234
δόξης τοῦ θεοῦ, οἷόν τινι λύμῃ τῇ τῆς σαρκὸς προσπαθείᾳ μυωπάζων· ἡμῖν δέ, οἷς πᾶσιν ἀποτακτέον καὶ μόνον τὸν Χριστοῦ σταυρὸν αἴρειν ἐγκελευομένοις, εὐπετὴς ἡ θεοπτία, ἤγουν τὸ μηδὲν ἄλλο καὶ ἔχειν καὶ ἐννοεῖν ἢ τὸ πῶς εὐαρεστήσοιμεν τῷ Κυρίῳ καθαρᾷ καρδίᾳ λατρεύειν αὐτῷ ἐν ἀπορρήξει πάσης σχέσεως σαρκικῆς. ἔστω οὖν ὑμῶν ἡ τῆς ἐγκλείσεως περιοχὴ πόλις θεοῦ πεποικιλμένη χρυσέοις κατορθώμασιν, μὴ κλεῖς περὶ τὸ σῶμα μόνον, ἀλλὰ γὰρ καὶ κατὰ πνεῦμα. προσῆκον τοίνυν φεύγειν ὑμᾶς τὰς τῶν ἀνδρῶν ὄψεις, τὰς πρὸς τοὺς ἀφ' αἵματος σχέσεις, τὰς πρὸς ὅλον τὸν κόσμον φιλίας, αὐτὰς δὲ ἐφ' ἑαυτὰς συνανεστράφθαι καὶ ἔχειν μίαν ψυχὴν καὶ καρδίαν κατὰ μίμησιν τῶν ἀρχῆθεν ἐπὶ τῶν ἀποστόλων πεπιστευκότων. ἡ καθηγουμένη οὕτω καθηγείσθω ὡς Χριστοῦ ἐπέχουσα χαρακτῆρα, ποιοῦσα πρῶτον, εἶθ' οὕτως διδάσκουσα, μηδὲν ἐλλιμπάνουσα τῶν κατ' ἐντολὴν πρακτικῶς ὑποδεικνύναι, ἡ καθυποτασσομένη οὕτω πείθεσθαι καὶ ὑπείκειν ὡς αὐτῷ Χριστῷ τὴν ὑπακοὴν ἀνύουσα. ὅπου δὲ ταῦτα, ἐκεῖ πάσης ἀγαθοεργίας καρπός, οὗ δὲ οὐ ταῦτα, ἐκεῖ πάντως τὰ ἐναντία, ἑταιρίαι, φιλονεικίαι, ψιθυρισμοί, ἰδιοκτημοσύναι, φυσιώσεις, προσπάθειαι πρός τε ἀλλήλας καὶ πρὸς τοὺς ἔξωθεν εἴτε ἐκ γένους εἴτε ἐκ φιλίας ἄλλης. Οὕτω μὲν οὖν ὡς ἐν ὀλίγῳ ἡ περὶ τοῦδε ὑπόμνησις. ἐγὼ δὲ ὁ ταπεινὸς παρακαλῶ σὺν τῷ βίῳ καὶ τὴν πίστιν ἠγλαϊσμένην κεκτῆσθαι ὑμᾶς, μηδαμῶς τῇ χριστομάχῳ αἱρέσει κοινωνεῖν, ἥτις ἰου δαϊσμοῦ οὐδὲν διενήνοχεν, τὴν σωτήριον Χριστοῦ οἰκονομίαν διὰ τῆς καθαιρέσεως τῶν σεπτῶν εἰκόνων αὐτοῦ τε Χριστοῦ, τῆς τε Θεοτόκου καὶ πάντων τῶν ἁγίων ἀρνουμένη· ἐπειδήπερ ἡ εἰκὼν ταὐτόν ἐστι τῷ πρωτοτύπῳ τιμῇ τε καὶ προσκυνήσει, οἷον ἐπ' αὐτοῦ τοῦ ζωοποιοῦ σταυροῦ καὶ τοῦ τύπου. μὴ δὴ οὖν ἀρνήσησθε τὸν Χριστὸν αἱ χριστοφόροι τῷ ἁγίῳ περιβλήματι μήτε τοὺς τοσούτους κόπους, οὓς ἀνατλᾶτε, τὸν ἐν παρθενίᾳ βίον μετὰ καθείρξεως διανύουσαι, ἔνθεν ὀλέσαι καὶ τῆς ἀντικειμένης μερίδος, ὅπερ ἀπείη καὶ ἐννοεῖν καὶ λέγειν, γινόμεναι, ἀλλ' εἰδυῖαι ὅτι οὔτε βίος δίχα πίστεως ὀρθῆς οὔτ' αὖ πίστις ἄτερ πράξεως θείας σῴζειν δύναιτο ἀμφοτέρωθεν εἴητε διηυγασμέναι εἰς δόξαν θεοῦ, εἰς κλέος τῆς ἐκκλησίας, εἰς ἐπίτευξιν τῶν ἐν ἐπαγγελίαις αἰωνίων ἀγαθῶν, προσευχόμεναι καὶ περὶ ἡμῶν τῶν ἁμαρτωλῶν ὡς ἂν σῳζοίμεθα. 388 {1Συμεὼν τέκνῳ}1 Ὀψὲ μέν, ὅμως ἐδεξάμην τὰ ἀντίγραφά σου, τέκνον, καὶ ηὐχαρίστησα τῷ Κυρίῳ ἐπὶ τῇ ἀπολογίᾳ σου, τῇ τε συνέσει καὶ διασώσει καὶ ὅτιπερ καὶ τοσούτους ἀδελφοὺς ἔχεις συνδιαφυλάττων ἀπὸ τῆς θήρας τῶν αἱρετιζόντων καὶ οὐ σάρκας, ἀλλὰ ψυχὰς σπαρασσόντων, πλὴν ὅτι καὶ σώματα δι' ὧν ἐπιφέρουσι πληγῶν καὶ θανάτων. ὑγίαινε, υἱέ μου ἀγαπητέ, ἀρίστευε, ἡγοῦ τῶν ἀδελφῶν σου, προθυμοποίει, παραδείκνυε τὰ τῆς ἀληθείας, παράθηγε εἰς μαρτύριον· ὁ γὰρ καιρὸς τοιοῦτος, κἂν ὑποκρύβεσθε ἐννόμως. τὸ γὰρ ἐπιρρῖψαι ἑαυτὸν ἐν πειρασμῷ καθὰ ἐζήτησας μαθεῖν, τοῦτό ἐστι, τὸ ἀφ' ἑαυτοῦ κινηθῆναί τινα καὶ φανερῶσαι ἑαυτὸν τοῖς φονεύουσιν. εἰ δὲ ὅτι ὁ Ἅγιος Γόρδιος, ὥσπερ καί τινες ἄλλοι τῶν μαρτύρων, αὐτόκλητοι ἧκον, ὁ τρόπος οὕτως ἀπῄτει, οὐδενὸς ὡς ἔτυχεν παρρησιαζομένου καὶ ἀναπτούσης τῆς ἀθεΐας σφοδρότερον, ἔπειτα καὶ καθαρᾷ καρδίᾳ θεὸν ἐνοπτρισάμενοι καὶ πρὸς αὐτοῦ νυχθέντες· ἐπεὶ καὶ ὁ μέγας Πρόδρομος ῥιψοκινδύνως ἤλεγξεν τὸν Ἡρώδην, ἄρτι δὲ πολλοὶ χάριτι θεοῦ ἐνιστάμενοι καὶ μαρτυροῦντες, καὶ οὐκ ἔννομον τὸ ἐπιρρῖψαι. Ἐχάρην δὲ λίαν ὅτι καὶ ἕτεροι πατέρες συμπνέουσί σοι, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς· οὓς καὶ προσαγορεύω διὰ σοῦ καὶ δεδέημαι τῶν ἁγίων προσευχῶν εἰς ἐπικουρίαν σωτηρίας. ὤφελον ὅτι παρὰ τοῦ ἀδελφοῦ Ὑπατίου εὗρές τι τῶν καλῶν· ἀδελφοὶ ἐν ἀνάγκαις ἔστωσαν χρήσιμοι ἡ Γραφὴ ἐγκελεύεται. παρὰ γὰρ τῆς ἐμῆς ταπεινώσεως οὐδὲν ὄφελος, κἂν αὐτὸς μεγαλαυχῇς ἡμᾶς ἐξ ἀγάπης. ἐπειδὴ δὲ ἐπεζήτησας καὶ κατήχησιν, ἣν πρὸς πάντας τοὺς ἀδελφοὺς ἐποίησα, ἄρτι ἀπέστειλα καὶ πρὸς σέ, σύ τε προσεύχου ἀδιαλείπτως