Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ἁμαρτίας πατήρ. Οἱ μὲν 69.661 οὖν ἐν τῷδε τῷ κόσμῳ, νόμῳ πολέμου καὶ μάχης ἀνεγειρόμενοι τοῖς ἐχθροῖς, τὰς εἰς σῶμα πληγὰς ἤτοι δέχονται τυχὸν, ἤγουν ἑτέροις ἐπάγουσιν. Ἡμεῖς δὲ οὐχ οὕτω· Τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικὰ, κατὰ τὸ γεγραμμένον. Οὐκοῦν οὐδὲ εἰς σάρκα πληττόμεθα, ἀλλ' εἰς νοῦν καὶ καρδίαν εἰσδεχόμενοι τὰς ἐπιθυμίας, καὶ εἰς τὰ τῆς φιλοσαρκίας διαπίπτοντες πάθη. Χρὴ τοίνυν ἡμᾶς παντευχίαις ἐνηρμόσθαι ταῖς πνευματικαῖς, καὶ τῇ ἄνωθεν χάριτι περιφράττεσθαι, καὶ εἰς ὅσον οἷόν τε τὸν νοῦν ἔξω βέλους νοητοῦ ποιεῖσθαι παντός. Περιεσόμεθα γὰρ ὡδὶ τῶν ἀνθεστηκότων, καὶ πέρα παντὸς ἱέντες πάθους, ἀδιαλώβητον τῷ Θεῷ τὸ τῆς ψυχῆς τηρήσομεν κάλλος. Ταύτῃ τοι φησὶν ὁ νόμος· Ἐὰν δὲ ἐξέλθῃς παρεμβαλεῖν εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου, καὶ φυλάξῃ ἀπὸ παντὸς ῥήματος πονηροῦ, τουτέστιν, αἰτίας ἁπάσης ἀποτάτω ποίει σαυτὸν, μηδεὶς ἔσται κατὰ σοῦ λόγος ἀληθὴς ἐπ' αἰσχίῳ τε καὶ διαβεβλημένῳ πράγματι, παραιτοῦ τὴν κατάῤῥησιν τὴν ἐφοτῳοῦν καὶ ἀργείτω κατὰ σοῦ πᾶν ῥῆμα πονηρόν. Ὅτι δὲ ἡμᾶς καὶ τῆς σαρκικῆς ἀκαθαρσίας ἀποφορτίζεσθαι χρὴ τὰ ἐγκλήματα, παρέδειξεν αἰνιγματωδῶς, τὸν ἐκ ῥύσεως αὐτοῦ μεμολυσμένον ἔξω μὲν ἰέναι τῆς παρεμβολῆς ἐπιτάττων ἀπολούεσθαι δεῖν ὕδατι πρὸς ἑσπέραν, ὑπονοστεῖν δὲ οὕτως οἴκοι τε λοιπὸν, καὶ εἰς αὐτὴν, εἰ βούλοιτο, τὴν παρεμβολήν. Εἶτα τί τὸ χρῆμα, καὶ τίς ἂν γένοιτο τῶν τοιούτων ὁ νοῦς, διειπεῖν πειράσομαι. Εἰ γὰρ γένοιτό τις ἀνθρώπινος μολυσμὸς βραχὺ πρὸς τὸ ἄναγκες τοῦ νοῦ διανενευκότος, καὶ ἀνέντος εἰσβολὴν ταῖς εἰς τὸ φαῦλον ἐπιθυμίαις, ὅσον μὲν ἧκεν εἰς τοῦτο τῆς τῶν ἁγίων πληθύος ἀπονοσφίζεσθαι δεῖν, δεδικαίωκεν ὁ ∆εσπότης, καὶ τοῖς ἀκαθάρτοις τὸν καθαρὸν οὐκ ἐᾷ συναυλίζεσθαι. Ἀφίησι γὰρ οὐδαμῶς ἀνεπίπληκτον ἐν ἡμῖν τὴν καταφθείρουσαν ἁμαρτίαν. Ἀλλ' εὐρήσομεν ἐν Χριστῷ τὴν κάθαρσιν, ὕδατί τε διαγνιζόμενοι, κατά γέ φημι τὸ, Λούσασθε, καθαροὶ γίνεσθε. Τοῦτο δρῶντες τὸ πρὸς ἑσπέραν, τουτέστιν, ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς· ὃ δὴ καὶ πεπερασμένον κατίδοι τις ἂν ἐπὶ ταῖς τῶν ἁγίων ἀγέλαις. Οἱ γὰρ ταῖς ἐκτόποις φιλοσαρκίαις μεμολυσμένοι, οἱ τῆς τῶν ἁγίων πληθύος καὶ παρεμβολῆς ἔξω μένοντές ποτε, οἱ πόῤῥω που τῆς ἱερᾶς ἀγέλης, τὴν διὰ τοῦ ἁγίου βαπτίσματος πεπλουτηκότες κάθαρσιν, γεγόνασιν ἐγγὺς οἱ μακρὰν, κοινωνοὶ τῶν ἁγίων ἀποδεδειγμένοι, καὶ συμπολῖται λοιπὸν καὶ συμμέτοχοι τῆς ἐλπίδος, ἐν καιρῷ δηλονότι τῆς ἐπιδημίας τῆς οἱονεί πως ἐν ἑσπέρᾳ καὶ πρὸς αὐταῖς γενομένης ταῖς τοῦ παρόντος αἰῶνος δυσμαῖς. ∆εῖν μὲν οὖν ἔφη, τοὺς τὴν ἐν Χριστῷ κάθαρσιν ἐμπορευομένους ἀποκρούεσθαι φιλεῖν τὰ ἐκ τῆς φιλοσαρκίας ἐγκλήματα. Ἀλλ' ἔσται σοι, φησὶν, καὶ τόπος ἔξω τῆς παρεμβολῆς, καὶ ἐξελεύσῃ ἐκεῖ ἔξω, καὶ πάσσαλος ἔσται ἐπὶ τῆς ζώνης σου. Καὶ ἕσται ὅταν διακαθιζάνῃς ἔξω, καὶ ὀρύξεις ἐν αὐτῷ· καὶ ἐπαγαγὼν κατακαλύψεις τὴν ἀσχημοσύνην σου ἐν αὐτῷ. Ὅτι Κύριος ὁ Θεός σου ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου, ἐξελέ 69.664 σθαι σε καὶ παραδοῦναι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου. Καὶ ἔσται ἡ παρεμβολή σου ἁγία, καὶ οὐκ ὀφθήσεται ἐν σοὶ ἀσχημοσύνη πράγματος. Παραιτεῖσθαι γὰρ ὅτι μάλιστα πᾶν εἶδος ἀκαθαρσίας πρέποι ἂν, ὡς ἔφην, τοὺς κατανδρίζεσθαι τῶν νοητῶν ἐπιθυμοῦντας ἐχθρῶν. Ἐπειδὴ δὲ πολλὰ πταίομεν ἅπαντες, καὶ νοσεῖ μὲν ἡ ἀνθρώπου φύσις τὸ εὐόλισθον εἰς τὸ πλημμελὲς, συνίησι δὲ οὐδεὶς παραπτώματα, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν· εἰ δὲ γένοιτο, φησὶ, μιᾷ τῶν ἐμφύτων καὶ ἐν ἡμῖν ἀκαθαρσιῶν μονονουχὶ περιθραύεσθαι, καὶ ἁλίσκεσθαί τι νενοσηκότας τῶν ἔξω νόμου καὶ ζωῆς ἁγιοπρεποῦς· ἐνοικεῖ γὰρ τοῖς μέλεσι τῆς σαρκὸς τῆς ἁμαρτίας ὁ νόμος, πρῶτον μὲν, μὴ ἐναργῶς καὶ ἀκρύπτως, μήτε μὴν ἐν ὄψει πολλῶν τὰ ἐκ τῆς ἀῤῥωστίας παρακείσθω πταίσματα· ἀλλ' οἷον ἔξω καὶ λεληθότως, καὶ ὡς ἀνωτάτω τῆς παρεμβολῆς, εἶτα ταῖς ἐπανορθοσίαις τούτων καλυπτέσθω, φησί· Σοφοὶ γὰρ κρύψουσι τὰς ἑαυτῶν αἰσχύνας, κατὰ τὸ γεγραμμένον. Καταλήγοντες δὲ τῶν πλημμελημάτων, καὶ ταῖς εἰς τὸ ἄμεινον ῥοπαῖς ἀναστοιχειοῦντες τρόπον τινὰ τὸν νοῦν, εἰς τὸ δεῖν ἑλέσθαι τὸ