235
τεθολωμένοι, οὐδὲ αἱματώδεις, καὶ ἡ γλῶσσά σου οὐ ψελίζει, καὶ ὅτι οἱ πόδες σου ὀρθῶς περιπατοῦσιν; Μεγάλη ἡ νηστεία, καὶ δι' αὐτῆς πολλοὶ ὑπερέβησαν τὰ ἀνθρώπινα, καὶ μετὰ ἀγγέλων ἔχουσι τὴν διαγωγήν. ∆ανιὴλ, οὐχὶ διὰ νηστείαν τὴν τῶν λεόντων ἀγριότητα εἰς προβάτων ἡμερότητα μετέβαλε; Νηστεύσας γὰρ ἑπτὰ ἡμέρας ἐν λάκκῳ, τοὺς ὑπερμεγέθεις λέοντας ὡς περιστερὰς κατενόει. Καὶ βλέπε μοι αὐτοῦ τὴν ἀρετὴν, ὅτι καὶ τοὺς λέοντας νηστεύειν ἐδίδαξεν. Εἰς ἄριστον τῶν λεόντων ἐβλήθη ὁ ἅγιος ἐν τῷ λάκκῳ, καὶ εὑρέθη αὐτὸς ἀριστῶν, ἐπικομισαμένου τοῦ Ἀββακοὺμ διὰ προστάγματος Κυρίου, καὶ οἱ λέοντες μετὰ πολλῆς φιλοσοφίας ἐκαθίζοντο. Ὦ νηστείας ὑπερβολή! τοὺς λέοντας ἐφίμωσε, τὸν δράκοντα διέῤῥηξε, τὸν Βὴλ κατέστρεψεν, καὶ τὴν Σωσάνναν διέσωσεν. Οἱ τρεῖς παῖδες νηστεύοντες, τὴν κάμινον ὡς πηλὸν κατεπάτουν, καὶ τὴν φλόγα ὡς δροσοειδῆ παράδεισον κατανοοῦντες, ἄκαυστοι διέμειναν, καὶ τὰς τοῦ βασιλέως ἀπειλὰς ὡς ἀράχνην διέλυσαν. ∆ιὰ νηστείας ὁ μέγας ἐν προφήταις Μωσῆς τὸν νόμον ἐδέξατο. Νηστεύσας γὰρ ἡμέρας τεσσαράκοντα, τὴν ὀργὴν τὴν κατὰ τοῦ λαοῦ κατέπαυσεν. Νηστεύσαντες Νινευῖται ἐν ἡμέραις τρισὶ τὴν πολυπληθῆ πόλιν διέσωσαν. Νηστεία ἀγγέλων μίμημα. Νηστεία τοὺς ἀνθρώπους εἰς οὐρανοὺς ἀνήγαγεν, καὶ μετ' ἀγγέλων πολιτεύεσθαι παρεσκεύασεν, καὶ μετὰ μαρτύρων τὴν ἀνάπαυσιν ἐδωρήσατο. Μὴ μυσταγωγείτω σε ἐπὶ νηστείαν ἡ μέθη. Οὐκ ἔστι διὰ μέθης εἴσοδος εἰς νηστείαν· οὐ γὰρ διὰ πλεονεξίας εἰς δικαιοσύνην, οὐδὲ δι' ἀκολασίας εἰς σωφροσύνην, οὐδὲ συλλήβδην εἰπεῖν, διὰ κακίας εἰς ἀρετήν. Ἄλλη θύρα ἐπὶ νηστείαν. Ἡ μέθη εἰς ἀκολασίαν εἰσάγει, ἐπὶ δὲ νηστείαν αὐτάρκεια· ἀθλῶν προγυμνάζεται, ὁ νηστεύων προεγκρατεύεται. Μὴ ὡς ἀμυνόμενος τὸν νομοθέτην τῶν πέντε ἡμερῶν τὴν κραιπάλην προαπετίθεσο. Καὶ γὰρ ἀνόνητα πονεῖς, τὸ μὲν σῶμα συντρίβων, μὴ παραμυθούμενος δὲ τὴν ἔνδειαν. Ἄπιστόν ἐστι τὸ ταμεῖον· εἰς τετρημένον πίθον ἀντλεῖς. Οὐδεὶς γυναῖκα σεμνὴν νόμοις γαμικοῖς ἐπάγεσθαι μέλλων, παλλακίδας προσλαβὼν καὶ ἑταίρας εἰσοικίζει. Οὐ γὰρ ἀνέχεται ἡ νομίμη γυνὴ μετὰ τῶν διεφθαρμένων συνοικῆσαι. Μὴ τοίνυν καὶ σὺ προσδοκωμένης νηστείας, προεισαγάγῃς τὴν μέθην, τὴν πάνδημον πόρνην, τὴν ἀναισχυντίας μητέρα, τὴν φιλόγελων, τὴν μαινάδα, τὴν πρὸς πᾶσαν ἀσχημο 96.204 σύνην εὔκολον. Οὐ γὰρ μὴ εἰσέλθῃ νηστεία καὶ δέησις εἰς ψυχὴν ῥυπωθεῖσαν ὑπὸ τῆς μέθης. Νηστεία καὶ δέησις ἐκ θανάτου ῥύεται· δικαιοσύνη δὲ ὑπὲρ ἀμφότερα. Οἶδε νηστεία πλούσιον τὸν πένητα ἀπεργάσασθαι. Οὐ γὰρ ἀκαίρως συγχωρεῖ δαπανᾷν τοῦ μέτρου, τὴν αὐτάρκειαν παρεχομένη. Οἶδε καὶ τὸν πλούσιον οἰκονόμον τῶν ἰδίων χρημάτων κατασκευάζειν. Οὐκ ἀποχὴ βρωμάτων, ἀλλὰ ἀποχὴ πλημμελημάτων ἐργάζεται νηστείαν. -Φιλήσωμεν τὴν νηστείαν, ὅτι μήτηρ σωφροσύνης ἐστὶ, καὶ πηγὴ φιλοσοφίας ἁπάσης. Τὸ μετὰ νηστείας εἶναι εὐχὴν, δυνατωτέραν ποιεῖ τὴν εὐχήν. Νῦν σωφροσύνη λογισμῶν πολλὴ πάρεστι· νῦν δὲ ἐγήγερται ἡ διάνοια, καὶ τὰ ἄνω περισκοπεῖ ἡ ψυχή· διὰ τοῦτο τῇ νηστείᾳ τὴν προσευχὴν συνέζευξεν ἡ Γραφή. Τότε γὰρ τερπνοτέρα καὶ δοκιμωτέρα ἀπὸ τῆς λύρας ἀναπέμπεται ἡ μελῳδία, ὅτι οὐκ εἰσὶ διάβροχοι αἱ νευραὶ τῇ πλεονεξίᾳ τῆς μέθης, ἀλλ' εὔτονος ὁ λογισμὸς, καὶ διεγηγερμένος ὁ νοῦς. Νήφουσα ἡ ψυχὴ οὕτω προσιέναι τῷ Θεῷ, καὶ διαλέγεσθαι μόνον πρὸς μόνον.
ΣΤΟΙΧΕΙΟΝ Ξ.
ΤΙΤΛ. Αʹ. -Περὶ ξένων πραγμάτων, καὶ τῶν σπανίως ἔν τισιν εὑρεθέντων.
«Ἔκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον, καὶ ἤγειρεν αὐτοῖς Κύριος σωτῆρα τὸν Ἀὼδ, ἄνδρα ἀμφοτεροδέξιον. Μετὰ Ἀὼδ ἀνέστη Σαμεγὰρ, καὶ ἐπάταξε τοὺς ἀλλοφύλους ἑξακοσίους ἄνδρας ἐν τῷ ἀροτρόποδι τῶν βοῶν, καὶ ἔσωσε τὸν