235
Ἰσαάκιον τὸν μέγαν δοῦκα. καὶ πρῶτα μὲν ᾤκτειρε τῆς παρ' ἀξίαν κακοπραγίας καὶ ἐῴκει συναλγεῖν. ἔπειτα καὶ ὠνείδιζε τὴν ἐθελοδουλείαν, καὶ τὸ πρὸς τὴν ἐλευθερίαν ῥᾳθύμως βιοῦν καὶ ἀνειμένως, καὶ μηδὲ νῦν γοῦν, ὅτε καλῶς ποιῶν παρέσχετο ὁ χρόνος τῆς μεγάλου δομεστίκου χρονίου δουλείας ἀπαλλαγῆναι, προσῆκον εὐγενέσι καὶ ἐλευθέροις ἀνδράσι διανοουμένους τι. καίτοι βασιλέως μὲν ζῶντος, στέργειν ἐξ ἀνάγκης ἦν, πολλὴν ἐκείνου τὴν ῥο 2.117 πὴν αὐτῷ χαριζομένου καὶ οὐδαμῶς ἐλάττω ἢ ἐκεῖνος δύνασθαι παρασκευάζοντος. νυνὶ δὲ τί τὸ κωλῦον, ζῆλον ὑπὲρ βασιλέως τοῦ παιδὸς ὑποκριθέντας, συμβουλεύειν βασιλίδι, πρὸς γένους τε ὄντας καὶ προσήκοντας διὰ τὴν εὐγένειαν πιστεύεσθαι, καταλύειν ἐκεῖνον καὶ τῆς ἀρχῆς ἀποχειροτονεῖν, ὡς ἁρπάζειν διανοούμενον τὴν βασιλείαν καὶ αὐτὴν καὶ φίλτατα ἀποκτιννύναι καὶ Ῥωμαίων τυραννεῖν. οὐ γὰρ δήπου γε ἃ προτείνεται ὑμῖν ὥσπερ δέλεαρ ὑπ' ἐκείνου, ἀρχαὶ πόλεών τινων καὶ δημοσίων διοικήσεις, ἵν' ἐκεῖνος τὸ μεῖζον ἔχῃ, ὥσπερ δεσπότης ἐπιτάττων καὶ πάντων καταδυναστεύων καὶ μειζόνων καὶ ἐλαττόνων, τοῦθ' ὑμῖν ἀρκέσει πρὸς τὸ ἀποστερεῖσθαι τῆς ἐλευθερίας. οὐδὲ γὰρ οὐδ' ὑμᾶς τοῦτο κατάδηλον λέληθεν ὂν, ὡς, ἐκείνου πεσόντος ἢ ἐκβεβλημένου τῆς ἀρχῆς, ὑμῖν ἐξέσται πράττειν ἃ αἱρεῖσθε ἀδεῶς, ἢ πρώτους γεγενημένους ἢ μετὰ τοὺς πρώτους εὐθὺς Ῥωμαίων. οὐ χρὴ δὲ πρὸς τὴν ἐπιχείρησιν ἀναδύεσθαι λογιζομένους, ὡς ψεύδη καὶ συκοφαντίας ἐρεῖτε. εἰ μὲν γὰρ οὐδὲν οὐδέπω μέχρι νῦν ψεῦδος εἴρητο ὑμῖν, ἦν ἄν τι τοῦτο πρὸς τὸν λόγον. εἰ δὲ πολλάκις ἡμῖν ἅπασιν ὁμοίως καὶ τοῦ τυχόντος κέρδους ἕνεκα ἢ οὐδενὸς καὶ ἐπιορκεῖν καὶ ψεύδεσθαι συνέβη, τί δεῖ τὰ πολλάκις τετολμημένα ὀῤῥωδεῖν νυνὶ, οὐ μικρά τινα, ἀλλὰ τὴν Ῥωμαίων μέλλοντας ἀρχὴν κερδαίνειν; εἰ δ' ἀπιστεῖν ἐμοὶ κεκρίκατε τὰ βελτίω συμβουλεύοντι, ἀλλὰ 2.118 τῷ γε ἀδελφῷ πείθεσθαι προσήκει, πρεσβυτέρῳ τε τὴν ἡλικίαν ὄντι καὶ μᾶλλον ὑμῶν εἰδότι μεταβολαῖς τε καὶ καινοτομίας πραγμάτων χρῆσθαι προσηκόντως. οἴομαι δὲ κἀκείνῳ περισπούδαστον τὴν μεγάλου δομεστίκου κατάλυσιν εἶναι, οὐ φέροντι τὸν ὄγκον τῆς ἀρχῆς καὶ τὸ πάντας ἐν ἀνδραπόδων ἄγεσθαι καὶ φέρεσθαι ὑπ' ἐκείνου μοίρᾳ. ἐγὼ μὲν οὖν ἃ συμφέρειν νομίζω, συμβεβούλευκα ὑμῖν. αὐτοὶ δ' εἴτι περὶ εὐδοξίας ὑμῶν αὐτῶν καὶ βίου περιφανείας κεκρίκατε ἐπιχειρεῖν, μὴ προΐεσθαι ἀναγκαῖον τὸν καιρὸν, ἵνα μὴ, παρελθόντος, οὐδὲν ὠφελώμεθα ἐκ τῆς μεταμελείας. ἐκείνου γὰρ ἀπόντος, ῥᾷστα πᾶν κατορθωθείη· ἂν δ' ἐκ τῆς στρατείας ἐπανέλθῃ, οὐδὲ γρύζειν παραινῶ τολμᾷν, ἢ οὐδὲν ἔσται τὸ κωλῦσον, τὸ μηδ' ὅπῃ γῆς διάγετε ἀγνοεῖσθαι. ἐγὼ δὲ οὐ λόγοις ἀπλῶς, ἀλλὰ καὶ ὅρκοις παρέξομαι πίστεις ἰσχυρὰς τοῦ πρός τε τοὺς ἀγῶνας προθυμότατον παρασχέσθαι ἑαυτὸν, καὶ χρήμασι καὶ ὅπλοις καὶ οἰκέταις συναιρόμενον, καὶ μετὰ τὴν κατάλυσιν ἐκείνου πάντα ποιήσειν τὰ προστεταγμένα ὑφ' ὑμῶν, καὶ παρὰ πάντα τὸν βίον ἐν ὑπηκόου μοίρᾳ τελέσειν, μηδὲν μηδέποτε πρὸς ὑμᾶς ἀγνωμονήσας.» τοιαῦτα εἰπὼν καὶ προσέτι γε ὅρκοις ἀσφαλισάμενος τὰ εἰρημένα, ἐπεὶ κἀκείνους εἶχε πεπεισμένους πρὸς τὸ πράττειν τὰ βεβουλευμένα, πρὸς Γαβαλᾶν Ἰωάννην τὸν μέγαν δρουγγάριον ἐλθὼν, ὃς ἦν ἐκ τῆς πρὸς Κράλην πρεσβείας ἄρτι ἥκων, ὑπὸ τοῦ μεγάλου δομε 2.119 στίκου ᾑρημένος, εἴ τι πύθοιτο ἠρώτα περὶ ἑαυτοῦ. τοῦ δὲ ἀποκριναμένου, μηδέν· «ἀλλ' ἐγώ σοι» εἶπεν «ἥκω ἄγγελος κακῶν. ὁ γὰρ μέγας δομέστικος τὴν προτέραν εὐμένειαν τὴν πρὸς σὲ μεταβαλὼν, πολλῆς ἀναπέπλησται πικρίας. καὶ δῆλός ἐστιν οὐκ ἀνεξόμενος, εἰ μὴ δίκας λήψεται παρὰ σοῦ τῆς προδοσίας τῆς εἰς αὐτόν. αὐτὸς γὰρ αὐτοῦ ἀκηκοέναι λοιδορίας σοῦ καταχέοντος πολλὰς, φλύαρον καὶ λάλον ἀποκαλοῦντος καὶ ψευδόμενον ὡς τὰ πολλὰ καὶ φθορέα καὶ προδότην τῶν κοινῶν. ᾑρημένος γὰρ ὑπ' ἐκείνου πρὸς τὸν ἄρχοντα τῶν Τριβαλῶν πρεσβευτὴς, παραπρεσβεύσειας δωροδοκήσας καὶ τὰ Ῥωμαίων καταπροδοὺς, τὰ ἐκείνων πράξειας καὶ ὅρκους ἐκείνοις παρασχοίης, ὡς μένων παρ' ἡμῖν, πρόξενος ἐκείνοις εἴης, παντὶ σθένει τὰ