1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

234

καὶ πρὸς τετάρτην, τοὺς κουφισμοὺς πάντας ἀναβιβάζεσθαι προσέταττεν. πέμπτην, τοὺς τῶν εὐαγῶν οἴκων παροίκους τοῦ τε ὀρφανοτροφείου καὶ τῶν ξενώνων καὶ γηροκομείων τε καὶ ἐκκλησιῶν καὶ μοναστηρίων βασιλικῶν 487 τὰ καπνικὰ ἀπαιτεῖσθαι ἀπὸ τοῦ πρώτου ἔτους τῆς αὐτοῦ τυραννίδος, τὰ δὲ κρείττονα τῶν κτημάτων εἰς τὴν βασιλικὴν κουρατορίαν αἴρεσθαι, τὰ μέντοι τέλη αὐτῶν ἐπιτίθεσθαι τοῖς ἐναπομείνασιν εἰς τοὺς αὐτοὺς εὐαγεῖς οἴκους κτήμασι καὶ παροίκοις, ὡς διπλοῦσθαι πολλῶν τὰ τέλη, τῶν οἰκήσεων στενουμένων αὐτοῖς καὶ τῶν χωρίων. ἕκτην, σκοπεῖσθαι παρὰ τῶν στρατηγούντων τοὺς ἀθρόως ἐκ πτωχείας ἀνακτησαμένους, καὶ ἀπαιτεῖσθαι χρήματα ὡς εὑρετὰς θησαυρῶν. ἑβδόμην, τοὺς πρὸ κʹ χρόνων εὑρηκότας καὶ μέχρι τῆς δεῦρο πίθον ἢ σκεῦος ὁτιοῦν καὶ αὐτοὺς ἐξαργυρίζεσθαι. ὀγδόην, τοὺς ἐκ πάππων ἢ πατέρων κληρονομήσαντας διαιρεθέντας, ἐκ τῶν αὐτῶν χρόνων κʹ ἐξαναδιδόναι τῷ δημοσίῳ, τοὺς πένητας· καὶ τοὺς ὠνησαμένους ἔξω τῆς Ἀβύδου σώματα οἰκετικά, ἀνὰ βʹ νομισμάτων τελέσαι προσέταξεν, καὶ μάλιστα τοὺς κατὰ τὴν ∆ωδεκάνησον. ἐννάτην, τοὺς τὰς παραθαλασσίας οἰκοῦντας, μάλιστα τῆς μικρᾶς Ἀσίας, ναυκλήρους μηδέποτε γηπονικῶς ζήσαντας ἄκοντας ὠνεῖσθαι ἐκ τῶν καθαρπαγέντων αὐτῷ κτημάτων, ὡς ἂν ἐκτιμηθῶσι παρ' αὐτῷ. δεκάτην, τοὺς ἐν Κωνσταντινουπόλει ἐπισήμους ναυκλήρους συναγαγὼν δέδωκεν ἐπὶ τόκῳ τετρακεράτῳ τὸ νόμισμα ἀνὰ χρυσίου λιτρῶν δώδεκα τελοῦντας καὶ τὰ συνήθη κωμέρκια. ταῦτα ἐκ τῶν πολλῶν ὡς ἐν κεφαλαίῳ μικρά μοι ἐστηλογράφηται δηλοῦντι τὸ πρὸς πᾶν εἶδος πλεονεξίας αὐτοῦ πολυμήχανον. τὰ γὰρ κατὰ τὴν βασιλίδα τοῖς ἐν τέλει καὶ μέσοις καὶ εὐτελέσιν ἐνδειχθέντα δεινὰ πέρα συγγραφῆς, τοὺς μὲν ἀνιχνεύοντος ὅπως οἴκοι ζῶσιν, καὶ καθυποβάλλοντος τοῖς πονηροῖς τῶν οἰκετῶν διαβάλλειν τοὺς δεσπότας, καὶ ἐν ἀρχαῖς δῆθεν διστάζοντος ἐπὶ τοῖς λεγομένοις, ἔπειτα δὲ βεβαιοῦντος τὰς συκοφαντίας, τὸ αὐτὸ δὲ καὶ ἐπὶ ἀσήμων κατ' ἐπισήμων ἔδρα τιμῶν ἀξιῶν τοὺς εὖ διαβάλλοντας· τῶν δὲ οἴκων πολλοὺς τῶν οἰκητόρων ἀπὸ πρώτης εἰς τρίτην γενεὰν ἐξανέστρεψεν, ἐλπίδι τοῦ τάχιστα τούτους ἐκπεσεῖν καὶ ὑπ' αὐτοῦ κληρονομηθῆναι. ἄξιον δέ τι καὶ ἡδύσματος ἢ παραδείγματος ἕνεκα μνησθῆναι καὶ τοῦτο. κηρουλλάριός τις ἦν ἐν τῷ Φόρῳ ἐκ πόνων ἰδίων ἀνενδεής. 488 τοῦτον μεταστειλάμενος ὁ παμφάγος φησίν· "θὲς τὴν χεῖρά σου κατὰ τῆς κεφαλῆς μου, καὶ ὄμοσόν μοι τὸ πόσος σοι χρυσός ἐστιν;" ὁ δὲ μικρὸν ὡς ἀνάξιος δῆθεν παραιτούμενος ἐβιάσθη τοῦτο παρ' αὐτοῦ ποιῆσαι, καὶ λίτρας ρʹ ἐξειπεῖν ἔχειν. καὶ τοῦτο κατὰ τὴν ὥραν προσέταξεν ἐνεχθῆναι φήσας· "σὺ τί χρείαν ἔχεις περισπασμοῦ; συναρίστησόν μοι, καὶ ἆρον νομίσματα ρʹ, καὶ πορεύου ἀρκούμενος." θʹ. γʹ. ιεʹ. ʹ. Τούτῳ τῷ ἔτει Νικηφόρος τὰς κατὰ Χριστιανῶν ἐπινοίας ἐπέτεινεν, ἐποψίας ἀθέους ἐπ' ἀγορασμοῖς παντοίων ἀλόγων βοσκημάτων τε καὶ καρπῶν, ἀδίκους δημεύσεις τε καὶ ζημίας τῶν ἐν τέλει, τοκισμοὺς ἐν πλοίοις, ὁ πᾶσι νομοθετῶν τὸ μὴ τοκίζειν, καὶ ἄλλας μυρίας κακῶν ἐπινοίας, ὧν ἡ κατὰ μέρος ἱστορία φορτικὴ τοῖς ἐπιτετμημένα ζητοῦσι πέφυκε μανθάνειν τὰ πράγματα. τῇ δὲ αʹ τοῦ Ὀκτωβρίου μηνός, ἡμέρᾳ γʹ, σπασάμενός τις ἀφανὴς ἐν σχήματι μοναχοῦ ξίφος τινὸς τῶν στρατευομένων εἰσέδραμεν ἐν τῷ παλατίῳ Νικηφόρον ἀνελεῖν ζητῶν. τῶν δὲ περιεστώτων δύο [διατρεχόντων] ἐπιδραμόντων αὐτῷ, δεινῶς ἐπλήγησαν ὑπ' αὐτοῦ. συλληφθεὶς δὲ καὶ πολλὰ τιμωρηθεὶς δαιμονᾷν προεφασίσατο, μηδένα συκοφαντήσας· ὁ δὲ τοῦτον ἐν τῷ ξύλῳ κατησφαλίσατο σὺν τοῖς πάσχουσιν. καὶ πολλοὶ ἐντεῦθεν οἰωνίσαντο μεγάλου κακοῦ σημεῖον εἶναι τοῦτο τοῖς τε κρατοῦσι καὶ τοῖς ὑπὸ χεῖρα, καθάπερ καὶ ἐπὶ τοῦ δυσσεβοῦς Νεστορίου γέγονεν. τῶν δὲ Μανιχαίων, τῶν νῦν Παυλικιάνων καλουμένων, καὶ Ἀθιγγάνων τῶν κατὰ Φρυγίαν καὶ Λυκαονίαν, ἀγχιγειτόνων αὐτοῦ, φίλος ἦν διάπυρος, χρησμοῖς καὶ τελεταῖς αὐτῶν ἐπιχαίρων, ἐν οἷς καί, ὅταν