236
τῶν ἁμαρτωλῶν μέν, ποθούντων δέ σε λίαν. 391 {1Ἡγουμένῳ}1 Ἐπειδὴ ἔμαθον εἰσαγώγιμόν σε γενέσθαι καὶ τετύφθαι ὑπὲρ Χριστοῦ, ὦ τριπόθητε, χαίρω καὶ συγχαίρω σοι· τοῦτο γὰρ χαρὰ καὶ ἀγαλλίασις, οὐ κατὰ τὴν τοῦ κόσμου χαρὰν (ἀχαρὴς γὰρ ἥδε, δοκοῦσα μέν, οὐκ οὖσα δέ, ἐπείπερ ῥέουσα οὐχ ἵσταται καὶ τελευτῶσα θάνατον κατεργάζεται), ἀλλὰ τὴν κατὰ θεόν· αὕτη γὰρ καὶ μόνον θυμηδία καὶ ὡσαύτως ἔχουσα, ἧς τὸ τέλος ζωὴ αἰώνιος. εἰκότως οὖν γήθω καὶ συγγήθω σοι, πάτερ τιμιώτατε. ἀλλ' ὅτι, ὥς φασιν, ἑκατοστεύουσα ἡ νιφὰς καί γε βαρύδαρτος, ἴδε πάλιν ἐπίτασις τῆς εὐφροσύνης· οὐκ ἀπαθῶς ἤνεγκα τὴν ἀκοὴν καὶ ἀπών. ἀλλ' ὅμως δόξα τῷ δοξάσαντί σε θεῷ ἐπὶ νώτου σε κτανθῆναι ὑπὸ τῶν ἀσεβῶν· ἄσβεστόν σου τὸ κλέος, ἱερόν σου τὸ πάθος, στήριγμα τῶν συνομολογούντων, προθυμία τῶν ὀρθοδοξούντων, διάρρηξις τῶν αἱρετιζόντων, οἰκοδομὴ τῆς τοῦ θεοῦ ἐκκλησίας. λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς, ὥς φησιν ὁ προφήτης· τί τοῦτο; εἰς ὁμαλισμὸν εὐσεβείας, εἰς ἐνδόμησιν τῆς ἐκκλησίας. τῶν ἁπάντων οὖν εἷς καὶ αὐτός, ὑπὸ τοῦ Ἁγίου Πνεύματος τῷ ἀκρογωνιαίῳ λίθῳ συναρμολογούμενος καὶ συμβιβαζόμενος. Ἀλλὰ μέμνησο καὶ ἡμῶν τῶν ἁμαρτωλῶν, ἁγιώτατε, ἐν ταῖς προσευχαῖς μὴ ἀποπεσεῖν τῆς ἐνδομήσεως, ἀλλ' ὧδέ που κἂν ὡς χάλιξ εὑρεθῆναι χάριτι καὶ φιλανθρωπίᾳ τοῦ ἀγαθοῦ ἡμῶν θεοῦ. 392 {1Θεόδωρος ταῖς πανταχοῦ διεσπαρμέναις ἀδελφότησι σὺν τοῖς ἐναθλοῦσιν ἐν τῇ ὁμολογίᾳ Χριστοῦ χαίρειν}1 Πᾶσαν χαρὰν ἡγητέον, ἀδελφοί μου, ἐν τοῖς παροῦσι θλιβεροῖς, ἐπείπερ διὰ Χριστὸν καὶ ὁ διωγμὸς τῶν διωκομένων καὶ αἱ φυλακαὶ τῶν καθειργμένων, προσθείην δ' ἂν καὶ αἱ μάστιγες τῶν μαστιγουμένων. οὐκ ἀποπαύσοιμι τοιγαροῦν καὶ κοινῇ πᾶσιν καὶ ἰδίᾳ ἑκάστῳ προσφωνεῖν, παρακαλεῖν, ὑπομιμνήσκειν, καίπερ εἰδὼς ἐστηριγμένους ὑμᾶς ἐν τῇ πίστει καὶ οἴκοθεν ἔχοντας τὸ παρακλητικὸν καὶ νουθετητικόν. ἀλλ' ὅμως ὀφειλέτης εἰμὶ ὁ ἁμαρτωλὸς καὶ τὸ παρ' ἐμαυτοῦ προστιθεῖν, ἄλλως τε καὶ τοῦ πόθου ἐκβιαζομένου· ζηλῶ γὰρ ὑμᾶς ζήλῳ θεοῦ, ἐγκαλλωπίζομαι ὁ ἀκαλλώπιστος ταῖς ὁμολογητικαῖς ὑμῶν ἀρεταῖς. χαρά μοι καὶ στέφανος ὑμεῖς, ἔρεισμα καὶ ἀκαταγώνιστον κραταίωμα. ναί, ἐρωτῶ καὶ παρακαλῶ ἀσαλεύτους διαμένειν ἅπαντας ἐν πάσῃ εὐθυμίᾳ καὶ προθυμίᾳ· πάντοτε, φησὶν ὁ θεῖος ἀπόστολος, χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε. καὶ οὐ χαρὰ ταῦτα καὶ ἀγαλλίασις, ὅτι, εἴπερ συμπάσχομεν, καὶ συνδοξασθησόμεθα, εἰ ἀποθάνωμεν, καὶ συζήσομεν, εἰ ὑπομένωμεν, καὶ συμβασιλεύσομεν, ὡς γέγραπται; ἡλίκη ἡ ἐπαγγελία, ἀγαπητοί· εἰ καὶ εἰς πῦρ ἐμβληθῶμεν, οἴσομεν, εἰ καὶ θηρσὶν ἐκδοθῶμεν, ἐνέγκωμεν. οὕτω γὰρ ἤνεγκαν οἱ ἀπ' αἰῶνος ἀθλοφοροῦντες, ἄνδρες τε καὶ γυναῖκες, τὰ ἐκεῖθεν προβλέποντες καὶ τὸ παρὸν ὀδυνηρὸν ταῖς ἐλπίσι κουφίζοντες καὶ τρυφὴν ἡγούμενοι τὰ ἐπώδυνα καὶ τὴν προσθήκην τῶν παθημάτων ἐπιθυμοῦντες, οὐκ ἀποστυγοῦντες, ὥσπερ οἱ τὰ πλείω χρήματα τῶν συνεταίρων ἁρπάζοντες, ὡς ἴστε ὑμεῖς, ἀφ' ἑαυτῶν γευσάμενοι τῆς ἀθανάτου γλυκύτητος. ὦ κόσμε πλάνε· ὅτι πικρόν σου τὸ δοκοῦν ἡδὺ καὶ θανάσιμον κατὰ πᾶσαν ἡδονὴν καὶ περιχάρειαν· καὶ ὦ πόθε Χριστοῦ· ὅτι σὺ ἡ εὐλογία καὶ ἡ χαρὰ καὶ ἡ δεσποσύνη καὶ ἐπὶ τοὺς κατόχους σου. ἴδετε πηλίκοις ὑμῖν φθέγμασι παρακαλῶ ὁ εὐτελής, οὔ τί που τῶν ἀξιεπαίνων, ἀλλ' ὅτι φιλικοῖς. ὅσοι βραδυτῆτα ἡγοῦνται τὴν ἐπισκοπὴν Κυρίου, ἐκεῖνο ἐννοείτωσαν, ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιαν ἄγει τοὺς διώκοντας, εἰς δοκιμὴν δὲ τοὺς πάσχοντας, καὶ μὴ ἀθυμείτωσαν μηδὲ τὰ κρίματα Κυρίου ἐξεταζέτωσαν. οὐκ εὐγνωμόνων δούλων λέγειν "4ἕως πότε;"5· οὐκ εἶπεν τοῦτο Ἰὼβ ὁ ἀοίδιμος, οὐχ ὁ Πέτρος οὐδ' ὁ Παῦλος, οἱ μυρίαθλοι, οὐδέ τις τῶν μαρτύρων. οἶδεν ὁ ἀκοίμητος ὀφθαλμὸς τὸ ἀρκοῦν ἐπ' ἀμφοτέροις. οὐκ ἐλεεῖς, ὅτι θησαυρίζεις ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ. ὁ τοιοῦτος, οὗ οὐκ ἔστι πέρας τῆς κολάσεως οὐδὲ