235
προστεθῆναι, δωδεκάμηνον κατὰ τὸν τῆς σελήνης δρόμον νομοθετήσαντος λογίζεσθαι τὸν ἐνιαυτόν, δεκάμηνον πρόσθεν οντα ὡς ἐνίοις τῶν βαρβάρων τρίμηνον, καὶ τῶν ̔Ελλήνων ̓Αρκάσι μὲν τετράμηνον, τοῖς δὲ ̓Ακαρνᾶσιν ἑξάμηνον. Αἰγυπτίοις δὲ μηνιαῖος ην ὁ ἐνιαυτός, ειτα τετράμηνος· διὸ καὶ ἀρχαιότατοι δοκοῦσιν ειναι, καίτοι μὴ οντες, πλῆθος ἀμήχανον ἐτῶν ἐπὶ ταῖς γενεαλογίαις εἰσάγοντες, ατε δὴ τοὺς μῆνας εἰς ἐτῶν τιθέμενοι ἀριθμόν. καὶ τὸν ̓Ιανουάριον δὲ Νόμας εἰς ἀρχὴν τοῦ ετους ἀπένειμεν. Ουτω δὲ δικαιοσύνῃ καὶ εὐσεβείᾳ συνεθίσαντος τὸ ὑπήκοον, ἐξῄρητο πάντῃ τὰ τοῦ πολέμου. οὐ γὰρ μόνον ὁ ̔Ρωμαίων δῆμος ἡμέρωτο τῇ τοῦ βασιλέως εὐνομίᾳ καὶ πρᾳότητι, ἀλλὰ καὶ τὰς κύκλῳ πόλεις ἀρχὴ μεταβολῆς ελαβε, καὶ πόθος εἰσερρύη πάντας εἰρήνης καὶ τοῦ δικαίου, γῆν φυτεύειν καὶ τέκνα τρέφειν ἐν ἡσυχίᾳ καὶ σέβεσθαι θεούς. ουτε γὰρ πόλεμος ουτε στάσις ουτε νεωτερισμὸς περὶ πολιτείας ἱστόρηται Νόμα βασιλεύοντος, οὐδ' ἐπ' ἐκεῖνον εχθρα τις η φθόνος η σύστασις ἀνδρῶν καὶ ἐπιβουλὴ δι' ερωτα βασιλείας γενέσθαι ποι ἀναγέγραπται. θυγατέρα δ' ἐσχηκὼς Πομπιλίαν, Μαρκίῳ ταύτην ἐξέδοτο· ἐξ ης Μάρκιος Αγκος θυγατριδοῦς ἐτέχθη αὐτῷ, ος μετὰ Τοῦλλον ̔Οστίλλιον ἐβασίλευσε. τοῦτον πενταετῆ καταλιπὼν ὁ Νόμας ἐτελεύτησεν, κατὰ 2.102 μικρὸν ὑπὸ γήρως καὶ νόσου μαλακῆς ἀπομαραινόμενος, χρόνον τριετῆ τοῖς ὀγδοήκοντα προσβιώσας, βασιλεύσας ετη ἐπὶ τρισὶ τεσσαράκοντα. Τοῦ δὲ Νόμα τελευτήσαντος καὶ μηδένα καταλιπόντος διάδοχον, ̔Οστίλλιος Τοῦλλος ᾑρέθη παρὰ τοῦ δήμου καὶ τῆς βουλῆς. ος τὰ πλεῖστα τῶν τοῦ Νόμα χλευάσας ἠθῶν τὸν ̔Ρωμύλον ἐζήλωσε, καὶ πρὸς μάχας αὐτός τε ωρμα καὶ τὸν δῆμον ἠρέθιζεν. ἁρπαγῆς γοῦν γενομένης παρὰ ̔Ρωμαίων ἐξ ̓Αλβανῶν, ωρμησαν πρὸς μάχην ἑκάτεροι· πρὸ δὲ τοῦ συμβαλεῖν κατηλλάγησαν, καὶ ἐς μίαν πόλιν ἀμφοῖν ἐδόκει συνοικῆσαι τοῖς γένεσιν. ἑκάστου δὲ τῆς οἰκείας ἐχομένου καὶ τὸ ετερον εἰς ταύτην ἀξιοῦντος μεταναστεῦσαι, ἀπέστησαν τοῦ σκοποῦ. ειτα περὶ τῆς ἡγεμονίας διηνέχθησαν· ὡς δὲ οὐδεὶς τῷ ἑτέρῳ παρεχώρει αὐτῆς, ἀγωνίσασθαι συνέθεντο περὶ τῆς ἀρχῆς. ουτε δὲ τοῖς στρατοπέδοις ολοις ἐδόκει μαχέσασθαι ουτε μὴν μονομαχίᾳ κριθήσεσθαι. ησαν δὲ παρ' ἀμφοῖν τρίδυμοι ἀδελφοί, ἐκ μητέρων γεγονότες διδύμων, ἰσήλικές τε καὶ ἰσοπαλεῖς τὴν ἰσχύν· ἐκαλοῦντο δὲ οἱ μὲν τῶν ̔Ρωμαίων Πουπλιοράτιοι, οἱ δὲ τῶν ̓Αλβανῶν Κουριάται. τούτους εἰς μάχην προεβάλοντο, παρ' οὐδὲν τὴν πρὸς ἀλλήλους αὐτῶν συγγένειαν θέμενοι. οἱ δὲ ὁπλισάμενοι καὶ ἐν τῷ μεταιχμίῳ τῶν στρατοπέδων ἀντιπαραταξάμενοι θεούς τε ὁμογνίους ἀνεκαλοῦντο καὶ συνεχῶς ἀνέβλεπον πρὸς τὸν ηλιον. συμβαλόντες δὲ ποτὲ μὲν ἀθρόοι, ποτὲ δὲ καὶ καθ' ενα ἐμάχοντο. τέλος δὲ τῶν μὲν ̔Ρωμαίων τῶν δύο πεσόντων, τῶν δὲ ̓Αλβανῶν ἁπάντων τρωθέντων, ὁ ̔Οράτιος ὁ κατάλοιπος, οτι τοῖς 2.103 τρισὶν αμα, εἰ καὶ ατρωτος ην, οὐκ ἠδύνατο ἀντιτάξασθαι, ἐνέκλινεν, ὡς αν διώκοντες αὐτὸν σκεδασθῶσι· κἀπειδὴ πρὸς τὴν δίωξιν διεσπάρησαν, ἑκάστῳ ἐπιτιθέμενος απαντας διεχρήσατο. κἀντεῦθεν τετίμητο· οτι δὲ καὶ τὴν ἀδελφὴν προσαπέκτεινεν, ὀλοφυρομένην, ἐπεὶ τὰ τῶν ἀνεψιῶν σκῦλα ἑώρα φέροντα τὸν ̔Οράτιον, φόνου ἐκρίθη· ἐς δὲ τὸν δῆμον εκκλητον αἰτήσας ἀφείθη. Οἱ δὲ ̓Αλβανοὶ τότε μὲν ὑπήκοοι τῶν ̔Ρωμαίων ἐγένοντο, υστερον δὲ τὰς συνθήκας ἀθετήσαντες, καὶ ὡς ὑπήκοοι πρὸς συμμαχίαν κληθέντες, μεταθέσθαι δὲ πρὸς τοὺς πολεμίους ἐν τῷ καιρῷ τῆς μάχης ἐπιχειρήσαντες καὶ συνεπιθέσθαι ̔Ρωμαίοις, γνωσθέντες ἐκολάσθησαν· καὶ πολλοὶ μὲν ἐκτάνθησαν καὶ ὁ αὐτῶν ἐξηγούμενος Μέττιος, οἱ αλλοι δὲ μετανάστασιν επαθον, καὶ ἡ πόλις αὐτῶν Αλβα κατεσκάφη, πεντακόσιά που ετη ̔Ρωμαίοις νομισθεῖσα μητρόπολις. Πρὸς μὲν ουν τοὺς πολεμίους ὁ Τοῦλλος κράτιστος εδοξε, τοῦ θείου δὲ παρημέλει. νόσου δ' ἐνσκηψάσης λοιμώδους καὶ αὐτὸς νοσήσας εἰς δεισιδαιμονίαν ἀπέκλινεν. ἐσχηκέναι μέντοι τοῦ βίου λέγεται τέλος καταφλεχθεὶς ὑπὸ κεραυνῶν, η ἐπιβουλευθεὶς ὑπὸ Μαρκίου Αγκου, ος θυγατριδοῦς ἐτύγχανεν, ὡς ειρηται, τοῦ Νόμα. ἐβασίλευσε δὲ