234
λειποταξίου γραφῆς τῷ στρατολογήσαντι καταστήσῃς. Πλούσιος εἶ; μὴ καθυβρίσῃς τὴν νηστείαν, ἀπαξιώσας λαβεῖν αὐτὴν ὁμοτράπεζον, μηδὲ τῆς οἰκίας ἑαυτοῦ ἄτιμον ὑποπέμψῃς, παρευημερηθεῖσαν ὑπὸ τῆς ἡδονῆς, μήποτέ σου καταγγείλῃ ἐπὶ τοῦ νομοθέτου τῶν νηστειῶν, καὶ πολλαπλασίονά σοι ἀπὸ καταδίκης ἐπαγάγῃ τὴν ἔνδειαν, ἢ ἐξ ἀῤῥωστίας σώματος, ἢ ἐξ ἄλλης τινὸς σκυθρωπῆς περιστάσεως. Ὁ πένης μὴ εἰρωνευέσθω πρὸς τὴν νηστείαν, πάλαι σύνοικον καὶ ὁμοδίαιτον ἔχων. Γυναιξὶ δὲ, ὥσπερ τὸ ἀναπνεῖν, οὕτω καὶ τὸ νηστεύειν οἰκεῖόν ἐστι κατὰ φύσιν. Οἱ παῖδες, ὥσπερ τὰ εὐθαλῆ τῶν φυτῶν τῷ τῆς νηστείας ὕδατι καταρδευέσθωσαν. Τοῖς πρεσβυτέροις κοῦφον ποιεῖ τὸν πόνον ἡ ἐκ παλαιοῦ πρὸς αὐτὸν οἰκείωσις. Πόνοι γὰρ ἐκ μακρᾶς συνηθείας 96.200 μελετηθέντες, ἀλυπότερον προσπίπτουσι τοῖς ἐγγεγυμνασμένοις. Τοῖς ὁδοιπόροις εὐσταλὴς συνέμπορος ἡ νηστεία. Ὥσπερ γὰρ ἡ τρυφὴ ἀχθοφορεῖν αὐτοὺς ἀναγκάζει, τὰς ἀπολαύσεις περικομίζοντας, οὕτω καὶ κούφους αὐτοὺς καὶ εὐζώνους ἡ νηστεία παρασκευάζει. Μέλλων τοίνυν νηστεύειν, μὴ σκυθρωπάσῃς Ἰουδαϊκῶς. Εὐαγγελικῶς τὴν ψυχὴν καταφαίδρυνον, μὴ πενθῶν τῆς γαστρὸς τὴν ἔνδειαν, ἀλλ' ἐνηδόμενος τῇ ψυχῇ τῶν πνευματικῶν ἀπολαύσεων. Οἶδας ὅτι ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. Ἐπεὶ οὖν ταῦτα ἀντίκεινται ἀλλήλοις, ὑφέλωμεν τῆς σαρκὸς τὴν εὐπάθειαν· αὐξήσωμεν δὲ τῆς ψυχῆς τὴν ἰσχὺν, ἵνα διὰ τῆς νηστείας κατὰ τῶν παθῶν λαβόντες τὰ νικητήρια, τοὺς τῆς ἐγκρατείας στεφάνους ἀναδησώμεθα. Νηστεύων μὴ στύγναζε. ∆ιὰ τοῦτο νηστεύεις ἀπὸ βρωμάτων, ἵνα τραφῇς διὰ τοῦ πνεύματος· καὶ διὰ τοῦτο ἀπέχῃ τῶν σωματικῶν ἐδεσμάτων, ἵνα ἐμπλησθῇς τῶν πνευματικῶν ἀναθημάτων. Φάρμακόν ἐστιν ἀναιρετικὸν τῆς ἁμαρτίας ἡ νηστεία, καὶ κατάπλασμα ψυχῆς μαλακτικὸν, ἁπαλύνουσα πρὸς εὐσέβειαν. Καὶ ὥσπερ τὰ χρόνια πάθη δριμυτάτοις τισὶ καὶ στυπτικωτάτοις καταπασσόμενα, τὸ μὲν σηπτικὸν τοῦ σώματος ἀποῤῥίπτει, τὸ δὲ συνουλωτικὸν τῆς σαρκὸς ἐπισυνάγει, τὸν αὐτὸν τρόπον, καὶ τὴν ἔνδον ὑποσμύχουσαν ἁμαρτίαν, καὶ τὴν ψυχὴν νεμομένην, στυπτικωτάτη ὑπεισελθοῦσα ἁμαρτίᾳ νηστεία, ἀναξηραίνει αὐτὴν κατ' ὀλίγον λεπτύνουσα. ∆ιὰ τοῦτο, εἰ καὶ ἐπίπονος ἡ νηστεία, ἀλλ' ὠφέλιμος καὶ εὐπρόσιτος. Μὴ τοίνυν λυπούμενος νηστεύσῃς, ἵνα μὴ τὸν κάματον ἀπολέσῃς. Ὅσῳ γὰρ νηστεία ὑποστύφει τὸ σῶμα, τοσοῦτον ἐκ τῆς νηστείας ὠφελῇ. Ἀνάδραμε ἐπὶ τὰς τῶν δικαίων πολιτείας, καὶ εὑρήσεις αὐτοὺς τὸ πλέον διὰ νηστείας εὐδοκιμήσαντας. Πρῶτον Μωσῆς νηστεύσας ἐπὶ τὸν γνόφον εἰσελήλυθεν, καὶ συνόμιλος τῷ Θεῷ διὰ νηστείας γέγονεν, τεσσαράκοντα ἡμέρας τὴν νηστείαν ἐπισυνάψας. Νομοθέτης διὰ νηστείας ἐχρημάτισεν, καὶ οὔτε ἄρτον ἔφαγεν, οὔτε ὕδωρ ἔπιεν. Νηστεύοντες τῆς εὐποιίας φροντίζετε. Ὁ γὰρ νηστεύων, καὶ μὴ μεταδιδοὺς ἄρτον τῷ πένητι, ματαία ἡ νηστεία αὐτοῦ ἔσται. Πολλοὶ οὖν εἰσι νηστεύοντες μετὰ σάκκου καὶ σποδοῦ, καὶ πολλῶν δακρύων, καὶ τῷ πεινῶντι μὴ μεταδιδόντες ὀβολὸν ἕνα, ἄμισθον ποιοῦντες τὴν νηστείαν αὐτῶν, ἣν ὁ Θεὸς οὐ προσδέχεται. Ἄκουσον οὖν, τί λέγει ἐν Ἡσαίᾳ τῷ προφήτῃ· Οὐδ' ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου, καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ· οὐδὲ οὕτως κληθήσεται νηστεία. Ἀλλὰ λύε πάντα σύνδεσμον ἀδικίας καὶ δὸς πεινῶντι ἄρτον ἐκ ψυχῆς σου. Ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει· διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων· διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου. Ταύτην τὴν νηστείαν ἀγαπᾷ ὁ Θεός. Τὰ γὰρ τρίχινα καὶ ἡ σποδὸς οὐδέν σε ὠφελήσει νηστεύοντός σου. Χόρτασον πένητα, ἵνα 96.201 σε εὐλογήσῃ, καὶ εὑρήσεις αὐτὸ πρὸ προσώπου σου ἐν τῇ ἐξόδῳ τῆς ψυχῆς σου. Εἰ τὰ δάκρυα τοῦ πένητος βλέπων οὐκ ἐλεεῖς, ὁ Θεὸς πῶς σε ἐλεήσει; Νηστεία καθαρὰ, ὅταν σοῦ νηστεύοντος ὁ πένης χορτάζηται ἐκ τῶν σῶν. Πολλὴν εὐεργεσίαν ἀπολαύομεν ἐκ τῆς νηστείας· νοῦν ἀτάραχον, λογισμῶν γαληνότητα, καρδίαν πραεῖαν, κεφαλὴν ἀνάλγητον, πόδας ὀρθούς. Θλίβῃ, ὅτι οἱ ὀφθαλμοί σου οὐκ εἰσὶ