236
̔Ρωμαίων ετη δύο ἐπὶ τριάκοντα. ̓Επεὶ δ' ̔Οστίλλιος ἐτελεύτησε, διεδέξατο τὴν βασιλείαν ὁ Μάρκιος, παρ' ἑκόντων τῶν ̔Ρωμαίων ταύ2.104 την λαβών. ην δὲ τὴν χεῖρα οὐκ αρτιος· τὴν γὰρ ἀγκύλην πεπήρωτο, οθεν καὶ Αγκος ἐπώνυμον εσχηκεν. ἐπιεικὴς δὲ ων ἠναγκάσθη μεταβαλέσθαι, καὶ πρὸς στρατείας ἐτράπετο. οἱ γὰρ λοιποὶ Λατῖνοι διά τε τὸν τῆς Αλβης ολεθρον καὶ περὶ ἑαυτῶν δεδοικότες μή τι πάθωσιν ομοιον δι' ὀργῆς μὲν ειχον ̔Ρωμαίους, εως δὲ περιῆν ὁ Τοῦλλος, δεδιότες ἐκεῖνον ὡς μάχιμον, συνεστέλλοντο. τὸν δὲ Μάρκιον εὐεπίθετον ἡγησάμενοι διὰ τὸ εἰρηναῖον τῆς γνώμης, τῇ τε χώρᾳ ἐπῆλθον καὶ αὐτὴν ἐληίσαντο. συνεὶς δ' ἐκεῖνος εἰρήνης ειναι τὸν πόλεμον αιτιον, ἐπιτίθεται τοῖς ἐπιθεμένοις καὶ ἀντημύνατο, καὶ πόλεις ειλεν αὐτῶν, ων μίαν κατέσκαψεν, καὶ πολλοῖς τῶν ἁλόντων ὡς αἰχμαλώτοις ἐχρήσατο, καὶ ἐς τὴν ̔Ρώμην δὲ συχνοὺς ἑτέρους μετῴκισεν. αὐξανομένων δὲ τῶν ̔Ρωμαίων καὶ τῆς χώρας σφίσι προστιθεμένης οἱ πλησιόχωροι ηχθοντο καὶ ἑαυτοὺς ̔Ρωμαίοις ἐξεπολέμωσαν· οθεν αὐτῶν Φιδηνάτας μὲν πολιορκίᾳ ἐκράτησαν, Σαβίνους δ' ἐκάκωσαν, αὐτοῖς τε προσπεσόντες ἐσκεδασμένοις καὶ τὸ σφῶν ἑλόντες στρατόπεδον, ἑτέρους δ' ἐκφοβήσαντες εἰρηνεῖν καὶ ακοντας παρεσκεύασαν. καὶ ἐπὶ τούτοις Μαρκίῳ ἐπέλιπε τὸ βιώσιμον, εικοσιν ἐνιαυτοὺς καὶ τέσσαρας αρξαντι, καὶ πολλὴν τοῦ θείου κατὰ τὸν πάππον Νόμαν ποιουμένῳ τὴν ἐπιμέλειαν. Λούκιος δὲ Ταρκύνιος τὴν ἀρχὴν ᾠκειώσατο, ος ∆ημαράτου μὲν ην παῖς Κορινθίου, φυγόντος δὲ καὶ εἰς πόλιν Τυρσηνίδα Ταρκυνίαν ἐγκατοικήσαντος ἐξ αὐθιγενοῦς γυναικὸς ἐκείνῳ ἐτέχθη, Λουκούμων ὀνομασθείς. πολλὰ μέντοι πατρόθεν διαδεξάμενος, 2.105 οτι μὴ τῶν πρωτείων παρὰ τῶν Ταρκυνησίων ὡς επηλυς κατηξίωτο, πρὸς τὴν ̔Ρώμην μεταναστεύει, τῇ πόλει καὶ τὴν κλῆσιν συμμεταθέμενος, καὶ μετωνομάσθη Λούκιος Ταρκύνιος ἐκ τῆς πόλεως, ἐν ῃ παρῴκει. λέγεται δὲ μετοικιζομένου ἀετὸς καταπτὰς ἁρπάσαι τὸν πῖλον ον ειχεν ἐπὶ τῆς κεφαλῆς, καὶ μετεωρισθεὶς καὶ κλάγξας ἐπὶ πολὺ αυθις αὐτὸν ἐφαρμόσαι τῇ αὐτοῦ κεφαλῇ, ὡς ἐντεῦθεν μηδὲν ἐλπίσαι μικρὸν καὶ προθύμως τῇ ̔Ρώμῃ ἐγκατοικῆσαι· οθεν τοῖς πρώτοις οὐ μετὰ πολὺ συνηρίθμητο. τῷ τε γὰρ πλούτῳ χρώμενος ἀφειδέστερον, συνέσει τε καὶ εὐτραπελίᾳ τοὺς δυνατοὺς οἰκειούμενος, ἐς τοὺς εὐπατρίδας καὶ τὴν βουλὴν κατελέχθη παρὰ Μαρκίου, καὶ στρατηγὸς ἀπεδείχθη, καὶ τὴν τῶν παίδων ἐκείνου ἐπιτροπείαν καὶ τῆς βασιλείας πεπίστευτο. ἐδείκνυε γὰρ ἑαυτὸν ἀγαθὸν ανδρα, χρημάτων τε τοῖς δεομένοις μεταδιδοὺς καὶ ἑαυτὸν ετοιμον παρέχων ει τις δέοιτο αὐτοῦ εἰς βοήθειαν· φαῦλον δέ τι ουτ' επραττεν ουτ' ελεγεν οὐδενί. καὶ ει τι πρός τινων ευ επασχεν, ἐξῆρε τὸ γινόμενον, εἰ δέ τι καὶ ἐπαχθέστερον αὐτῷ γένοιτο, η οὐδ' ἐλογίζετο τὸ λυποῦν η καὶ φαυλίσας παρελογίζετο, οὐ μόνον τε οὐκ ἠμύνετο τὸν λελυπηκότα, ἀλλὰ καὶ εὐηργέτει. τούτοις αὐτόν τε τὸν Μάρκιον καὶ τοὺς περὶ αὐτὸν ἐχειρώσατο, καὶ δόξαν ἀνδρὸς ἐκτήσατο σοφοῦ τε καὶ ἀγαθοῦ. ̓Αλλ' οὐ προσέμεινε μέχρι τέλους αὐτῷ ἡ ὑπόληψις. τοῦ Μαρκίου γὰρ τελευτήσαντος κακῶς περὶ τοὺς ἐκείνου διετέθη δύο υἱεῖς, καὶ τὴν βασιλείαν ἐσφετερίσατο. τῆς τε γὰρ βουλῆς καὶ τοῦ δήμου τοὺς τοῦ Μαρκίου παῖδας χειροτονεῖν μελλόντων, ἐκεῖνος τῶν βουλευτῶν τε τοὺς δυνατωτάτους με2.106 τῆλθε, καὶ τοὺς ὀρφανοὺς πόρρω ποι πέμψας εἰς θήραν, οις τε ειπε καὶ οις επραξεν αὐτῷ τὴν βασιλείαν ψηφίσασθαι παρεσκεύασεν, ὡς ἀνδρωθεῖσιν αὐτὴν δῆθεν τοῖς παισὶν ἀποδώσοντι. ἐγκρατὴς δὲ καταστὰς τῶν πραγμάτων ουτω τοὺς ̔Ρωμαίους διέθετο ωστε μηδέποτε ἐθελήσειν ἀνθελέσθαι τοὺς παῖδας ἐκείνου· καὶ τὰ μειράκια δὲ πρὸς ῥᾳστώνην ἐθίζων τάς τε ψυχὰς αὐτῶν καὶ τὰ σώματα σὺν χάριτι δή τινι εφθειρε. δεδιὼς δὲ καὶ ουτως εχων, ἰσχὺν ἑαυτῷ ἐν τῷ συνεδρίῳ περιεποιήσατο. τοὺς γὰρ φιλίως αὐτῷ ἐκ τοῦ δήμου διακειμένους περὶ διακοσίους ἐς τοὺς εὐπατρίδας ἐνέγραψε καὶ τοὺς βουλευτάς, καὶ ουτω τήν τε γερουσίαν ὑφ' ἑαυτὸν καὶ τοὺς πολλοὺς ἐποιήσατο. καὶ τὴν στολὴν πρὸς τὸ