236
ἡμῶν ἀπόῤῥητα αὐτοῖς καταπροδιδούς. δι' ἃ οὐδὲ Ῥωμαίοις ὅλως ἀνέχεται καταλέγειν σὲ, ἀλλὰ τῆς μερίδος ἡγεῖται Τριβαλῶν.» καταπλαγεὶς δὲ ἐπὶ τούτοις ὁ Γαβαλᾶς, θεόν τε ἐμαρτύρετο, ὡς οὐδὲν συνειδοίη τῶν λεγομένων ἑαυτῷ, καὶ οὐδὲ πιστεύειν ὅλως εἶχεν, εἰ ὁ μέγας δομέστικος οὕτως ἀπερισκέπτως συκοφαντίαις τινῶν πιστεύσας καὶ διαβολαῖς, ἐρήμην αὐτοῦ καταγνοίη καὶ ὀργίζοιτο ἀκαίρως. οὐδὲ γὰρ ὁ παρεληλυθὼς ἤδη χρόνος πολὺς, καθ' ὃν τὰ Ῥωμαίων διοικεῖ, τοιαύτην αὐτοῦ κατηγορεῖ φαυλότητα καὶ εὐκολίαν τρόπων. παρακοιμώμενος δὲ τοῖς εἰωθόσιν ὅρκοις ἢ ταῖς ἐπιορκίαις μᾶλλον ἐχρῆτο καὶ κατέπειθεν αὐτὸν, ὡς οὐδὲν εἴη τῶν λεγομένων πλάσμα, 2.120 ἀλλὰ πάντα ἀληθῆ. παρεγύμνου τε κατὰ μικρὸν, ὡς σύστημα οὐκ ἀγεννὲς ἐπὶ καταλύσει ἤδη συσταίη τῇ ἐκείνου, οἷς δέον ἑαυτὸν προσνείμαντα τὸ μέρος καὶ αὐτὸν συγκαταβάλλειν, εἴ τι μέλοι τῆς οἰκείας σωτηρίας καὶ αὐτῷ. καὶ μὴ συγκαλυψάμενος ἔγνω δεῖν ἐκείνῳ ἐμπαρέχειν ἐμπιπλάναι τὸν θυμόν. πίστεως δὲ τῶν λεγομένων ἕνεκα ἀσφαλεστέρας καὶ τοῦ σαφέστατα εἰδέναι, ὡς ὑπὲρ αὐτοῦ μάλιστα σπουδάζοι καὶ κήδοιτο αὐτοῦ, καὶ τὴν θυγατέρα κατηγγύα, ἦν γὰρ πρότερον τὴν γαμετὴν ἀποβαλὼν, καὶ ὅρκους παρεῖχεν ἐπὶ τούτῳ ἐγκόλπιόν τί τε τῶν ἱερῶν ἀσφαλείας ἕνεκα. ἐπεὶ δὲ κἀκεῖνον ἦν προσειληφὼς, Χούμνῳ πρόσεισι τῷ μεγάλῳ στρατοπεδάρχῃ, ἄλλως τε ὄντι τῶν ἐκείνῳ φίλων καὶ προσήκοντι κατὰ γένος διὰ τὴν γυναῖκα. τῆς γὰρ συναφθείσης ἐκείνῳ πρώτως τετελευτηκυίας, ἣ ∆ισυπάτου θυγάτηρ ἦν, ἑνὸς τῶν τῷ κλήρῳ τῆς τοῦ θεοῦ Σοφίας κατειλεγμένων, ἀνεψιᾷ συνῴκησε τῇ Χούμνου, ἤδη λαμπρὸς ὢν καὶ μὴ ἀπαξιούμενος πρὸς τῶν εὐγενεστέρων. διὰ ταῦτα οὖν ἐκείνῳ τῶν ἐπιτηδείων ὢν, ἀνεμίμνησκέ τε προσελθὼν τῶν πρὸς μέγαν δομέστικον εἰρημένων, ὅτε περὶ Μιχαὴλ τοῦ Μυσῶν βασιλέως ἐβουλεύοντο υἱοῦ, εἰ δέοι ἐκδιδόναι Ἀλεξάνδρῳ ἀπαιτοῦντι, τὸ ἐὰν ἀποκαλυφθῇ τῷ ἐσχάτῳ, σιγάτω ὁ πρῶτος. ὧν, ἔφασκε, τὸν μέγαν δομέστικον ἀεὶ μεμνημένον καὶ ὥσπερ βέλος περιφέροντα ἐν τῇ ψυχῇ, 2.121 καιρὸν ζητεῖν, ἐν ᾧ τοῦτον ἀμυνεῖται ἀξίως τῆς ὕβρεως τῆς εἰς αὐτόν. τοῦτον δὲ οὐδένα ἄλλον εἶναι, ἢ τὴν ἐκ τῆς ἑσπέρας ἐπάνοδον αὐτοῦ. οὕτω γὰρ ἐκείνου φάσκοντος ἀκηκοέναι. ἐμὲ δὲ περὶ πλείστου ποιούμενον τὰ σὰ, οὐδὲ γὰρ περὶ ἐλαχίστων ὁ κίνδυνος, ἀλλὰ περὶ ψυχῆς, ἥκειν ἀπαγγέλλοντά τε, ὅσα ἐπυθόμην, καὶ, εἰ βούλει, σωτηρίας ὁδὸν ὑφηγησόμενον.» ὁ δὲ πρὸς τὰ εἰρημένα οὐ μετρίως θορυβηθεὶς, θαυμάζειν, ἔφασκεν, εἰ ὁ μέγας δομέστικος οὕτως ἐξαίφνης τῆς συνήθους καλοκἀγαθίας μεταβαλὼν, ἀντὶ μετρίου καὶ προσηνοῦς ἀπαραίτητος οὕτως ὀφθείη πρὸς ὀργὴν καὶ τοῖς προσκεκρουκόσι πικρὸς καὶ πρὸς τὰς ἀντιδόσεις ἕτοιμος. οὐδὲ γὰρ ὁ προτοῦ χρόνος τοιοῦτον αὐτῷ τὸ ἦθος συμμαρτυρεῖ. πολλῶν γὰρ αὐτῷ προσκεκρουκότων καὶ μεγάλα, οὐδένα πώποτε ἐφάνη ἀντιδρῶν κακῶς· πρὸς ἐμὲ δὲ μετρίως μὲν διὰ τὸν λόγον τετάρακτο ἐκεῖνον, ὀλίγῳ δὲ ὕστερον οὕτως ἀφῆκε τὴν ὀργὴν, ὡς μηδὲ εἰρῆσθαί τι δοκεῖν. Ἀπόκαυκος δὲ «εἰ μὲν ὑποπτεύων» ἔφη «τοὺς λόγους τοὺς ἐμοὺς, ὡς πειρωμένου, καὶ τὸ προσκρούειν αὖθις ἐκείνῳ δεδοικὼς, τοιαῦτα ἀπεκρίνω, ἄλλος ἂν εἴη λόγος. εἰ δ' ὡς ἀληθῶς οἰόμενος οὕτως ἔχειν, ἴσθι ἀγνοῶν τὸ πᾶν. οὐ γὰρ ἥμερος, ὥσπερ ἔφης, καὶ προσηνὴς καὶ περὶ μηδένα ἐκεῖνος κακὸς ὀφθείς· ἀλλ' ἐκ πολλοῦ τοῦ χρόνου δύναμιν μεγάλην περιβεβλημένον πάντες ἐθεράπευον, καὶ οὐδεὶς ἄχρι νῦν, οὐχ ὅτι ἀντειπεῖν, ἀλλ' οὐδ' ἀντιβλέψαι πώποτε 2.122 ἐτόλμησεν· ὅθεν κἀκεῖνος πᾶσι προσεφέρετο μετρίως ὑπεπτηχόσι καὶ δεδουλωμένοις ἀκριβῶς. σοῦ δὲ νυνὶ πρώτου τολμήσαντος ἀντειπεῖν ἀναφανδὸν, οὐκέτι συγκαλύπτειν τὴν κακίαν οἷός τε ἐγένετο, ἀλλ' ἀπὸ σοῦ κἀκεῖνος ἄρξεται πρώτου τοὺς εἰς αὐτὸν ἁμαρτάνοντας κολάζειν. αὐτίκα τε ὤμνυε τὰ φρικωδέστατα, ὡς πάντα εἴη, ὅσα φθέγξαιτο, ἀληθῆ καὶ ὡς, εἰ μὴ τὴν ταχίστην ἑνί γε τῳ τρόπῳ πειρῷτο διασώζειν ἑαυτὸν, οὐδὲν ἐμποδὼν, μὴ καὶ αὐτὸν καὶ πᾶσαν τὴν οἰκίαν ἀπολέσθαι. ὁ δ', ὥσπερ ἦν εἰκὸς, περὶ τῶν ἐσχάτων τὸν φόβον ἐσχηκὼς, ἐδεῖτό οἱ