1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

236

Ἰσραήλ.» «Κατέβη Σαμψὼν, καὶ ὁ πατὴρ αὐτοῦ, καὶ ἡ μήτηρ αὐτοῦ εἰς Θαμναθᾶ, καὶ ἦλθον ἕως τοῦ ἀμπελῶνος· καὶ ἰδοὺ σκύμνος λέοντος εἰς συνάντησιν. Καὶ ἥλατο ἐπ' αὐτὸν Πνεῦμα Κυρίου, καὶ διέσπασεν αὐτὸν ὡς ἔριφον αἰγῶν, καὶ οὐδὲν ἦν ἐν ταῖς χερσὶν αὐτοῦ. Καὶ οὐκ ἀπήγγειλε τῷ πατρὶ αὐτοῦ, καὶ τῇ μητρὶ αὐτοῦ ὃ ἐποίησεν.» «Ἐπορεύθη Σαμψὼν, καὶ συνέλαβε τριακοσίους ἀλώπεκας, καὶ ἔλαβε λαμπάδας, καὶ ἔστρεψε κέρκον πρὸς κέρκον, καὶ ἔθηκε λαμπάδα μίαν ἀναμέσον τῶν δύο κέρκων ἐν τῷ μέσῳ, καὶ ἔδησεν. Καὶ ἐνεπύρισεν τοὺς στάχυας τῶν ἀλλοφύλων ἀπὸ ἅλωνος ἕως σταχύων ὀρθῶν, καὶ ἕως ἀμπελῶνος καὶ ἐλαίας.» «Εἶπε Σαμψών· Ἐν σιαγόνι ὄνου ἐξαλείφων ἐξήλειψα αὐτούς· ὅτι ἐν σιαγόνι ὄνου ἐπάταξα χιλίους ἄνδρας. Καὶ ἐδίψησε σφόδρα, καὶ ἐβόησε πρὸς Κύριον· Σὺ εὐώδωσας ἐν χειρὶ τοῦ δούλου σου τὴν σωτηρίαν τὴν μεγάλην ταύτην· καὶ νῦν ἀποθνήσκω ἐν δίψει, καὶ ἐμπεσοῦμαι εἰς χεῖρας τῶν ἀπεριτμήτων. Καὶ ἤνοιξεν ὁ Θεὸς τὸ τραῦμα τὸ ἐν τῇ σιαγόνι, καὶ ἐξῆλθεν ἐξ αὐτοῦ ὕδατα· καὶ ἔπιεν, καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτοῦ, καὶ ἔζησεν.» «Καὶ εἶδεν ἐκεῖ γυναῖκα πόρνην, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ ἀπηγγέλη τοῖς Γαζαίοις, λέγοντες· Ἥκει Σαμψὼν ὧδε. Καὶ ἐκύκλωσαν, καὶ ἐνήδρευσαν αὐτὸν ὅλην τὴν νύκτα ἐν τῇ πύλῃ τῆς πόλεως. Καὶ ἐκώφευσαν ὅλην τὴν νύκτα λέγοντες· Ὡς διαφαύσει ὁ ὄρθρος 96.205 φονεύσομεν αὐτόν. Καὶ ἐκοιμήθη Σαμψὼν ἕως μεσονυκτίου. Καὶ ἀνέστη ἐν ἡμίσει τῆς νυκτὸς, καὶ ἐπελάβετο τῶν θυρῶν τῆς πύλης τῆς πόλεως, σὺν τοῖς δυσὶ σταθμοῖς, καὶ ἀνεβίβασεν αὐτὰ σὺν τῷ μοχλῷ, καὶ ἔθηκεν ἐπὶ τοὺς ὤμους, καὶ ἀπήνεγκεν αὐτὰ ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, καὶ ἔθηκεν ἐκεῖ.» «Ἑπτακόσιοι ἄνδρες, ἐκλεκτοὶ ἐκ παντὸς τοῦ λαοῦ ἀμφοτεροδέξιοι πάντες οὗτοι, σφενδονῆται ἐν λίθῳ πρὸς τρίχα, καὶ οὐκ ἐξαμαρτάνοντες.» «Ἀσαὴλ κοῦφος τοῖς ποσὶν, ὡσεὶ μία δορκὰς ἐν ἀγρῷ.» Πάντα ἐν πᾶσι μέμικται· καὶ ἐν τῇ γῇ εὑρήσεις ὕδωρ, καὶ ἀέρα καὶ πῦρ· εἶτα ἐκ λίθων μὲν πῦρ ἐξάλλεται. Ἐκ σιδήρου δὲ, ὃ καὶ αὐτὸ ἔχει ἀπὸ γῆς τὴν γένεσιν, πῦρ ἄφθονον ἐν ταῖς παρατρίψεσιν πέφυκεν ἀπολάμπειν. Ὃ καὶ θαυμάσαι ἄξιον, πῶς ἐν μὲν τοῖς σώμασιν ὑπάρχον τὸ πῦρ ἀβλαβῶς ἐμφωλεύει, προσκλιθὲν δὲ ἐπὶ τὰ ἔξω, δαπανητικόν ἐστι τῶν φυλασσόντων. Εἴποις δ' ἂν περὶ θαλάσσης αὐτῆς, πῶς εἰς ἅλας τὸ ὕδωρ πήγνυται; πῶς ὁ πολυτίμητος λίθος τὸ κοράλλιον, χλόη μέν ἐστι τῆς θαλάσσης, ἐπειδὰν δὲ εἰς τὸν ἀέρα ἐξενεχθῇ πρὸς λίθου στεῤῥότητα μεταπήγνυται; πόθεν τῷ εὐτελεστάτῳ ζώῳ τῷ ὀστρέῳ τὸν βαρύτιμον μαργαρίτην ἡ φύσις ἐνέθηκεν; Ἃ γὰρ ἐπιθυμοῦσι θησαυροὶ βασιλέων, ταῦτα περὶ αἰγιαλοὺς, καὶ ἀκτὰς καὶ τραχείας πέτρας διέῤῥιπται, τοῖς τῶν ὀστρέων σώμασιν ἐγκείμενα. Πόθεν τὸ χρυσοῦν ἔριον αἱ πίνναι τρέφουσιν, ὅπερ οὐδεὶς τῶν ἀνθοβαφῶν μέχρι νῦν ἐμιμήσατο; πόθεν αἱ κόχλαι τοῖς βασιλεῦσι τὴν ἁλουργίδα χαρίζονται, αἳ καὶ τὰ ἄνθη τῶν λειμώνων τῇ εὐχροίᾳ παρέδραμον. Ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα· οὐκ ἐπειδὴ καρίδος καὶ μαινίδος μείζονα, διὰ τοῦτο μεγάλα εἴρηται, ἀλλ' ἐπειδὴ τοῖς μεγίστοις ὄρεσι τῷ ὄγκῳ τοῦ σώματος παρεικάζονται· ἅ γε καὶ νήσων πολλάκις φαντασίαν παρέχεται. Ἐὰν δὲ ἀκούσῃς, ὅτι τὰ μέγιστα τῶν πλοίων ἡπλωμένοις ἱστίοις ἐξουρίας φερόμενα, τὸ μικρὸν ἰχθύδιον, ἡ ἐχενηῒς οὕτως ῥᾳδίως ἵστησιν, ὥστε ἀκίνητον ἐπὶ πλεῖστον φυλάττειν, ὥσπερ καταῤῥιζωθὲν ἐν αὐτῷ τῷ πελάγει, τότε θαυμάσεις τοῦ δημιουργοῦ τὴν ἰσχύν. Τὰς πιθήκους φασὶν, ἐπειδὰν τέκωσιν, ὥσπερ ἀγάλμασιν ἐνατενίζειν τοῖς βρέφεσιν, ἀγαμένας τοῦ κάλλους· οὕτως ἐστὶν ἡ φύσις φιλότεκνος.

ΤΙΤΛ. Βʹ. -Περὶ ξένων κολάσεων ἀπὸ Θεοῦ καὶ ἀνθρώπων ἐνεχθεισῶν. «Κατέλαβον τὴν πόλιν, καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἀπέκτειναν, καὶ καθεῖλαν

τὴν πόλιν, καὶ ἔσπειραν εἰς ἅλας.» «Κατέδραμον ὀπίσω Ἀδωνιβεζὲκ, καὶ κατελάβοντο αὐτόν· καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν ποδῶν αὐτοῦ, καὶ τῶν χειρῶν αὐτοῦ. Καὶ εἶπεν Ἀδωνιβεζέκ· Ἑβδομήκοντα βασιλεῖς, τὰ ἄκρα τῶν ποδῶν αὐτῶν, καὶ τῶν 96.208 χειρῶν αὐτῶν ἀποκεκομμένοι, ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς