πατρίκιον καὶ προμοσκρίνιον, τὸ ἐπίκλην Σαλιβαρᾶν, ἐάσας εἰς τὸ καταμαθεῖν δι' ἀλλήλων τοὺς στασιάσαντας. ἐν δὲ τῷ ἐπανέρχεσθαι τὰ πλήθη ῥογεύειν αὐτοὺς προσποιησάμενος, κατὰ τὸν ἅγιον Μάμαντα δαρμοῖς τε καὶ κουραῖς καὶ ἐξορίαις τοὺς πλείστους τιμωρησάμενος, εἰς Χρυσόπολιν τοὺς λοιποὺς διεβίβαζε καταπατήσας τοὺς τηλικούτους φοβεροὺς ὅρκους. οἱ δὲ διὰ τὴν συμφορὰν πύρινον ποταμὸν τὸ Πέραμα προσηγόρευσαν. ηʹ. βʹ. ιδʹ. εʹ. Τούτῳ τῷ ἔτει Νικηφόρος μετὰ τὰς ἀθέους ὑπεξελεύσεις τὰ στρατεύματα πάντῃ ταπεινῶσαι σκεψάμενος Χριστιανοὺς ἀποικίσας ἐκ παντὸς θέματος ἐπὶ τὰς Σκλαυινίας γενέσθαι προσέταξεν, τὰς δὲ τούτων ὑποστάσεις πιπράσκεσθαι. καὶ ἦν αἰχμαλωσίας οὐκ ἔλαττον τὸ πρᾶγμα, πολλῶν ἐξ ἀνοίας βλασφημούντων καὶ ἐχθρῶν ἐφόδους αἰτούντων, ἑτέρων δὲ περὶ τοὺς γονικοὺς τάφους θρηνούντων καὶ τοὺς ἀποθανόντας μακαριζόντων· εἰσὶ δὲ οἳ καὶ ἀγχόναις ἐχρήσαντο πρὸς ἀπαλλαγὴν τῶν δεινῶν. τά τε γὰρ προσόντα δυσκίνητα συνεπιφέρεσθαι ἠδυνάτουν καὶ τὴν ἐκ γονικῶν πόνων κτηθεῖσαν ὕπαρξιν ὀλλυμένην ἑώρων· καὶ πᾶσα τοὺς πάντας εἶχεν ἀμηχανία, τῶν μὲν πενήτων ἐν τούτοις καὶ τοῖς ἑξῆς ῥηθησομένοις, τῶν δὲ ὑπερεχόντων συμπασχόντων αὐτοῖς καὶ μὴ δυναμένων βοηθῆσαι ἀπεκδεχομένων τε βαρυτέρας συμφοράς. ταῦτα ἤρχθη μὲν ἀπὸ τοῦ Σεπτεμβρίου μηνός, πρὸς δὲ τὸ ἅγιον πάσχα πεπέρασται. δευτέραν σὺν ταύτῃ κάκωσιν, προσέταξε στρατεύεσθαι πτωχοὺς καὶ ἐξοπλίζεσθαι παρὰ τῶν ὁμοχώρων, παρέχοντας καὶ ἀνὰ ὀκτωκαίδεκα ἡμίσους νομισμάτων τῷ δημοσίῳ, καὶ ἀλληλεγγύως τὰ δημόσια. τρίτην κακόνοιαν, ἐποπτεύεσθαι πάντας, καὶ ἀναβιβάζεσθαι τὰ τούτων τέλη, παρέχοντας καὶ χαρτιατικῶν ἕνεκα ἀνὰ κερατίων βʹ·