Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
ὅτι καὶ εὐσεβοῦσι τάχα που, μετα- ποιούμενοι μὲν τῶν ἐν τύποις, διαπτύοντες δὲ ὥσπερ τῆς ἀληθείας τὸ κάλλος. Ταύτῃ τοι καὶ ἐδίωκον τὸν Ἰησοῦν, ὡς τῆς νομικῆς ἐντολῆς τὴν δύναμιν ἑτέρω- σέ πη παροχετεύοντα, καὶ εἰς ἑτέραν αὐτοὺς ἀποφέ- ροντα λατρείαν, φημὶ δὴ τὴν εὐαγγελικήν. ∆έχεται τοίνυν ὡς ἀπό γε τῆς ἐν χερσὶν οὔσης αὐτοῖς γε- ωργίας τὸ παράδειγμα, καί φησιν· Μὴ ὅλην τὴν ἡμέ- ραν μέλλει ὁ ἀροτριῶν ἀροτριᾷν; Καὶ ὃ βούλεται δη- λοῦν, ἔστι τοιοῦτον. Αἱ τῶν εἰδωλολατρούντων καρδίαι σκληραί τέ εἰσι καὶ ἄτεγκτοι, καὶ οἱονεί τις ἀγρία γῆ κεχερσωμένη. ∆εῖ τοίνυν αὐταῖς, καθάπερ τινὸς ἀρό- τρου, τοῦ διαπτύσσοντος λόγου, τοῦ τῆς κατηχήσεως δηλονότι· ἵνα καὶ τὸν ἄνωθεν καὶ τὸν ἐξ οὐρανοῦ προσδέξωνται σπόρον· οὕτω τε λοιπὸν καρποφορή- σειαν τῷ Θεῷ τὴν εἰς πᾶν ὅτι τῶν ἀγαθῶν ἔφεσίν τε καὶ προθυμίαν. Τοιοῦτόν τι γέγονε τοῖς ἐξ Ἰσραήλ. Ἦσαν μὲν γὰρ ἐν Αἰγύπτῳ τοῖς αὐτόθι προσκυνοῦν- τες θεοῖς, κέκληνταί γε μὴν διὰ τοῦ πανσόφου Μω- σέως· δέδοται δὲ καὶ νόμος αὐτοῖς, ἀρότρου δίκην δια- τέμνειν αὐτοῖς εἰδὼς τὰς συνεσφιγμένας αὐτῶν καρ- δίας, καὶ νοῦν τὸν κεχερσωμένον. Ἀλλ' ἦν ἀναγκαῖον μὴ μόνον αὐτοὺς εἰς ἀρχὰς καλεῖσθαι τῆς νοητῆς γε- ωργίας, ἐπιλάμψαντος δὲ ἤδη τοῦ πάντων ἡμῶν Σω- τῆρος Χριστοῦ, καρποφορεῖν τῷ Θεῷ καὶ τῆς ἐν πνεύ- ματι λατρείας τὴν δύναμιν. Οὐκοῦν ἐπειδήπερ, ὡς ἔφην, ἀπόβλητον ἐποιοῦντο τὸν διὰ Χριστοῦ λόγον, προκείμενοι τοῖς Μωσέως, ταύτῃτοι καὶ λίαν εἰκότως μεθίστησιν αὐτοὺς τοῦ τοιοῦδε φρονήματος, λέγων· Μὴ ὅλην τὴν ἡμέραν μέλλει ὁ ἀροτριῶν ἀροτριᾷν; Ἢ τὴν ἀνήροτον γῆν τὴν ἀγρίαν, καὶ ἀκανθοτόκον δια- πτύσσων, φησὶν, ἵνα ἕτοιμος γένοιτο πρὸς τὴν τῶν σπερμάτων παραδοχὴν, μὴ διὰ παντὸς ἀροτριᾷ; Ὁ δὲ τὴν γῆν, φησὶν, ἐργάζεσθαι βουλόμενος, ἆρα πρὶν εἰς νοῦν τοῦτο λαβεῖν ἑτοιμάσει σπέρμα; Οὐχ ὅταν ὁμαλίσῃ αὐτῆς τὸ πρόσωπον, τότε σπείρει μικρὸν μελάνθιον, καὶ κύμινον; Καὶ πάλιν σπείρει πυρὸν, καὶ κριθὴν καὶ ζέαν ἐν τοῖς ὁρίοις σου. Ἔδει γὰρ, ἔδει, φησὶ, προομαλισθῆναι διὰ τῆς ἐν τύποις ἐντολῆς 70.644 τὴν τῶν παιδαγωγουμένων καρδίαν, καὶ οἱονεί τινος γῆς εὐτρεπισθῆναι τὸ πρόσωπον, ὡς ἑτοιμοτάτην ὁρᾶσθαι πρὸς τὸ δύνασθαι λοιπὸν ἐπιτηδείως ἔχειν εἰς καρποφορίαν. Ὁ δέ γε γηπόνος, φησὶ, κἂν ὁμαλίσῃ τὸ πρόσωπον τῆς γῆς, οὐκ εὐθὺς οὐδὲ ἐκ πρώτης τῶν στερεωτέρων σπερμάτων ποιεῖται τὴν καταβολὴν, ἀλλ' ὅσα ἄν εἰσι τέως μικρὰ, καὶ ἀσθενῆ, τοῦτ' ἔστι, μελάνθιον καὶ κύμινον· καὶ γυμνασθείσης δὲ ἤδη τῆς γῆς εἰς καρποφορίαν, τότε δὴ τότε σπείρει, φησὶ, καὶ πυρὸν καὶ κριθὴν καὶ ζέαν. Τρόπος γὰρ οὗτος γηπονίας ἐντέχνου ἐν τοῖς σοῖς ὁρίοις. Γέγονεν οὖν ἅπασι μονονουχὶ προομαλιστὴς ὁ νόμος καὶ οἷά τις εὐτεχνέστατος γεωργὸς, κατασπείρων ἐν τοῖς παιδ- αγωγουμένοις, οἱονεί τι μελάνθιον καὶ κύμινον, τὰ μικρά τε καὶ ὡς ἐν σκιαῖς, καὶ ὅσα τῶν σπερμάτων, αὐτὰ καθ' ἑαυτὰ, καὶ μόνα, ἐδώδιμα μὲν οὐδαμῶς, ζητοῦντα δὲ πάντως τὴν πρὸς ἕτερα συμπλοκὴν, ἵνα ὁρῷτο καὶ χρήσιμα. Εἰ γὰρ δὴ προσεπάγοιτο πυρῷ καὶ κριθῇ, τοῦτ' ἔστιν, ἄρτοις τοῖς ἐκ πυρῶν, ἢ κριθῆς, τότε δοκεῖ πως εἶναι καὶ χρειωδέστατα. Τοιαύτη δέ πώς ἐστι καὶ τῆς κατὰ νόμον λατρείας ἡ δύναμις. Εἰ γὰρ μὴ ἔχοι τὸ συμφέρεσθαι δοκεῖν διὰ πνευματικῆς ἑρμηνείας τῇ στερεωτέρᾳ τροφῇ, τοῦτ' ἔστι, τῇ εὐαγγελικῇ, μόνη καὶ καθ' ἑαυτὴν οὐδὲν ἂν ἔχοι τὸ ὠφελοῦν. 9Καὶ παιδευθήσῃ κρίματι Θεοῦ, καὶ εὐφρανθή- σῃ. Οὐ γὰρ μετὰ σκληρότητος καθαίρεται τὸ μελάνθιον, οὐδὲ τροχὸς ἁμάξης περιάγει περὶ τὸ κύμινον, ἀλλὰ ῥάβδῳ ἐκτινάσσεται τὸ μελάν- θιον, τὸ δὲ κύμινον μετὰ ἄρτου βρωθήσεται· οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς. Καὶ ταῦτα παρὰ Θεοῦ Σαβαὼθ ἐξῆλθε τὰ τέ- ρατα.9 Ἀδρανῶς ἔχοντος τοῦ νόμου, φησὶ, πρὸς κάθαρσιν ἁμαρτιῶν, ἀποκεκίνηται μὲν ἡ σκιὰ, ἀχρεῖα δὲ πέ- φηνε τὰ ἐν τύποις, εἰσκεκόμισται δὲ κρίμα τὸ ζωο- ποιὸν, καὶ ἐπωφελέστατον ἀληθῶς. Καὶ ποῖον τοῦτό ἐστιν; Ἐπειδὴ γὰρ οὐκ ἦν ἐν νόμῳ δικαιωθῆναι τὸν ἄνθρωπον, ἐπέφανεν ἡμῖν ὁ