1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

 309

 310

 311

 312

 313

 314

 315

 316

 317

 318

 319

 320

 321

 322

 323

 324

 325

 326

 327

 328

 329

 330

236

"Πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;" Ἡμῖν δὲ ὁ θεῖος Ἀπόστολος παρεγγυᾷ, ἐν παντὶ τόπῳ προσευχομέ νους αἴρειν ὁσίας χεῖρας. Τοῦτο καὶ ὁ ∆εσπότης Χριστὸς πρὸς τὴν Σαμαρεῖτιν ἔφη, "Ἀμὴν, ἀμὴν λέγω σοι, γύναι, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἔστιν, ὅτε οὔτε ἐν τῷ τόπῳ τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσουσι τῷ Πατρί. Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν." -"Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον." Σύμφωνον τῷ προοιμίῳ τὸ τέλος. Καλέσας γὰρ εἰς κοινωνίαν τῆς ὑμνῳδίας τὰς νοητὰς οὐσίας, διδά σκει καὶ ἡμᾶς, ὡς δυνατὸν γεραίρειν τὸν Ποιητὴν, καὶ ἰσόμετρον τῇ δυνάμει προσφέρειν τὸν χαριστή ριον ὕμνον.

ΕΡΜΗΝ. ΤΟΥ ΡΓʹ ΨΑΛΜΟΥ αʹ. "Ψαλμὸς τῷ ∆αβίδ." Ἡ τοῦ παναγίου Πνεύματος χάρις οὐ μόνον ἠθικὴν

καὶ δογματικὴν διδασκαλίαν τοῖς ἀνθρώποις προσφέρει, ἀλλὰ καὶ ὅπως ὑμνεῖν προσήκει τὸν Ποιητὴν ἀκριβῶς ἐκπαι δεύει. ∆ιάτοι τοῦτο τόνδε συγγέγραφε τὸν ψαλμὸν, τῷ μακαρίῳ ∆αβὶδ ὑπουργῷ χρησαμένη· ὡς ἂν μά θοιμεν ἅπαντες, τίσιν ὕμνοις χρὴ τὸν εὐεργέτην ἀμείβεσθαι. Τὰς μέντοι κοινὰς εὐεργεσίας ἐνταῦθα διέξεισι, καὶ δείκνυσι ποιητὴν ἁπάντων ὁμοῦ, καὶ πρύτανιν τὸν τῶν ὅλων Θεόν. "Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον." Ἕκαστον εὐσεβείας τρόφιμον ὑμνεῖν διδάσκει τὸν εὐεργέτην Θεόν. "Κύριε ὁ Θεός μου, ὡς ἐμεγαλύνθης σφόδρα!" Ἐπιτάσεως καὶ ἐν ταῦθα τὸ ὡς. Τὸ δὲ ἐμεγαλύνθης, οὐκ αὐξή σεως δηλωτικὸν, ἀλλὰ τοῦ· ἀμετρήτου μεγέθους σημαντικόν. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε, Καὶ ὁ Θεός μου μέγας εἶ σφόδρα. Οὐ γὰρ μι κρὸς ὢν ἐμεγαλύνθη, ἀλλὰ φύσει μέγας ὢν τοῦτο τοῖς εὐσεβέσιν ἐδείχθη· οὐχ ἅπαν τὸ μέγεθος, ἀλλ' ὅσον ἡ φύσις τῶν ἀνθρώπων ἐχώρει. "Ἐξομολόγη σιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω." Ὁ Σύμμαχος οὕτως, Ὕμνον καὶ εὐδοξίαν ἠμφιάσω. Οὐκ ἔτι γάρ σε ἀγνοοῦσιν οἱ τῶν σῶν ἀπολαύοντες ἀγα θῶν, οὐδὲ τοῖς εἰδώλοις τὸ σὸν σέβας προσφέρουσιν, ἀλλά σε ὑμνοῦσι, καί σοι τὸ τῆς δοξολογίας ἐκτί νουσι χρέος. βʹ. "Ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον." Συνῳδὰ τούτοις καὶ ὁ Ἀπόστολος ἔφη· "Ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον." Τοσοῦτον γάρ ἐστιν ἐκεῖνο τὸ φῶς, ὡς μηδένα πελάζειν τολμᾷν· ἀποστρέφει γὰρ τὰς ὄψεις ἡ τῆς αἴγλης ὑπερβολή. Εἰ γὰρ ὁ αἰσθητὸς τοῦτο ποιεῖν ἥλιος ἀναγκάζει τοὺς 80.1696 ἀπλήστως καθορᾷν πειρωμένους, τίς ἱκανὸς τοῦ ἀπρο σίτου φωτὸς ἐν περινοίᾳ γενέσθαι; Ἔστι μὲν οὖν καὶ αὐτὸς φῶς ἀληθινόν· ἀναβάλλεται δὲ καὶ φῶς ὡς ἱμάτιον, καὶ φῶς οἰκεῖ ἀπρόσιτον, καὶ νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ, καὶ ἔθετο σκότος ἀποκρυφὴν αὑτοῦ. Καὶ οὐκ ἐναντία ταῦτα ἀλλήλοις· τὸ γὰρ ἀπρό σιτον φῶς τοῖς ὁρᾷν μὴ δυναμένοις τῷ γνόφῳ καὶ τῷ σκότει ταυτόν ἐστιν. Οὔτε γὰρ τὰ ἐν τούτῳ, οὔτε τὰ ἐν ἐκείνῳ δυνατὸν κατιδεῖν. Καὶ τοῦτο μέντοι κἀκεῖνο τῆς θείας φύσεως δηλοῖ τὸ ἀόρατον. "Ἐκ τείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν." Τὴν τῆς δημιουρ γίας εὐκολίαν διὰ τούτων ἐδίδαξεν. Ὡς γὰρ ἀνθρώπῳ ῥᾴδιον δέῤῥιν ἐκτεῖναι καὶ ποιῆσαι σκηνὴν, οὕτως ὁ τῶν ὅλων Θεὸς τὰ μεγάλα τῶν οὐρανῶν διεπέτασε κήτη, λόγῳ μόνῳ χρησάμενος. γʹ. "Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὑτοῦ." Τοῦτο καὶ ὁ μακάριος ἐδίδαξε Μωσῆς. Ἔφη γὰρ τὸν Θεὸν εἰρηκέναι, "Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος," καὶ ἔσται διαχωρίζον ἀναμέσον ὕδα τος τοῦ ἐπάνω τοῦ στερεώματος, καὶ ἀναμέσον τοῦ ὕδατος τοῦ ὑποκάτω τοῦ στερεώματος. "Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὑτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύ γων ἀνέμων." ∆ιὰ τούτων τὴν πανταχοῦ διήκουσαν ἐδήλωσε πρόνοιαν. Ἐφέστηκε γὰρ, φησὶ, καὶ ἀνέμοις καὶ νέφεσιν· καὶ αὐτὸς ἰθύνει ταῦτα, καὶ κυβερνᾷ· καὶ τὴν ἐντεῦθεν φυομένην εἰς καιρὸν δίδωσι χρείαν. ∆ιδάσκει δὲ κατὰ ταυτὸν, ὡς ἡ θεία φύσις πανταχοῦ πάρεστι, καὶ τοῖς πᾶσιν ἐφίπταται. Ἐπειδὴ γὰρ τῶν αἰσθητῶν ἁπάντων ὀξυτάτη τῶν ἀνέμων ἡ φύ σις· ἐν ἀκαρεῖ γὰρ ἀπὸ τῶν ἑσπερίων ἐπὶ τὴν ἕω διατρέχει, καὶ ἀπὸ τῆς ἕω πρὸς