235
ἀπὸ ∆υσμῶν, ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν." Εἰ καὶ τούτων εὗρε μακρότερα διαστήματα, πάντως ἂν καὶ ταῦτα εἰς μέσον παρήγαγε, δεῖξαι τὸ ἄπειρον τῆς θείας φιλονεικῶν ἀγαθότητος· ἀλλ' οὐχ εὗρεν ὁ ἀν θρώπινος λογισμὸς, οὔτε οὐρανοῦ ὑψηλότερον μέτρον, οὔτε τοῦ μέσου τῆς ἑσπέρας καὶ τῆς ἑῴας μακρό τερον. ιγʹ. "Καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν." ∆ημιουργὸς ὢν καὶ ποιητὴς, ἐμιμήσατο πατρὸς ἀγαθότητα, καὶ τὴν αὐτὴν περὶ τοὺς οἰκέτας, ἣν πατὴρ περὶ τοὺς παῖ δας, φιλοστοργίαν ἐπέδειξεν. ιδʹ. "Ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνή σθη ὅτι χοῦς ἐσμεν." Οἶδε γὰρ ὁ δημιουργὸς τῆς φύσεως ἡμῶν τὴν ἀσθένειαν, οἶδε καὶ πόθεν διεπλά σθημεν, καὶ ποῦ πάλιν χωρήσομεν. ιεʹ. "Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει." Οὐδὲν χόρ του καὶ ἄνθους διενηνόχαμεν, ὃ ἐν ἦρι μὲν τέθηλε μετὰ βραχὺ δὲ μαραίνεται καὶ διαῤῥεῖ. ιʹ. "Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρ ξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὑτοῦ." Ὁ δὲ Σύμμαχος οὕτως· Ὅτι πνεῦμα διέρχεται αὐ- τὸν, εἶτα οὐχ ὑπάρχει. -Πνεῦμα τὴν ψυχὴν λέ γει· ἧς παρούσης καὶ ζῇ τὸ σῶμα, καὶ ἐνεργεῖ· ἀπο πτάσης δὲ κατασβέννυται καὶ φθείρεται, ὡς μηδὲ τοὺς προτέρους ἐπιγινώσκεσθαι χαρακτῆρας, μηδὲ γινώσκεσθαι, ὡς τοῦτο τοῦ δεῖνος, ἐκεῖνο τοῦ δεῖνος τὸ σῶμα. Καὶ τοῦτο ἴδοι τις ἂν ἀκριβέστερον διακύ ψας εἰς τάφον· πάντα γὰρ ὁμοίως φθορᾶς γίνεται παρανάλωμα, καὶ τοὺς προτέρους χαρακτῆρας οὐ διασώζει. 80.1692 ιζʹ, ιηʹ. "Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτὸν, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν. Τοῖς φυ λάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ, τοῦ ποιῆσαι αὐτάς." Ἡ μὲν οὖν φύσις οὕτως ἐπίκηρος· ἡ δὲ θεία φιλανθρωπία τὸν μακρὸν αἰῶνα χαρίζεται βιοῦν, καὶ μέχρις ἐγγόνων διατηρεῖ τὴν τοῖς προγόνοις ὀφειλομένην τῆς δικαιο σύνης ἀντίδοσιν. Οὕτω τῷ Ἰηοῦ μέχρι τετάρτης γενεᾶς τὴν βασιλείαν τετήρηκε, καί τοι μηδὲ τε λείαν εὐσέβειαν κτησαμένῳ, ἀλλ' ἐν τῇ ἀρχῇ τῆς βασιλείας ἐπιδειξαμένῳ τὸν ζῆλον. Οὕτω τῷ θεσπε σίῳ ∆αβὶδ ἄσβεστον διετήρησε τὸν τοῦ γένους σπιν θῆρα, καὶ ταῦτα πολλῶν δυσσεβῶν ἐν μέσῳ βεβλα στηκότων. Τοῦτον δὲ, φησὶν, ὀρέξει τὸν ἔλεον τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ. Καὶ οὐχ ἁπλῶς με μνημένοις τῶν ἐντολῶν αὐτοῦ, ἀλλ' ἐπιτιθεῖσι τοῖς λόγοις τὰ ἔργα, καὶ κατὰ ταύτας τὸν οἰκεῖον ῥυθμί ζουσι βίον. ιθʹ. "Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὑτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει" Τοῦτο ἔοικε τοῖς ἐν ἑτέρῳ εἰρημένοις ψαλμῷ· "Ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν." Καὶ γὰρ ἐνταῦθα ὁ προφητικὸς ἡμᾶς διδάσκει λόγος, ὡς ἐν οὐρανῷ μὲν ἔχει τὸν θρόνον τῶν ὅλων ὁ Κύριος, ἐφορᾷ δὲ καὶ πρυτανεύει τῇ κτίσει, ἅτε δὴ πάν των ὢν δημιουργὸς, καὶ βασιλεὺς, καὶ δεσπό της. κʹ. "Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐ τοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ." Εἰκότως τὰς ἀοράτους δυνάμεις εἰς κοινωνίαν τῆς ὑμνῳδίας ἐκάλεσεν. Οὐκ ἀπόχρη γὰρ ἡ ἀνθρωπεία φύσις ἀξίως ὑμνεῖν σε τὸν εὐεργέτην· αἱ δὲ ἀσώματοι καὶ αἱ ἅγιαι φύσεις, ἐλευθέραν ἔχουσαι παθημάτων ζωὴν, ἱκαναὶ πληροῦν τὰ θεῖα προστάγματα. καʹ. "Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐ τοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐ τοῦ." Πολλὰ καὶ διάφορα τῶν οὐρανίων τὰ τάγ ματα· Ἀρχαὶ γὰρ καὶ Ἐξουσίαι, καὶ Θρόνοι, καὶ Κυριότητες, καὶ Σεραφὶμ, καὶ Χερουβὶμ, καὶ ἕτερα ἡμῖν ὀνόματα ἄγνωστα, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος· ἀλλὰ πάντα διὰ τῶν δύο τούτων ὀνομάτων ὁ προφη τικὸς συμπεριέλαβε λόγος. Ἀγγέλους μὲν γὰρ ἐκάλεσεν, ὡς τοῖς θείοις ὑπουργοῦντας προστάγ μασι, καὶ τοὺς θείους λόγους διαπορθμεύοντας· ∆υ νάμεις δὲ, ὡς ἱκανὰς τὸ κελευόμενον πράττειν, καὶ τὸ δυνατὸν ἐν τῇ φύσει παρὰ τοῦ πεποιηκότος λα βόντας. κβʹ. "Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ." Οὐδὲ τοῦτο 80.1693 τοῖς Ἰουδαίοις ἁρμόττει. Ἐκεῖνοι γὰρ ὑπὸ τῶν ἀν- δραποδισάντων ᾆσαι προσταχθέντες ἐκ τῶν ᾠδῶν Σιὼν, ἔφασαν ἔννομα δρῶντες,