μετονομάσαντα δὲ ἑαυτὸν Τιμόθεον, τέταρ τον δὲ Ἰωσήφ, μετονομάσαντα δὲ ἑαυτὸν Ἐπαφρόδιτον, καὶ 720 μετὰ τοῦτον Ζαχαρίαν· ἀλλὰ τοῦτον ὡς μισθωτὸν καὶ οὐκ ἀληθῆ ποιμένα ἀποβάλλονται ἔνιοι ἐξ αὐτῶν. ἕκτον τὸν Βαάνην τὸν Ῥυπαρόν, καὶ ἕβδομον ἔσχον τὸν Σέργιον τὸν καὶ Τυχικὸν ἑαυτὸν μετονομάσαντα. Μάνεντα τοίνυν καὶ Παῦλον καὶ Ἰωάννην καὶ ἄλλους, οὓς ἐάν τις εἴπῃ αὐτοῖς, προθύμως ἀναθεματίζουσιν, Κωνσταντῖνον δὲ τὸν καὶ Σιλου ανὸν ἐπικληθέντα καὶ Συμεὼν τὸν καὶ Τῖτον καὶ Γενέσιον τὸν καὶ Τιμόθεον καὶ Ἰωσὴφ τὸν καὶ Ἐπαφρόδιτον καὶ Βαάνην τὸν Ῥυπαρὸν καὶ Σέργιον τὸν καὶ Τυχικὸν ὡς διδασκάλους αὐτῶν οὐδαμῶς ἀναθεματίζουσιν, ἀλλ' ἔχουσιν αὐτοὺς ὥσπερ ἀποστόλους Χριστοῦ. Λέγουσι δὲ καὶ ἓξ ἐκκλησίας ἐν τῇ ὁμολογίᾳ αὐτῶν· τὴν Μακεδονίαν, ἥτις ἐστὶ κάστρον Κολωνείας ἡ Κίβωσσα, ἣν ἐμαθήτευσε Κωνσταντῖνος ὁ καὶ Σιλουανὸς καὶ Συμεὼν ὁ καὶ Τῖτος· τὴν Ἀχαΐαν, ἥτις ἐστὶ κώμη Σαμωσάτου ἡ Μανανάλις, ἣν ἐμαθήτευσε Γενέσιος ὁ καὶ Τιμόθεος· τὴν τῶν Φιλιππησίων, τοὺς μαθητὰς λέγοντες Ἰωσὴφ τοῦ καὶ Ἐπαφροδίτου καὶ Ζαχαρίου τοῦ μισθωτοῦ ποιμένος παρ' αὐτῶν λεγομένου· τὴν τῶν Λαοδικέων, λέγουσι δὲ τοὺς Ἀργαούτας, καὶ τὴν τῶν Ἐφεσίων, τοὺς ἐν Μομψου 721 εστίᾳ, καὶ τὴν τῶν Κολασσαέων, λέγουσι τοὺς Κοινοχωρίτας, ἅσπερ τρεῖς ἐκκλησίας, φησίν, Σέργιος ὁ καὶ Τυχικὸς ἐμα θήτευσεν. τούτους οὖν τοὺς ἑπτὰ αὐτῶν διδασκάλους καὶ τὰς ἓξ ἐκκλησίας ἔχουσιν ἐντίμους, οὓς καὶ σέβονται, πάντας δὲ τοὺς λοιπούς, οὓς ἐὰν εἴπῃ τις αὐτοῖς, καὶ ἀναθεματί ζουσι καὶ ἀποβάλλονται. Ἔχουσι δὲ πρώτην αἵρεσιν τὴν τῶν Μανιχαίων δύο ἀρχὰς ὁμολογοῦντες ὡς κἀκεῖνοι. λέγουσι δὲ οὗτοι ὅτι ἕν ἐστι μόνον τὸ διαχωρίζον ἡμᾶς ἐκ τῶν Ῥωμαίων, ὅτι ἡμεῖς μέν, φησίν, ἕτερον θεὸν λέγομεν ὑπάρχειν τὸν πατέρα τὸν ἐπουράνιον, ὃς ἐν τούτῳ τῷ κόσμῳ οὐκ ἔχει ἐξουσίαν, ἀλλ' ἐν τῷ μέλλοντι, ἕτερον δὲ θεὸν τὸν κοσμοποιητήν, ὅστις ἔχει τοῦδε τοῦ παρόντος κόσμου τὴν ἐξουσίαν. οἱ δὲ Ῥω μαῖοι, φησίν, ἕνα καὶ τὸν αὐτὸν θεὸν ὁμολογοῦσιν εἶναι καὶ πατέρα τὸν αὐτὸν ἐπουράνιον καὶ τοῦ κόσμου παντὸς ποιητήν. καλοῦσι δὲ ἑαυτοὺς μὲν χριστιανούς, ἡμᾶς δὲ Ῥωμαίους. λέγουσι δὲ πρὸς τοὺς ἀγνοοῦντας αὐτοὺς προ θύμως· πιστεύομεν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τὸν ἐπουράνιον πατέρα, καὶ ἀνάθεμα, φησίν, τῷ μὴ οὕτω πιστεύοντι, μεμελετημένως λίαν τὴν ἑαυτῶν κακίαν μεθο 722 δεύοντες. οὐ γὰρ προστιθέασιν, ὅτε λέγουσι τὸν πατέρα τὸν ἐπουράνιον, ὅτι τὸν μόνον ἀληθινὸν θεὸν τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς. χρὴ δὲ τὸν προσδιαλεγόμενον ὀρθόδοξον αἰτεῖν τὸν Μανιχαῖον τοῦ εἰπεῖν τὸ σύμβολον τῆς πίστεως ὅ ἐστιν· πιστεύω εἰς ἕνα θεὸν πατέρα παντοκράτορα ποιητὴν οὐρανοῦ καὶ γῆς ὁρα τῶν τε πάντων καὶ ἀοράτων καὶ τὰ ἑξῆς. ἔπειτα δὲ βλασ φημοῦσι μὲν εἰς τὴν παναγίαν θεοτόκον ἄμετρα, ἐὰν δὲ βιασθῶσι παρ' ἡμῶν ὁμολογῆσαι αὐτήν, ἀλληγορικῶς λέ γουσιν· πιστεύω εἰς τὴν παναγίαν θεοτόκον, ἐν ᾗ εἰσῆλθε καὶ ἐξῆλθεν ὁ κύριος, λέγουσι δὲ τὴν ἄνω Ἱερουσαλήμ, ἐν ᾗ πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστός, καθώς φησιν ὁ ἀπόστολος, καὶ οὐ λέγουσι κατὰ ἀλήθειαν τὴν ἁγίαν Μαρίαν τὴν θεοτόκον οὐδὲ ἐξ αὐτῆς σαρκωθῆναι τὸν κύριον. βλασφημοῦσι δὲ καὶ εἰς τὰ θεῖα μυστήρια τῆς ἁγίας κοινωνίας τοῦ τιμίου σώματος καὶ αἵματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντες, ὅτι τὰ ῥήματα αὐτοῦ ὁ κύριος διδοὺς τοῖς ἀποστόλοις ἔλεγεν· λάβετε, φάγετε καὶ πίετε, οὐκ ἄρτον καὶ οἶνον, καὶ οὐ χρή, φησίν, προσάγεσθαι ἄρτον καὶ οἶνον. βλασφημοῦσι δὲ καὶ εἰς τὸν τίμιον σταυρὸν λέγοντες, 723 ὅτι σταυρὸς ὁ Χριστός ἐστιν, οὐ χρὴ δὲ προσκυνεῖσθαι τὸ ξύλον ὡς κατηραμένον ὄργανον. τοὺς δὲ προφήτας καὶ τοὺς λοιποὺς ἁγίους ἀποβάλλονται, ἔτι δὲ καὶ τὸν ἅγιον Πέτρον τὸν μέγαν πρωτοαπόστολον πλέον πάντων καὶ δυσφημοῦσι καὶ ἀποστρέφονται, ἐξ αὐτῶν μηδένα τινὰ ἐν μέρει τῶν σωζομένων εἶναι λέγοντες, καθολικὴν ἐκκλησίαν τὰ ἑαυτῶν συνέδρια πρὸς ἡμᾶς ἐν τῇ ἀλληγορίᾳ αὐτῶν λέγοντες, πρὸς ἑαυτοὺς γὰρ ἐκεῖνοι προσευχὰς αὐτὰ λέγουσιν, βάπτισμα δὲ τὰ