234
ἀρχομένους αὐτούς· ἀφῄρει γὰρ τὸν φθόνον ἡ ταχίστη τῆς ἐξουσίας ἀπόθεσις, ὁρώντων τῶν ἀρχομένων τῆς αὐτῆς ἡμέρας τε καὶ νυκτὸς τὸν αὐτὸν ἰδιώτην ἐκ βασιλέως γινόμενον. οιδα μὲν ουν καὶ ετερά τινα περὶ τῆς τοιαύτης εἰρημένα ἀρχῆς, ἀλλ' αὐτὸς τῷ πιθανωτέρῳ ἐθέμην. τὸ δὲ σχῆμα τῆς ἀρχῆς τοῦτο μεσοβασιλεία ̔Ρωμαίοις ὠνόμαστο. ̓Αλλὰ καὶ ουτως ἐξ ὑπονοίας ἐφύοντο θόρυβοι, ὑποπτευομένων τῶν πατρικίων εἰς ὀλιγαρχίαν τὴν 2.99 πολιτείαν περιιστᾶν καὶ μὴ βούλεσθαι βασιλεύεσθαι· ἐκ δὲ τούτου κατεστασίαζον. ὁμονοησάντων δὲ πάντων αἱρεθῆναι τὸν βασιλεύσοντα, οἱ Σαβῖνοι τοῖς ̔Ρωμαίοις προτέροις τὴν αιρεσιν εδοσαν· οἱ δ' ἐκ Σαβίνων ειλοντο Νόμαν Πομπίλιον, οντα ανδρα γνώριμον πᾶσι δι' ἀρετήν. στέλλονται γοῦν πρὸς ἐκεῖνον ἐκ ̔Ρώμης πρέσβεις· οὐ γὰρ ἐν τῇ ̔Ρώμῃ μετῴκιστο, ἀλλ' ἐν Σαβίνοις ην καὶ πόλιν ῳκει τὴν Κυριτῶν, πατρὸς ων Πομπωνίου ἀνδρὸς εὐδοκίμου, πᾶσαν ἀρετὴν φύσει τε καὶ παιδείᾳ ἐξησκημένος. οθεν καὶ ονομα μέγα καὶ δόξαν ειχεν, ὡς καὶ Τάτιον τὸν τῷ ̔Ρωμύλῳ συμβασιλεύσαντα κηδεστὴν αὐτὸν ἐπὶ Τατίᾳ θέσθαι τῇ θυγατρί, ην μίαν ἐκεῖνος ἐγείνατο· η δέκα ἐπὶ τρισὶν ἐνιαυτοὺς τῷ Νόμᾳ συνοικήσασα μετήλλαξε τὴν ζωήν. ὁ δὲ Νόμας ἐκλιπὼν τὰς ἐν αστει διατριβὰς ἀγραυλεῖν τὰ πολλὰ καὶ διατρίβειν ηθελεν ἐν λειμῶσι καὶ αλσεσιν. Ηκον ουν ἀπὸ ̔Ρώμης οἱ πρέσβεις καλοῦντες ἐπὶ τὴν βασιλείαν αὐτὸν ηδη τεσσαρακοστὸν ετος ἀνύοντα· ὁ δὲ ἀπείπατο. οἱ πρέσβεις δ' ἐνέκειντο, πάντα τρόπον πείσειν αὐτὸν μηχανώμενοι, καὶ δεόμενοι μὴ τὴν πόλιν αυθις εἰς στάσιν ἐμβαλεῖν καὶ ἐμφύλιον πόλεμον, οὐκ οντος ἑτέρου πρὸς ον αμφω τὰ μέρη συννεύσουσιν. ἰδίᾳ μέντοι καὶ ὁ πατὴρ παρεκίνει τὸν Νόμαν δέξασθαι τὴν ἀρχὴν ὡς θεῖον δῶρον καὶ ὑπηρεσίαν θεοῦ καὶ πράξεων καλῶν καὶ μεγάλων ἀνδρὶ φρονίμῳ τε καὶ χρηστῷ ἐσομένην αἰτίαν, σύνδεσμόν τε τῇ πατρίδι καὶ παντὶ τῷ Σαβίνων εθνει εὐνοίας τε καὶ φιλίας πρὸς πόλιν δυνατὴν καὶ ἀκμάζουσαν. Τούτοις ἐνδεδωκὼς ὁ Νόμας θύσας τοῖς θεοῖς προῆγεν εἰς ̔Ρώμην· ὑπήντα δὲ ἡ βουλὴ καὶ ὁ δῆ2.100 μος εὐφημοῦντες καὶ χαίροντες. ἐπεὶ δὲ κατέστησαν εἰς τὴν ἀγοράν, προσφερομένων αὐτῷ τῶν βασιλικῶν παρασήμων, ἐπισχεῖν κελεύσας εφη δεῖσθαι καὶ θεοῦ τὴν βασιλείαν ἐμπεδοῦντος αὐτῷ. ανεισιν ουν εἰς τὸ Καπιτώλιον, καὶ θύσας, ουτω τε τὴν βασιλικὴν ἀναλαβὼν ἐσθῆτα, κατέβαινε. Παραλαβὼν δὲ τὴν ἀρχὴν πρῶτον μὲν τὸ τῶν τριακοσίων διέλυσε σύστημα, ους περὶ τὸ σῶμα ̔Ρωμύλος ειχεν ἀεί· οὐ γὰρ δεῖν ἀπιστεῖν πιστεύουσιν ελεγεν, οὐδὲ βασιλεύειν ἀπιστούντων ἠξίου· ειτα τὴν πόλιν ἐκ σκληρᾶς καὶ πολεμικῆς ἐπεχείρει μαλακωτέραν ποιῆσαι καὶ εἰρηνικωτέραν. ἀνθρωποειδῆ τε καὶ ζωόμορφον εἰκόνα θεοῦ ἀνιστᾶν ̔Ρωμαίοις ἀπείρηκεν· οθεν οὐδ' ην παρ' αὐτοῖς ουτε γραπτὸν ουτε πλαστὸν ειδος θεοῦ, ἐν ἑκατὸν δὲ πρὸς ἑβδομήκοντα ετεσι ναῶν αὐτοῖς ἀνεγειρομένων οὐδὲν εμμορφον ἐποίουν ἀφίδρυμα, ὡς ουτε οσιον ἀφομοιοῦν τοῖς χείροσι τὰ βελτίονα ουτε ἐφάπτεσθαι αλλως θεοῦ δυνατὸν η νοήσει. καὶ τὰς θυσίας δὲ ἀναιμάκτους ποιεῖσθαι ἐθέσπισε δι' ἀλφίτων τε καὶ σπονδῆς· δεῖν γὰρ τοὺς θεούς, εἰρήνης καὶ δικαιοσύνης φύλακας οντας, φόνου καθαροὺς ειναι· μήτε δὲ ἀκούειν τι τῶν θείων μήτε ὁρᾶν ἐν παρέργῳ καὶ ἀμελῶς, ἀλλὰ σχολὴν αγοντας ἀπὸ τῶν αλλων καὶ προσέχοντας τὴν διάνοιαν ὡς πράξει μεγίστῃ τῇ περὶ τὴν εὐσέβειαν. ἐκ δὲ τούτων καὶ αλλων πλειόνων, α διὰ τὸ πλῆθος παρήκαμεν, διάθεσιν πρὸς τὸ θεῖον τοῖς τότε ἀνθρώποις ἐξ ἐθισμοῦ ὁ Νόμας ἐνεποίησεν. αὐτὸν δὲ ουτω φασὶν εἰς τὸ θεῖον ἀνηρτῆσθαι ταῖς ἐλπίσιν ωστε προσαγγελίας αὐτῷ θύοντί ποτε γινομένης ὡς ἐπέρχονται πολέμιοι μειδιᾶσαι καὶ εἰπεῖν "ἐγὼ δὲ θύω." καὶ τὴν χώραν δὲ ην αἰχμῇ ̔Ρωμύλος 2.101 ἐκτήσατο διένειμεν ουτος τοῖς ἀπόροις τῶν πολιτῶν, ἀφαιρῶν ἐξ αὐτῶν τὴν ἀπορίαν, ὡς ἀνάγκην τῆς ἀδικίας ποιητικήν, καὶ τρέπων εἰς γεωργίαν, ὡς ταύτης ἐξημερούσης τὸν δῆμον καὶ δριμὺν εἰρήνης δυναμένης ἐμποιεῖν ερωτα. Λέγεται δὲ καὶ τὸν ̓Ιανουάριον καὶ τὸν Φεβρουάριον παρ' αὐτοῦ τοῖς μησὶ