236
Θέρω. θερμαίνω. παρὰ τὸ θέω, τὸ τρέχω. τὸ γὰρ τραχὺ καὶ θερμὸν λέγει ειναι. Θεσπιῳδεῖ. χρησμολογεῖ. Θεσπίζει. ὁρίζει. νομοθετεῖ. Θέσθω. εὐτρεπισάτω. theta.1039 Θέσθαι. θησαυρίσασθαι. οιον· νῦν δ' οὐ τάρπη θέσθαι ἐπίσταμαι. θεσμὸν ὁ ̓Ανακρέων τὸν θησαυρὸν καλεῖ. εἰς δὲ τὸ ῥητορικὸν λεξικὸν ἀντὶ τοῦ ὑποθήκην λαβεῖν. ̔Υπερίδης ἀντὶ τοῦ κυρῶσαι καὶ προέσθαι. Θευσούμενοσ. δραμούμενος. οἱ δὲ ἀφίκοντο, ὁ μὲν ἀγωνιούμενος πυγμὴν, ὁ δὲ θευσούμενος στάδιον. Θέω. τὸ τρέχω. καὶ θέω τὸ βλέπω. καὶ θέα ἀντὶ τοῦ σκόπει καὶ βλέπε. Θέλγεν. ἐσκότιζεν. ἠπάτα. - ἀτὰρ ̓Αχαιῶν Θέλγε νόον-. Θεωθέν. τὸ πρὸς μείζονα δόξαν ὑψωθέν· οὐ μὴν τῆς οἰκείας φύσεως ἀλλοιωθέν. Θειάζω. τὸ θαυμάζω, ἐπαινῶ, δοξάζω. Θεῖεν. ποιήσαιεν. theta.1040 Θείνω. τὸ τύπτω. τὸ ˉθˉεˉι δίφθογγον· ἀνεφάνη γὰρ τὸ ˉε ἐν τῷ θέναρ καὶ θένω, τὸ τύπτω. Θείομεν. ἐμβαλοῦμεν. Θεῖον δύσονται ἀγῶνα. εἰς τὰ αγια εἰσέλθοιεν. Θεῖ. ἀντὶ τοῦ τρέχει. καὶ θέει. Θεηλαθέν. παρ' αὐτά. ( ̓Επίῤῥημα.) Θεμιτῶσ. νομίμως. Θεόθεν. ὑπὸ θεοῦ. Θεοειδῶσ. θείως. Τὸ Θ μετὰ τοῦ Η. ( ̓Αρσενικόν.) Θηλυδρίασ. γυναικοειδὴς, η ανανδρος. παρὰ τὸ θῆλυς. τοῦτο παρὰ τὸ θῶ, τὸ τρέφω. Θηλυμανήσ. πόρνος. Θηλύμητρισ. πόρνος. theta.1041 Θήλυνοι. ησυχοι. Θημών. ὁ σωρὸς τῶν δραγμάτων. καὶ κλίνεται θημῶνος. παρὰ τὸν θήσω μέλλοντα. Θήρ. τὸ λυμαντικὸν θηρίον. καὶ κλίνεται θηρός. Θηρευτήσ. κυνηγός. κυρίως ὁ σῦς καὶ λέοντας θηρεύων. παρὰ τὴν θήραν. Θηρολέξησ. ὁ τὰς λέξεις θηρώμενος. Θηρατήσ. λόγων ἐπιθυμητής. θηρευτὴς δὲ ζώων χερσαίων καὶ ἐναλίων. Θηρήτορασ. κυνηγούς. Θήσ. ὁ μισθωτός. καὶ κλίνεται θητός. θὶς δὲ ὁ σωρὸς, ˉι, καὶ κλίνεται θινός. Θησαυρόσ. συναγωγὴ χρημάτων κεκρυμμένη. Θησαυρὸς ἀνέμων. οὐκ ἀποθῆκαι τινὲς, ἀλλ' ἡ ῥᾳδία κίνησις ἀπηνέμου τοῦ ἀέρος οντος. Θήψ. ὁ σκώληξ. καὶ κλίνεται θηπός. (Θηλυκόν.) Θηγάνη. ἡ ἀκόνη. σιδηροβρῶτι θηγάνῃ νεηκονής. theta.1042 Θῆκαι. αἱ σοροί. διὰ δὲ ξύλων ἀπορίαν τὰς θήκας τῶν πέριξ τεθαμμένων ἀνορύσσοντες, ἐκείναις εἰς τὰ ἀναγκαῖα ἐχρῶντο. Θηλαμόνοσ. τῆς οἰκίας. Θηλή. ὁ μαστὸς, η γαλοῦχος. Θήλεια. παρὰ τὸ θάλλειν καὶ γεννᾷν. οθεν καὶ υπομβρος νὺξ θήλεια καλεῖται. Θῆλυσ. παρ' ̔Ομήρῳ ἐσχημάτισται ὡς πῆχυς. Ηρη θῆλυς ἐοῦσα. Θήρα καὶ θηρεία. ἡ θήρευσις. Θῆσσα. ἡ τροφός. Θητεία. ἡ μισθαρνεία. (Οὐδέτερον.) Θηκτόν. ἠκονημένον. Θῆλυ. τὸ θηλυκόν. καὶ θηλέας ιππους οἱονεὶ θηλείας. καὶ θηλυτεράων τῶν θηλειῶν. Θήρευμα. αγρευμα. Θήρατρα. δίκτυα. παγίδες. theta.1043 Θηρίκλειον. ποτήριον ὑέλλινον. Θητώνιον. πλῆθος τῶν μισθωτῶν. η τὸ τοῖς μισθωταῖς διδόμενον. Θητικὸν πλῆθοσ. τὸ ἐπὶ μισθῷ δουλεῦον. Θῆτα. τὸ στοιχεῖον. παρὰ τὸ τὴν θέσιν τοῦ παντὸς μιμεῖσθαι, ητοι τοῦ οὐρανοῦ τὸ κυκλοτερὲς, καὶ τὸν διὰ μέσου αξονα τῇ κατὰ τὸ μέσον μακρᾷ εχει. ( ̔Ρῆμα.) Θήγω. τὸ ἀκονῶ. παρὰ τὸ θοῶ θηήγω καὶ θήγω, τουτέστι θοὸν καὶ ὀξὺν ποιῶ. Ομηρος· - ἐγὼ δ' ἐθόωσα παραστάς. θίγω δὲ τὸ ψαύω καὶ προσεγγίζω, ἰῶτα. Θηεῦντο. ἐθαύμαζον. ὑπερθέσει θέοντο, καὶ κατὰ συναίρεσιν τοῦ εο εἰς τὴν ευ δίφθογγον καὶ ἐκτάσει θηεῦντο. Θηεῖσθαι. θαυμάζεσθαι. θηῆσθαι δὲ ἀντὶ τοῦ θεᾶσθαι, ˉη. Θηήσαντο. ἐθαύμασαν. ἀπὸ τοῦ θεῶ, θεήσω. theta.1044 Θηλάζειν. ἐνεργητικῶς ἡμεῖς ἀντιλαμβανόμεθα τοῦ ῥήματος ἐπὶ τῶν παιδίων τῶν θηλαζόντων. Λυσίας δὲ παθητικῶς κέχρηται ἐπὶ γυναικὸς παρεχούσης γάλα. Θηρατεύεσθαι. ἀναβάλλεσθαι. Θηρώμενοι. ἀντὶ τοῦ ζητοῦντες. καὶ τιμὴν ἐκ τούτου παρὰ τῶν αλλων θηρώμενοι. καὶ θηρώμενον ἀντὶ τοῦ ἀνιχνεύοντα. Θηρῶντεσ. ἐπιτηροῦντες. Θῆσθαι. ἀμέλγειν. Θήσομαι. ὁρίσω, ποιήσω, ἀναδείξω. Θήσειν. ποιήσειν. Θητεύειν. ἐπὶ μισθῷ δουλεύειν. Τὸ Θ μετὰ τοῦ Ι. ( ̓Αρσενικόν.) Θίασοσ. ὁ χορός. σύλλογος μαθητῶν. Θιασώτησ. χορευτής. theta.1045 Θίασοσ. τὸ ἀθροιζόμενον πλῆθος ἐπὶ τιμῇ θεοῦ. ουτως ∆ημοσθένης καὶ Ξενοφῶν. Ιων δὲ ἐπὶ παντὸς ἀθροίσματος τάττει τὸ ονομα. θιασῶται δὲ οἱ κοινωνοῦντες τοῦ θιάσου. ουτως ̓Ισαῖος. (Θηλυκόν.) Θὶν καὶ θίσ. ὁ σωρός. καὶ κλίνεται θινός. Θὶν καὶ θίσ. ὁ αἰγιαλός. καὶ κλίνεται θινός. Θίβη.