234
ὡς πολλὰ μεγάλου δομεστίκου τοῦ κηδεστοῦ δεηθεὶς ὑπὲρ ἐκείνων, οὐδὲν πλέον ἠδυνήθης, ἀλλὰ κεναῖς ἐλπίσι μετεωρίσας καὶ φενακίσας, ἀπιὼν ᾤχετο, ὡς ἀπολύσων τῆς εἱρκτῆς, ἢν ἐπανήξῃ τῆς ἑσπέρας. τοῦτο δὲ εἴ σε λέληθεν ὡς ἀπάτη, πάνυ μάλιστα θαυμάζειν ἔχω. οὔτε γὰρ, βασιλέως ζῶντος, τοὺς γυναικὸς ἀδελφοὺς ἀπαλλάττειν τῶν κακῶν ἀδυνάτως εἶχεν, εἴγε δίκαια καὶ αὐτῷ προσήκοντα ᾑρεῖτο πράττειν, οὐκ ἐλάσσω δυνάμενος ἢ ὅσα 2.114 βασιλεύς. νυνί τε, ὥσπερ οὐδ' αὐτὸς ἀγνοεῖς, οὐ τοιαῦτα μόνον, ἀλλὰ καὶ μείζω πολλῷ καταπράττεσθαι δύναιτ' ἂν, ἀνυπεύθυνον ἔχων τὴν ἀρχὴν καὶ τῶν πραγμάτων αὐτοκράτωρ ὤν. ἀλλὰ καὶ τότε, πείθοντος αὐτοῦ βασιλέα, κατείχοντο δεσμῶται, τῆς τε ἀνδρίας βασκαίνοντος καὶ τῆς συνέσεως καὶ μὴ παρευδοκιμηθείη παρ' ἐκείνων, δεδοικότος· καὶ νῦν οὐδὲν ἧττον διανενόηται παρ' ὅλον τὸν βίον κατέχειν ἐν δεσμοῖς. τοῦτο δὲ οὐ στοχαζόμενος εἶπον, ἀλλ' ἀκριβῶς εἰδώς. οἶσθα γὰρ, ὡς πολλῆς εὐμενείας ἀπολαύων παρ' αὐτοῦ καὶ τῶν ἀποῤῥήτων κοινωνῶν αὐτῷ, ὧν διὰ τὴν εἰς ὑμᾶς εὔνοιαν καταπεφρόνηκα νυνὶ, πάντα ἀκριβῶς σύνοιδα αὐτῷ, ὅθεν οὐδ' ἀπιστεῖν ἐμοὶ χρεὼν, ἀλλὰ βουλεύεσθαι τὴν ταχίστην, ἕως ἐστὶ καιρὸς, οὐ μόνον τοὺς παῖδας ἀπαλλάττειν τῶν κακῶν, ἀλλὰ καὶ σεαυτῷ τὴν Ῥωμαίων ἀρχὴν, σοὶ μάλιστα προσήκουσαν τῶν πάντων, περιποιεῖν. τοῦτο δ' ἕτερον τρόπον ἀδύνατον γενέσθαι, εἰ μὴ πρότερος ἐκεῖνος ἐκβληθείη τῶν πραγμάτων τῆς ἀρχῆς. ἐκεῖνο δὲ πάλιν ἑτέρως οὐκ ἐγχωρεῖ, εἰ μὴ αὐτὸς ἐκπολεμώσεις ἐκείνῳ βασιλίδα, ὡς ἁρπάζειν τὴν βασιλείαν διανοουμένου κατειπὼν καὶ αὐτὴν καὶ παῖδας διαφθείρειν. ἀξιώτατος δ' ἂν εἴης πιστεύεσθαι παρ' αὐτῇ, οὐ μόνον ὡς τὰ βεβουλευμένα τῷ γαμβρῷ σαφῶς εἰδὼς, ἀλλ' ὡς καὶ φύσεως αὐτῆς ὑπὲρ τῆς εἰς ἐκείνην εὐ 2.115 νοίας καὶ τὸν παῖδα βασιλέα δοκῶν καταφρονεῖν. καίτοι γε φαίη τις ἂν, οὐδὲ τὴν ἐκείνου κατάλυσιν καὶ φθορὰν ἄδολόν σοι καὶ καθαρὰν τὴν ἡδονὴν παρέχειν, οἷα δὴ τῆς θυγατρὸς ἐκείνῳ συνατυχούσης. τοῦτο δ' ὅσην ἔχει τὴν διαφορὰν, ἔξεστι παράλληλα θέμενον τὰ πράγματα σκοπεῖν. οὐ γὰρ ὅμοιον, τοὺς μὲν τῶν παίδων ὥσπερ κατορωρύχθαι ζῶντας, τοὺς δὲ παρ' ἀξίαν πράττειν κακῶς καὶ ἐνδεῶς καὶ ἀνελευθέρως ζῇν, καὶ γένος ὑπ' ἐκείνου πᾶν ὥσπερ δοῦλον ἄγεσθαι καὶ φέρεσθαι, καὶ αὐτὸν οὐδὲν ἀμείνω πάσχειν ὑπὸ τῆς πρὸς πάντας συμπαθείας, καὶ μιᾶς ἀτυχησάσης θυγατρὸς πάντ' ἐκεῖνα λελύσθαι τὰ δυσχερῆ καὶ σὲ δύνασθαι οὐ γένος μόνον καὶ οἰκείους, ἀλλὰ καὶ τοὺς ἄλλους φίλους λαμπροὺς ποιεῖν καὶ περιδόξους, πάσης ἐξ ἐκείνου μετενηνεγμένης τῆς Ῥωμαίων ἀρχῆς εἰς σέ. τίς γὰρ, ἐκείνου πεσόντος ἢ καὶ τῆς ἀρχῆς ἐκβεβλημένου, σοῦ μᾶλλον δικαιότερος, ἐπὶ τῶν πραγμάτων εἶναι, οὐκ ἀνδρίᾳ μόνον καὶ πολέμων ἐμπειρίᾳ, ἀλλὰ καὶ λαμπρότητι γένους καὶ συνέσει καὶ τοῖς ἄλλοις ἅπασιν οὐκ ὀλίγῳ τινὶ τῷ μέσῳ πάντας Ῥωμαίους παριόντος. ἐγὼ δὲ πρὸς ἅπαντα προθύμως συναγωνιοῦμαι, τάξιν ἐπέχων ὑπηρέτου καὶ πρὸς πᾶν τὸ κελευόμενον ἑτοιμότατα ἔχων ὑπακούειν. οὐ δὴ, πρὸς τοιοῦτον ἰσχυρότατον ἀνταγωνιστὴν ἀποδυόμενον, περὶ ψεύδους καὶ ἀληθείας ἀκριβολογεῖν χρεὼν, ἀλλὰ πρὸς ἓν μόνον, τὴν ἐκείνου κα 2.116 τάλυσιν, προσῆκον ἀφορᾷν· τἄλλα δὲ μηδὲν ἡγεῖσθαι, εἰ μέλλεις τι τῆς σῆς συνέσεως καὶ στρατηγίας ἀξιόχρεων ποιεῖν. ὁρῶμεν δὲ καὶ τῶν στρατηγῶν τοὺς μάλιστα συνετωτάτους οὐκ ἀεὶ τῇ παῤῥησίᾳ χρωμένους καὶ κατὰ στόμα τοῖς πολεμίοις ὑπαντῶντας, ἀλλ' ἔστιν οὗ καὶ ἀπάταις χρωμένους καὶ δόλοις καὶ μηχαναῖς τισι, καὶ μάλιστα, ἡνίκα δέῃ φοβεροῖς τισι καὶ δυνατωτάτοις συμπλέκεσθαι πολεμίοις. καὶ οὐδεὶς αὐτῶν κακίζει τὴν ἀπάτην, ἀλλὰ καὶ θαυμάζομεν ἅπαντες, οἷα δὴ πλείω τῆς συνέσεως ἢ τῆς ῥώμης δυναμένης κατορθοῦν. ιθʹ. Τοιαῦτα καὶ πρὸς ἐκεῖνον εἰπὼν καὶ πείσας, ὅρκοις τε ἀσφαλισάμενος, ὡς νῦν τε προθυμότατα συναγωνιεῖται καὶ, καταστάντος πρὸς τὴν ἀρχὴν, ἐν ὑπηρέτου τελέσει μοίρᾳ, μόνον βουλεύεσθαι καταλιπὼν, ὅπως ἂν τὸ σπουδαζόμενον κατορθωθείη, ἐπὶ τοὺς ἀδελφοὺς ἐχώρει Κωνσταντῖνόν τε καὶ