235
Βαρδάνιος ὁ πατρίκιος ἐπανέστη αὐτῷ, τούτους προσκαλεσάμενος ταῖς αὐτῶν μαγγανείαις τοῦτον ὑπέταξεν. ταῦρον γὰρ ἔν τινι λάκκῳ ἐν σιδηρῷ πάλῳ ἐκ τῶν κεράτων προσδήσας εἰς γῆν νενευκότα, οὕτω μυκώμενον καὶ ἰλυσπώμενον ἀποκτανθῆναι πεποίηκεν, τὴν δὲ τούτου ἐσθῆτα ἐν μύλωνι ἀλήσας ἀντιστρόφως καὶ ἐπαοιδίαις χρησάμενος νίκην ἤρατο, παραχωρήσαντος τοῦ θεοῦ διὰ πλῆθος ἁμαρτιῶν ἡμῶν. οὗτοι χώραν ἔλαβον ἐπὶ τῆς βασιλείας αὐτοῦ ἀφόβως πολιτεύεσθαι καὶ πολλοὶ τῶν κουφοτέρων ταῖς ἀθεμίτοις αὐτῶν διεφθάρησαν δόξαις. ἐν δὲ τῷ Ἑξακιονίῳ ψευδερημίτης τις Νικόλαος τοὔνομα καὶ οἱ σὺν αὐτῷ γεγονότες ἦσαν 489 καὶ κατὰ τοῦ ὀρθοῦ λόγου καὶ τῶν σεπτῶν εἰκόνων ἐβλασφήμουν, ὧν ἀντεποιεῖτο Νικηφόρος, καὶ ἐλύπει τὸν ἀρχιερέα καὶ πάντας τοὺς κατὰ θεὸν ζῶντας. πολλάκις γὰρ κατ' αὐτῶν ἐγκαλῶν ἠγανακτήθη, τοῖς πρὸς ἀλλήλους ἐχθραίνουσι σφόδρα συγχαίρων, ἐπιτωθάζων παντὶ Χριστιανῷ φιλοῦντι τὸν πλησίον ὡς ἀνατροπεὺς τῶν θείων ἐντολῶν· καὶ διὰ σπουδῆς ἦν αὐτῷ δίκας ἀλόγους καὶ εὐλόγους παντὶ Χριστιανῷ κινεῖν ἐν τῷ κολαστηρίῳ τῆς Μαγναύρας, πρὸς τὸ μηδένα σχολάζειν κατὰ τῶν ἀσεβειῶν αὐτοῦ. τοὺς στρατιωτικοὺς ἄρχοντας δουλικῶς χρᾶσθαι τοῖς ἐπισκόποις καὶ κληρικοῖς ἐκέλευσε καταγομένους αὐθεντικῶς ἐν τοῖς ἐπισκοπείοις καὶ μοναστηρίοις, καὶ καταχρᾶσθαι τὰ αὐτῶν. τοὺς ἀπ' αἰῶνος ἀναθεμένους τῷ θεῷ χρυσᾶ ἢ ἀργυρᾶ σκεύη ἔψεγεν, καὶ τὰ τῶν ἐκκλησιῶν ἱερὰ κοινοῦσθαι ἄξιον ἐδογμάτιζεν, ὡς Ἰούδας τὸ δεσποτικὸν μῦρον. τοὺς πρὸ αὐτοῦ βασιλεῖς ἅπαντας ὡς ἀκυβερνήτους ἐμέμφετο, καθόλου τὴν πρόνοιαν ἀναιρῶν καὶ μηδένα λέγων γίνεσθαι τοῦ κρατοῦντος δυνατώτερον, εἰ βούλοιτο ὁ κρατῶν ἐντρεχῶς ἄρχειν. ἀλλ' ἐματαιώθη ἐν τοῖς διαλογισμοῖς αὐτοῦ ὁ θεόκταντος. τῷ δὲ Φεβρουαρίῳ μηνὶ τῆς αὐτῆς δʹ ἰνδικτιῶνος τῷ αʹ σαββάτῳ τῶν νηστειῶν ὑπαντηθέντες οἱ Σαρακηνοὶ εἰς Εὐχάϊταν Λέοντι, στρατηγῷ τῶν Ἀρμενιάκων, σὺν τῇ ῥόγᾳ τοῦ θέματος ταύτην ἀφείλαντο σὺν πολλῷ πλήθει λαοῦ. τάλαντα δὲ ἦν ιγʹ γινόμενα λίτραι ατʹ· καὶ οὐδ' οὕτως ἠλέγχετο Νικηφόρος τῆς πλεονεξίας παύσασθαι. ἐπὶ τοσούτοις οὖν σημείοις ὁ νέος Ἀχαὰβ μὴ παιδευθείς, ὁ Φαλάριδος καὶ Μίδου ἀπληστότερος, κατὰ Βουλγάρων παρατάττεται ἅμα Σταυρακίῳ, τῷ υἱῷ αὐτοῦ. καὶ τῇ * τοῦ Μαΐου μηνὸς τῆς βασιλίδος ἐξιὼν ἐκέλευσε Νικήτᾳ, πατρικίῳ καὶ γενικῷ λογοθέτῃ, τὰ δημόσια τέλη τῶν ἐκκλησιῶν καὶ μοναστηρίων ἀναβιβάσαι καὶ ὀκτὼ ἐτῶν ὀπισθοτελείας τοὺς τῶν ἀρχόντων ἀπαιτηθῆναι οἴκους. καὶ ἦν θρῆνος μέγας. ἐγκαλούμενος δὲ ὑπό τινος γνησίου θεράποντος, Θεοδοσίου φημί, τοῦ Σαλιβαρᾶ πατρικίου ὄντος, ὅτι "πάντες καταβοῶσιν ἡμῶν, δέσποτα, καὶ ἐν καιρῷ πειρασμοῦ πάντες ἐπιχαρήσονται τῇ πτώσει ἡμῶν·" ἔφη πρὸς αὐτόν· "εἰ ὁ θεὸς σκληρύνων ἐσκλήρυνε τὴν καρδίαν μου, ὡς τοῦ 490 Φαραώ, τί ἀγαθὸν ἔσται τοῖς ὑπὸ χεῖρά μου; παρὰ Νικηφόρου, Θεοδόσιε, μὴ ἐκδέχου πλὴν τῶν ὁρωμένων σοι." ταῦτα, κύριος οἶδεν, αὐτὸς ἐγὼ ζώσῃ φωνῇ ὁ συγγραφόμενος ἀκήκοα παρὰ Θεοδοσίου. ἐπισυνάξας δὲ τὰ στρατεύματα, οὐ μόνον ἐκ Θρᾴκης, ἀλλὰ καὶ τῶν περατικῶν θεμάτων, πένητάς τε πολλοὺς ἰδίοις ὀψωνίοις σφενδόναις καὶ ῥάβδοις ὡπλισμένους, βλασφημοῦντας ἅμα τοῖς στρατεύμασιν, ἤλασε κατὰ Βουλγάρων. Κροῦμμος δὲ τὰ πλήθη φοβηθείς, ὄντων αὐτῶν ἐν Μαρκέλλαις, ᾐτεῖτο εἰρήνην. ὁ δὲ ταῖς οἰκείαις κακοβουλίαις καὶ ταῖς τῶν ὁμοφρόνων αὐτοῦ συμβούλων εἰσηγήσεσι διεκωλύθη, καὶ μετὰ πολλὰς περιαγωγὰς δι' ἀβάτων τόπων ῥιψοκινδύνως ὁ θρασύδειλος εἰσέρχεται εἰς Βουλγαρίαν τῇ κʹ τοῦ Ἰουλίου μηνὸς (κυνὸς ἦν ἐπιτολὴ πανολέθριος), συχνῶς ἐπιφθεγγόμενος τό, "τίς πορεύσεται καὶ ἀπατήσει τὸν Ἀχαάβ;" λέγων, "ὅτι κἂν ὁ θεὸς κἂν ὁ ἀντικείμενος ἕλκει ἄκοντα." πρὸ δὲ τοῦ εἰσελθεῖν αὐτόν, Βυζάντιος, ὁ τούτου ἐπιστήθιος οἰκέτης, πρὸς Κροῦμμον ἀπὸ Μαρκέλλων προσέφυγε συναρπάσας ἐσθῆτα βασιλικὴν καὶ χρυσίου λίτρας ρʹ. πολλοὶ δὲ τὴν τούτου φυγὴν ἐπὶ κακῷ Νικηφόρῳ οἰωνίσαντο. ἐπὶ