235
τὴν σωτηρίαν μοι. Τὸ κισσύβιον ἐδεξάμην καὶ ἔχω σου εἰς ἐναργεστέραν μνήμην. τὴν ἐννάδα τῶν ἀδελφῶν μου καὶ τέκνων προσαγορεύω, πλεῖστα δεόμενος καὶ τῆς εὐχῆς. ὁ ἀδελφὸς Νικόλαος, ὁ σὺν ἐμοὶ ἐγκεκλεισμένος, προσαγορεύει σε σὺν πᾶσιν. ἡ χάρις μεθ' ὑμῶν. ἀμήν. 389 {1Βασιλείῳ ἡγουμένῳ}1 Ἡδέως σου ἀνέγνων τὸ γραμματεῖον, ὦ πατρότης ἁγία, ὡς ἀπὸ καρδίας καθαρᾶς προσενηνεγμένον, οὐ μὴν ἐν τοῖς ἐπαίνοις ἥσθην, ὡς ξένος τῶν λελεγμένων. ἀλλ' αὐτός, εἰ βούλει, μᾶλλον προσεύχου τῆς μερίδος καὶ στάσεώς σου ἐγγύθεν παραθήγειν. Τοῦτο μὲν τοιοῦτον. εἴη δὲ κατὰ τὸ ῥῆμά σου χρησιμεύειν τῷ θεῷ Ὑπάτιόν τε τὸν ἀδελφὸν καὶ ὅντινα ἄλλον τῶν ἐναθλούντων, ὡς ἂν δι' αὐτῶν σχοίημεν καὶ ἡμεῖς οἱ ταπεινοὶ εὐμενὲς τὸ θεῖον. τὸ ἐρώτημα τῶν ἐμπαρέντων ἐν τοῖς κατὰ φύσιν ἢ παρὰ φύσιν πτώμασιν ἐκείνην ἔχει τὴν ἀπόκρισιν, ὅτι ἡ ἀληθὴς μετάνοια ἐν ἐπιδείξει τῶν κατ' αὐτῆς καρπῶν. ἅτινά ἐστιν· ἡ ἀποχὴ τῶν ἁγιασμάτων κανονικῶς μετὰ καὶ τῆς συντελουμένης ἐγκρατείας τὴν συγχώρησιν τῶν ἡμαρτημένων ἀντιλαμβάνει καὶ ἄνευ μαστίγων καὶ μαρτυρίου. ἕως ἂν γὰρ μὴ ἀποκλείσῃ καθ' ἡμῶν, ὡς γέγραπται (ἀπόκλεισις δὲ ὁ θάνατος), κἂν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς ζωῆς ἡ ἀληθὴς μετάνοια φθάσειεν, ἔσωσε τὸν ἐπιστρέψαντα τῆς ἁμαρτίας. οὕτω θεὸς διὰ Ἰεζεκιὴλ τοῦ θεολόγου διωρίσατο· καὶ τοιοῦτον φιλάνθρωπον θεὸν ἔχομεν, τὸν καὶ λῃστὴν μιᾷ ὥρᾳ εἰσοικισάμενον, τὸν πάλαι καὶ τὸν ἔσχατον, καὶ τελώνην ὡσαύτως δικαιώσαντα. εἰ δὲ κατὰ τὰ φθάσαντα ἄρτι ἐπιδοῖεν ἑαυτὸν ὁ ἡμαρτηκὼς καὶ πληγὰς ἐπὶ νώτου δέξασθαι καί τι ἄλλο περισσότερον, τίς ἀμφιβάλοι μὴ συγκεχωρῆσθαι αὐτὸν τῆς ἁμαρτίας; τὸ γὰρ καὶ θανεῖν ἐν τῇ ὁμολογίᾳ Χριστοῦ μάρτυρα ἀποτελεῖ κυρίως Κυρίου. ἀλλ' ἴσως ὁ λόγος περὶ τοῦ ἐπιτιμίου, ὅτι, ἐὰν ὑποβληθῇ βασάνοις, μὴ μέντοι θάνοι, τοῦτο παρὰ τοῦ δόντος τὸ ἐπιτίμιον κανονιζέσθω, πόσον ὑφελεῖν διὰ τὰ παθήματα, ὅλον, τὸ ἥμισυ· ἡμῖν γὰρ ὁρίζειν οὐχ οἷόν τε. Οὕτως ὁ τῆς ταπεινώσεως ἡμῶν λόγος. εἰ δὲ δεῖ ἄλλως, δίδαξον, πάτερ, καὶ φώτισον ἡμᾶς τοὺς ἀμυήτους. τὸν ἀδελφόν μου, τὸν κῦριν Προκόπιον, πλεῖστα προσειπέ. 390 {1Ἀρκαδίῳ μοναχῷ}1 ∆ὶς ἄρτι γράφω, ἀφ' οὗ συνελήφθης, ἠγαπημένε, ὑπὸ τῶν ἰουδαϊζόντων. τὴν πρώτην οὐκ ἐδέξω· εὔχομαι κἂν ταύτην τὴν ἐπιστολὴν εἰς χεῖράς σου ἐλθεῖν. ἐγὼ γάρ, πρῶτον μὲν κατὰ τὸν κοινὸν τῆς ἀγάπης νόμον χρεώστην ἐμαυτὸν λογιζόμενος, ὅτι χρὴ ἀλλήλους συμπροθυμοποιεῖσθαι τοὺς ἐπὶ τὸ αὐτὸ συνημμένους τῷ φρονήματι τῆς ὁμολογίας Χριστοῦ, τὸ ἐπιστεῖλαί σοι ἀναγκαίως ἔχω· ἔπειτα καὶ διὰ τὴν ἰδιότροπον σχέσιν, ἣν οἶσθα ὁποία καὶ πόση ἀπ' ἀρχῆς ἡμῖν ὑπῆρξε, πάνυ ἐπειγομένως γράφω. Ἀλλὰ χάρις τῷ θεῷ, ἀδελφέ μου τιμιώτατε, ὅτι ἐν τῷδε τῷ πικρῷ χειμῶνι τῆς ἀπιστίας ἄνθος διεφάνης ὀρθοδοξοῦν, μᾶλλον δὲ ὁμολογητὴς Χριστοῦ· ἅπαξ ἐνεχθεὶς εἰς ὄψιν τῶν κρατούντων οὐχ ὑπέπτηξας, ὡμολόγησας τὴν καλὴν ὁμολογίαν. ἐμαστιγώθης ἱκανά, ἐξωρίσθης, περιωρίσθης ὧδέ που ἐν παραβύστῳ· πάλιν ἤχθης ἐν χειροῖν κολαστῶν, οὐκ ὠλιγώρησας, οὐκ ἐξηρνήσω τὴν πίστιν, κατεξάνθης αὖθις ταῖς πληγαῖς καὶ μεμένηκας ἀήττητος, μὴ φοβούμενος ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, ἀλλὰ τὸν μόνον Κύριον καὶ θεὸν καὶ βασιλέα κατὰ τὸ ὑπ' αὐτοῦ ἐντεταλμένον. μακάριος εἶ καὶ καλόν σοι ἔσται· ὡς εὐγενὴς σὺ καὶ τῶν ἀφ' ἡλίου ἀνατολῶν εὐγενέστερος. εἰ δὲ ὅτι τοῖς ἱστουργοῖς σε συναρίθμησαν ὡς βασιλικὸν οἰκέτην, μὴ θαυμάσῃς· τοιαῦτα γὰρ τοῖς ἁγίοις. ἔπειτα ὅτι καὶ μὴ βουλόμενοι ὡς ἀληθῶς ὑπέδειξαν τῷ κόσμῳ δοῦλόν σε εἶναι τοῦ βασιλέως τῶν οὐρανῶν, ἔνδειγμα μαρτυρίας θεοῦ, ἔλεγχον ἀσεβείας. Στῆθι οὖν, γενναῖε στρατιῶτα Χριστοῦ, ἀρίστευσον τελείως, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν ὁμολογίαν σου πληροφόρησον, ἔχων ἀοράτως θεὸν ἐπίκουρον, τὸν φύλακα τῆς ζωῆς σου ἄγγελον κυκλοῦντά σε, περιέποντά σε, χαίροντα ἐπὶ σοὶ λίαν καὶ τὰς προσευχάς σου ἀναφέροντα εἰς θεὸν εἰς ὀσμὴν εὐωδίας· ἐν αἷς μέμνησο καὶ ἡμῶν