δῆλος, ζῆλος, ἐν οἷς καὶ ἧλος. (ῃ. 339) Κεῖται δ' ἐν τοῖς εἰρημένοις καὶ αἰτιατικὴ τοῦ Μηκιστεύς Μηκιστῆος ἀποκεκομμένη. φησὶ γὰρ «Μηκιστῆ δ' ἕλε Πουλυδάμας», καὶ ἔστιν ὅμοιον τῷ «ἀγγελίην ἔπι Τυδῆ στεῖλαν Ἀχαιοί». (ῃ. 344 ς.) Ὅτι τὴν Ἑλληνικὴν ἧτταν οὕτω γοργῶς φράζει «τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ». κυρίως δ' ἐπὶ ὀρνέων τὸ ἐμπλῆξαι, ὅτε δικτύοις ἢ παγίσιν ἐγκρούσουσιν. (ῃ. 347) Ὅτι ὅπερ ἀλλαχοῦ Νέστωρ εἶπεν «ἄνδρας κτείνωμεν, ἔπειτα δὲ καὶ ταῦτα ἕκηλοι νεκροὺς ἂν πεδίον συλήσετε» συντομώτατα ἐνταῦθα Ἕκτωρ λέγει, κελεύων «νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δ' ἔναρα βροτόεντα». (ῃ. 348-51) Οἷς ἐπιπλέκων ἀπειλὴν στρατηγικῶς, καθά που καὶ πρὸ τούτου ἄλλοι τοῖς λειποτακτοῦσιν ἠπείλησαν, ἐπάγει «ὃν δ' ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι 3.739 νοήσω, αὐτοῦ οἱ θάνατον μητίσομαι», οὐκ ἐνδοὺς δηλαδὴ οὐδὲ βραχύ τι ἐπιζῆσαι, «οὐδέ νυ τόν γε γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα, ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο». (ῃ. 350) Καὶ ἔστι τὸ «πυρὸς λελάχωσιν», ἀντὶ τοῦ λάχος δώσουσιν, ὡς ἓν δὲ ἀνθ' ἑνὸς εἰπεῖν, καταξιώσουσι πυρός. Σημείωσαι δέ, ὅτι τὸ μὲν αὐτόν τινα λαχεῖν αἰτιατικῇ συντάσσεται· ἔλαχεν οὐρανόν, ἔλαχε ζόφον, τὸ δὲ ἄλλῳ δοῦναι λάχος γενικῇ, ὁποῖον καὶ τὸ «πυρὸς λελαχεῖν». (ῃ. 348) Ἐν δὲ τῷ «ἀπάνευθε» ἀναγκαίως θετέον ὑποδιαστολήν, ἵνα δηλοῖ «ἀπάνευθε τῶν νεῶν», καὶ μὴ συνεμπίπτῃ τῷ «ἀπάνευθεν ἐών», ἤγουν ὑπάρχων, ὃ ἀλλαχοῦ κεῖται. (ῃ. 350) Τὸ δὲ «γνωτοὶ καὶ γνωταί» οὐκ ἐξ ἀνάγκης ἔλλειψιν ἔχουσι τοῦ ˉσ ἐκ τοῦ γνωστοί καὶ γνωσταί, ἀλλὰ δύνανται εἶναι καὶ ἀπὸ γʹ συζυγίας τῶν περισπωμένων, ὁμοίως τῷ ἑεδνωταί καὶ τοῖς τοιούτοις. ἴσως δὲ καὶ ὥσπερ ἀπὸ τοῦ γεννῶ γεννήσω συγκέκοπται ὁ κασίγνητος, οὕτως ἐκεῖθεν καὶ ὁ γνητὸς καὶ ἡ γνητή, ἐξ ὧν τροπῇ τοῦ ˉη εἰς ˉω οἱ γνωτοὶ καὶ αἱ γνωταί. (ῃ. 351) Τὸ δὲ «πρὸ ἄστεος ἡμετέροιο», [ἐξ οὗ σύνθετον τὸ παρὰ τοῖς ὕστερον προάστειον,] ἐντρέπει τὸν λειποτάκτην, εἰ μὴ ἐν τῷ ναυστάθμῳ παρὰ τοῖς ἀγνοοῦσι πεσεῖται, ἀλλ' ἐπὶ τῆς πατρίδος κυνῶν μέλπηθρα γένηται. Πάλαι δὲ τοῖς λειποτάκταις ἐπιτίμια ταῦτ' ἔκειτο, καὶ δικαίως, οἳ τὴν τάξιν λείψαντες οὐ μόνον ἑαυτοὺς προὔδωκαν εὐκατεργάστους τοῖς πολεμίοις, ἀλλὰ καὶ τὸ λοιπὸν τό γε εἰς αὐτοὺς ἧκον ἔβλαψαν στράτευμα. Ὅρα δὲ ὡς ἐν ἄλλοις μὲν ὁ ποιητὴς τὴν κατὰ τῶν λειποτακτούντων ἀπειλὴν συντομώτατα ἔφρασεν, εἰπὼν «ὄφρα πρόσθ' ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ», ἑτέρωθι δὲ σαφέστερον ἐν τῷ «οὔ οἱ ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδ' οἰωνούς», ἐνταῦθα δὲ πλατύτερον ἔγραψεν οἷα πολυειδῶς παραφράζειν εἰδώς. (ῃ. 343 ς.) Ἰστέον δὲ καὶ ὅτι οὐ πάνυ ἀγχίνους νῦν ὁ Ἕκτωρ ἐν τῇ κατ' αὐτὸν παραινέσει φαίνεται. οὐ γὰρ ἁπλῶς ἐλάλησε πρὶν ἢ φορτικόν τι κατιδεῖν, ἀλλ' ἐπεὶ ἐν ὅσῳ οἱ, ὡς εἴρηται, πεσόντες Ἀχαιοὶ ἐσκυλεύοντο, τόφρα δ' Ἀχαιοὶ τάφρῳ καὶ σκολόπεσιν ἐμπλήξαντες ἔσω τείχους ἐγένοντο, τηνικαῦτα ἐπεμηθεύσατο. (ῃ. 352) Ὅτι τὸ «μάστιγι κατωμαδὸν ἤλασεν ἵππους» ἀντὶ τοῦ ἀνατείνας ἕως ὤμων τὴν μάστιγα, ὤμων δὲ ἢ τῶν ἑαυτοῦ ἢ τῶν ἵππων. (ῃ. 352-5) Ὅτι πολεμικὴν εὔτακτον ὁρμὴν φράζει τὸ «ἤλασεν ἵππους κεκλόμενος», ἤγουν ἐγκελευόμενος τοῖς δεῖνα, «ἐπὶ στίχας, οἳ δὲ σὺν αὐτῷ πάντες ὁμοκλήσαντες ἔχον», ἤγουν ἤλαυνον, «ἐρυσάρματας ἵππους ἠχῇ θεσπεσίῃ». Εὐθεῖα δὲ πληθυντικὴ τοῦ ἐρυσάρματας οἱ ἐρυσάρματες, ὅπερ ὅτι μεταπέπλασται ἀπὸ τοῦ ἐρυσάρματοι, δηλοῦται ἀλλαχοῦ. (ῃ. 355-61) Ὅτι Ἀπόλλων αἰγίδα 3.740 ἔχων ἐρίτιμον, ἣν ἀριπρεπέα φθάσας εἶπεν Ὅμηρος ὡς καὶ χρυσῆν καὶ βασιλικήν, «ῥεῖα ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρειπὼν ἐς μέσον κατέβαλε, γεφύρωσεν δὲ κέλευθον μακρὰν ἠδ' εὐρεῖαν, ὅσον τ' ἐπὶ δουρὸς ἐρωὴ γίνεται», οὐκ ἐν πολέμῳ ἀλλ' ἐν γυμνασίου ἀδείᾳ, «ὁππότ' ἀνήρ», φησί, «σθένεος πειρώμενος ἥσει», τουτέστι πέμψει-ὅθεν καὶ ἥμων ὁ ἀκοντιστής, καὶ ἤματα τὰ ἀκοντίσματα. -»τῇ ῥ' οἵ γε», τουτέστιν ἐνταῦθα διὰ τοῦ τοιούτου γεφυρώματος, οἱ Τρῶες «προχέοντο φαλαγγηδόν», ἔφιπποι πάντως, ὡς μετ' ὀλίγα φανήσεται, «πρὸ δ' Ἀπόλλων», ἤγουν