κρίνον. Περὶ δὲ τοῦ δισυλλάβου μολγοῦ 3.737 ζήτει εἰς τὸν Κωμικόν.] Ἀχαιοὶ δὲ κατὰ τοὺς Γλωσσογράφους ἀμολγὸν τὴν ἀκμήν φασιν, ὡς εἶναι νυκτὸς ἀμολγόν τὴν ἀκμήν, ἤτοι τὸ μέσον, κατὰ τὸ «θέρους ἦν ἀκμή». ὁ μέντοι παρὰ Θεοκρίτῳ ἀμολγεὺς ποιμενικὸν ἀγγεῖόν ἐστιν, ἐν ᾧ ἀμέλγουσιν. Ὅτι καὶ ἐνταῦθα πτῶσίς τε πυκνὴ οὐκέτι Τρώων ἀλλ' Ἀχαιῶν καὶ σχήματα φράσεως διάφορα καὶ ῥήματα ποικίλα· ἔπεφνεν ὁ δεῖνα τὸν δεῖνα, ἐξενάριξε, βάλεν, ἕλεν, ὃ καὶ πλεονάζει τρὶς λεχθέν. κεῖνται δ' ἐν τούτοις καὶ τρία κύρια τριβράχεα παροξύτονα, Στιχίος, Κλονίος, Ἐχίος, ὁ καὶ πρώτῃ ἐν ὑσμίνῃ πεσών, ἤγουν ἐν προμάχοις, κατὰ τὸν βληθέντα κατωτέρω ἐν προμάχοισι. Τῶν δὲ πιπτόντων οἱ μὲν πρὸς μόνην κλῆσιν μνημονεύονται, οἱ δὲ καὶ μετά τινος ἐπισημασίας, καὶ ταύτης ἢ ἑνὶ στίχῳ περικεκλεισμένης ἢ πλείοσιν. (ῃ. 329-31) Ἑνὶ μὲν ἐπὶ τῶν πεσόντων ὑπὸ τῷ Ἕκτορι, Στιχίου δηλαδή, ὃς Βοιωτῶν ἡγήτωρ ἦν χαλκοχιτώνων, καὶ Ἀρκεσιλάου, ὃς Μενεσθῆος μεγαθύμου πιστὸς ἦν ἑταῖρος, πλείοισι δὲ ἐφ' ὧν ὁ Αἰνείας ἀνεῖλεν, ἤγουν ἐπὶ Μέδοντος καὶ Ἰάσου. (ῃ. 332-8) Ὧν Μέδων μὲν «νόθος υἱὸς Ὀϊλῆοςθείοιο ἔσκεν, Αἴαντος ἀδελφεός, αὐτὰρ ἔναιεν ἐν Φυλάκῃ», τῇ Θετταλικῇ, «γαίης ἀπὸ πατρίδος ἄνδρα κατακτὰς γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχ' Ὀϊλεύς· Ἴασος αὖτ' ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο, υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο». (ῃ. 335) Ἐν τούτοις δὲ τὸ μὲν «ἄνδρα κατακτάς» οὐκ ἂν ἀνδροφόνον λέγοι τὸν Μέδοντα. ἐκεῖνο μὲν γὰρ λῃστοῦ κλῆσις. τὸ δὲ ἄνδρα κατακτεῖναι τὸν ἄλλως φονέα δηλοῖ. (ῃ. 336) Ἡ δὲ Ἐριῶπις εἰς ταὐτὸν μὲν ἥκει τῷ βοῶπις, ἐστὶ δ' ἐνταῦθα κύριον ὄνομα. Τὸ δὲ «ἣν εἶχεν Ὀϊλεύς» οὐ πάντῃ ἐκ περισσοῦ κεῖται, ἀλλὰ πρὸς δήλωσιν ἐναργῆ τοῦ τίνος ἦν μητρυιὰ ἡ Ἐριῶπις, ὅτι δηλαδὴ τοῦ Ὀϊλείδου Μέδοντος. (ῃ. 337) Τὸ δὲ «ἐτέτυκτο» τευκτόν, ἤτοι χειροτονητὸν καί, ὡς εἰπεῖν, ποιητὸν Ἀθηναίων βασιλέα βούλεται φάναι τὸν Ἴασον. (ῃ. 338) Ὅτι δὲ ὥσπερ Ποιμὴν κύριον ὄνομα, οὕτω καὶ Βουκόλος ἐκ προσηγορικοῦ, δηλοῖ ὁ Βουκολίδης Σφῆλος. Ἔτι τῶν, ὡς εἴρηται, πιπτόντων οἱ μὲν ὁμοιοπτώτως φράζονται, οἷον Ἕκτωρ μὲν τὸν δεῖνα καὶ δεῖνα ἔπεφνε, τὸν μὲν Βοιωτῶν ἡγήτορα, τὸν δὲ Μενεσθῆος ἑταῖρον, οἱ δὲ ἀνομοιοπτώτως προφέρονται, οἷον Αἰνείας δὲ τὸν δεῖνα καὶ δεῖνα ἐξενάριξεν, ἤτοι ὁ μὲν νόθος υἱὸς Ὀϊλῆος καὶ ἑξῆς, ὁ δὲ ἀρχὸς Ἀθηναίων, υἱὸς δὲ Σφήλου. (ῃ. 341 ς.) Πίπτει δέ τις ἐνταῦθα καὶ ὑπὸ τῷ Πάριδι, ∆ηΐοχος, βληθεὶς «νείατον ὦμον 3.738 ὄπισθεν, φεύγων ἐν προμάχοισι». Καί φασι μόνον τοῦτον Ἑλλήνων ὄπισθε βεβλῆσθαι. καὶ ἴσως ἐνταῦθα τοῦτο, ἄλλως γὰρ καὶ Ἠϊονεύς που ὑφ' Ἕκτορος οὕτως ἀναιρεῖται. (ῃ. 328) Ὅρα δ' ἐν τούτοις καὶ ὅτι φθάσας εἰπεῖν Ὅμηρος ἀορίστως τὸ «ἔνθα δ' ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης», ὅπερ ἐπὶ τροπῆς πολέμου λέγοιτ' ἄν, ἐπήγαγεν εὐθὺς καὶ τὰ ὡρισμένα, ἤγουν ὁ δεῖνα τὸν δεῖνα καὶ ὁ δεῖνα τὸν δεῖνα. (ῃ. 328) Ἔστι δὲ κεδασθῆναι τὸ διαλυθῆναι, φυσικῶς μὲν ἐκ τοῦ ˉκ ἔχον τὴν ἀρχήν. ἐκ τοῦ κεάζω γάρ, τὸ κλῶ, γίνεται, ἀφ' οὗ καὶ ἡ κέδρος καὶ τὸ ἐν Ὀδυσσείᾳ ξύλα κεάσαι, κατὰ χρείαν δέ ποτε μέτρου καὶ μετὰ τοῦ ˉσ προφερόμενον. κεκοίνωται γοῦν μάλιστα τὸ σκεδάζειν. (ῃ. 332) Ἰστέον δὲ καὶ ὅτι ἐν τοῖς ὑπὸ τῷ Αἰνείᾳ, ὡς ἐρρέθη, πεσοῦσι δυσὶ πρῶτον ἱστόρησεν ὁ ποιητὴς τὰ περὶ τοῦ πρώτου, ἤγουν τοῦ Μέδοντος, εἶτα εἶπε τὰ κατὰ τὸν δεύτερον Ἴασον, πρὸς τὸ πρῶτον κατὰ φύσιν ἀπαντήσας, ὁποῖά τινα καὶ ἐν τῇ ἀρχῇ τῆς ῥαψῳδίας ταύτης ἐσημειώθη. (ῃ. 331-8) Ὅτι δὲ τὸ Ὀϊλεύς δίχα τοῦ ἐν ἀρχῇ ˉο προφέρουσί τινες, ἤδη δεδήλωται. Φασὶ δὲ οἱ παλαιοί, ὅτι Στησίχορος καὶ Ἡσίοδος τὴν τοιαύτην οἴδασι προφοράν, οἷς ἀκολουθῶν καὶ Ζηνόδοτος βιάζεται πανταχοῦ τὴν Ὁμηρικὴν γραφήν. διὸ καὶ ἐν τῷ «οὐδ' ἂρ Οἰληιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο» καὶ τοῖς τοιούτοις κακουργεῖ μεταγράφων, καὶ δίχα τοῦ ˉο ἐκφέρει τὰ κατὰ τὸν Ὀϊλέα. (ῃ. 338) Ὁ δὲ Σφῆλος βαρύνεται κανόνι τοιούτῳ. Τὰ εἰς ˉλˉοˉς δισύλλαβα κύρια τῷ ˉη παραληγόμενα βαρύνονται· Τῆλος, Μῆλος, Βῆλος, Σφῆλος, ἐπιθετικὰ δὲ ποτὲ μὲν ὀξύνονται, οἷον πηλός, χηλός, κηλός, βηλὸς οἴκου, ποτὲ δὲ καὶ βαρύνονται·