234
κύριον.† †Θέμισ. μαντικῆς δυνάμεως σύμβολον· τὸ τὰ τεθειμένα καὶ ἑκάστῳ κείμενα λέγειν.† †Θεσκέρα. ἡ τιθηνὸς ∆ιονύσου.† Θεήλατοσ. ἡ ἀπὸ θεοῦ πεμφθεῖσα. κατέλαβε δὲ αὐτὸν ὀργὴ θεήλατός τις. Θέλησισ. ἀποβολὴ ὑπάρξεως. Θεία λατρεία. ἡ διὰ τῶν εργων θεραπεία. Θέμισ. ἡ δικαιοσύνη. παρὰ τὸν θεσμὸν θέσμις καὶ θέμις. καὶ ἡ σωματοειδὴς θεά. Θεοῤῥημοσύνη. ἡ θεία διδασκαλία. ἡ κατήχησις. Θεοπτίασ. θείας θεωρίας. Θεοσημεία. ἡ τοῦ θεοῦ προφητεία. theta.1030 Θεότησ. ἡ πάντα θεωμένη καὶ πάντα περιθέουσα πρόνοια. Θεοπλαστία. ἡ θεία ἐνανθρώπησις. Θεογενεσία. τὸ βάπτισμα. Θεοπτία. ἡ τοῦ θεοῦ ὀπτασία. Θεοσέπτου. ὑπὸ θεοῦ καταπεμφθείσης. Θέαινα. ὡς παρὰ τὸ Λάκων Λάκαινα, ουτως καὶ παρὰ τὸ θέων θέαινα ποιητικῶς. τὸ δὲ θέων παρὰ τὸ θεὸς, ἐξ ου καὶ τὸ παθητικὸν θεά. ὀξύνεται πρὸς ἀντιδιαστολὴν τῆς οψεως. ωσπερ θόλος τὸ οἰκοδόμημα, καὶ θολὸς τὸ μέλαν τῆς σηπίας. γέγονε παρὰ τὸ θέω, τὸ ὁρῶ. Θεράπαινα. ἡ δούλη. καὶ θεραπαινίς. Θέρμη καὶ θέρμα. Φερεκράτης· -σκέψαι δέ μου τὸ μέτωπον, εἰ θέρμην εχουσα τυγχάνω. καὶ Μένανδρος· †βουβὼν† ἐπήρθη τῷ γέροντι· θέρμα τε ἐπέλαβεν αὐτὸν- theta.1031 οὐκ ευ τοίνυν οἱ λέγοντες, οτι θέρμα μὲν ἡ πυρεκτικὴ, Θέρμη δ' ἡ πόλις. Θέρεια. ὁ τοῦ θέρους καιρός. ὡς παρὰ τὸ θάλλω θάλεια, ουτως καὶ παρὰ τὸ θέρω, τὸ θερίζω, θέρεια. ουτως Γεώργιος ὁ Χοιροβοσκός. Θερειτάτη. Νίκανδρος· -θερειτάτη ισταται ἀκτίς. παρὰ τὸ θέρος θέρειος κτητικὸν, ὡς τέλος τέλειος. παρὰ τὸ θέρειος θερειτάτη. Αρατος· Ημος οτ' ἠελίοιο θερείταταί εἰσι κέλευθοι. Θέσις παράδοξοσ. ὑπόληψις τινὸς τῶν ἐν φιλοσοφίᾳ γνωρίμων. οιον ὁ Παρμενίδου λόγος, οτι εν ελεγε τὸ ον. καὶ ὡς ὁ ̔Ηρακλείτου, οτι τὰ πάντα κινεῖται. Θεωρία. σκέψις κατὰ διάνοιαν γινομένη. Θεωρία. ἡ τῶν αἰσθητῶν ἐπὶ τὰ θειότερα ορασις. θεωρία δὲ κυρίως θεοῦ ορασις, καθόσον ἐστὶν ἀνθρώπῳ δυνατόν. theta.1032 Θεωρία. γνῶσις. θεολόγος· θεωρία ην τὸ φυτὸν, ὡς ἡ ἐμὴ θεωρία. τοῦτό φησιν ἐν ἑαυτῷ ἐγινώσκετο τὸ σώζεσθαι καὶ τὸ ἀπόλλυσθαι. τὸ δὲ, ὡς ἡ ἐμὴ θεωρία· ὡς ἡ ἐμὴ γνῶσις εχει. Θέωσισ. ἡ ἐπὶ τὸ κρεῖττον υψωσις, οὐ μὴν φύσεως μείωσις η μετάστασις. *Θέσπη. κατεβρότησεν ἡ θεία.* (Οὐδέτερον.) Θέλγητρα. τὰ εἰς ἡδονὴν *εχοντα η* ελκοντα. Θελητήριον. θεραπευτικόν. Θέλημα φυσικόν. ἡ ἁπλῶς καὶ ὡσαύτως εχουσα τῶν κατὰ φύσιν συστατικὴ ὁρμή τε καὶ εφεσις. Θέλημα φυσικόν. λόγου τοῦ ἐν ἡμῖν κίνησις. Θέλημα φυσικόν. δύναμις τοῦ κατὰ φύσιν οντος ὀρεκτική. καὶ τῶν οὐσιωδῶς τῇ φύσει προσόντων συνεκτικὴ πάντων ἰδιωμάτων, καθ' ην theta.1033 ἀεὶ τῷ φύσει θελητικῷ τὸ πεφυκέναι θέλειν ἐμπέφυκεν· οὐ ταυτὸν δὲ τὸ πεφυκέναι, θέλειν ἐστὶν, ὡς οὐδὲ τὸ πεφυκέναι λαλεῖν καὶ τὸ λαλεῖν. Θέλημα φυσικόν ἐστι τὸ φιλόζωον, τουτέστι τὸ φιλεῖν τὴν ζωήν. φιλεῖ δὲ τὴν ζωὴν ανθρωπος οὐκ ἀσκόπως. ἀλλὰ σημαίνουσα ἡ φύσις ηγουν οπερ ἀπ' ἀρχῆς ειχεν, οτε γέγονεν, ηγουν τὴν ἀθανασίαν αὐτὴν ἀγαπᾷ καὶ ζητεῖ. Θέλημα φυσικὸν ἀνθρώπου ἐστὶν, ὡς φησὶν ὁ μέγας Βασιλεῖος καὶ ὁ ἐν ἁγίοις Κύριλλος, τὸ φιλόζωον. φιλεῖ γὰρ πᾶς ανθρωπος φύσει τὴν ζωὴν καὶ τὸ ὁρᾷν τὸ φῶς. ἰδοῦ τὸ κοινὸν θέλημα. Θέλημα φυσικὸν ἀνθρώπου ἐστὶ κίνησις νοερὰ τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυχῆς, κατὰ φύσιν πρὸς τὸ ποθούμενον συνωθοῦσα τὸν ανθρωπον. Θέλημα θεϊκὸν παρὰ ἀνθρώποις ἡ τῆς ἐμφύτου νοερᾶς ὀρέξεως πρὸς τὸ ὑπὲρ φύσιν ἐκ τοῦ κατὰ φύσιν επειξις. Θέλημα θεῖον. τὰ προστάγματα τοῦ θεοῦ. Θέλημα φυσικὸν φύσεως λογικῆσ. ἡ ἐργασία τοῦ θείου θελήματος. Θέλημα σαρκικόν. ἡ παρακοὴ τοῦ θείου νόμου. Θέλημα σαρκικὸν ἐμπαθέσ. ἡ τοῦ κατὰ φύσιν πρὸς τὸ παρὰ φύσιν τῆς ψυχῆς παρατροπή. Θέλημα οὐσιῶδες λέγεται, τὸ κατὰ κοινοῦ ἐν τῇ φύσει ὁμοίως ὁρώμενον. εἰ ουν ειχεν ἑκουσίως ἡ σὰρξ τοῦ Χριστοῦ τὸ μὴ θέλειν ἀποθανεῖν, ὡς οἱ αγιοι πατέρες φασὶν, ἐὰν εὑρεθῇ τοιοῦτον θέλημα ἐν τῷ πατρὶ καὶ ἐν τῷ ἁγίῳ πνεύματι πάντως, οτι μία ἐστὶν ἡ θέλησις τῆς σαρκὸς καὶ τῆς θεότητος. Θέλημα γνωμικόν. θελήματα γνωμικὰ ἐν τῇ φύσει ἡμῶν πολλά. αλλος γὰρ ανθρωπος θέtheta.1034 λει ἰδιάζειν, αλλος