1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

236

δὲ τρισὶν ἡμέραις μετὰ τὰς πρώτας συμβολὰς δόξας κατευοδοῦσθαι οὐ τῷ κατευοδοῦντι θεῷ τὰ τῆς νίκης ἐπέγραφεν, ἀλλὰ Σταυρακίου μόνου τὴν εὐτυχίαν καὶ εὐβουλίαν ἐκήρυττε καὶ τοῖς κωλύουσι τὴν εἴσοδον ἄρχουσιν ἠπείλει. ἄλογα δὲ ζῶα καὶ βρέφη καὶ πᾶσαν ἡλικίαν ἀνηλεῶς φονεύεσθαι προσέταξε καὶ τὰ τῶν ὁμοφύλων νεκρὰ σώματα ἄταφα εἴασε μόνης ἐπιμελούμενος τῆς τῶν σκύλων συλλογῆς, κλεῖθρα δὲ καὶ σφραγῖδας τοῖς ταμείοις Κρούμμου ἐπιθεὶς ὡς ἴδια λοιπὸν ἠσφαλίσατο. ὦτα γοῦν καὶ ἕτερα μέλη Χριστιανῶν ἁψαμένων τῶν σκύλων ἀπέτεμε καὶ τὴν λεγομένην αὐλὴν τοῦ Κρούμμου ἐνέπρησεν, ἐκείνου σφόδρα ταπεινουμένου καὶ δηλοῦντος, ὅτι "ἰδού, νενίκηκας. λάβε οὖν, εἴ τί σοι ἀρεστόν ἐστιν, καὶ ἔξελθε ἐν εἰρήνῃ." ὁ δὲ τῆς εἰρήνης ἐχθρὸς ταύτην οὐ προσήκατο· ἐφ' οἷς [καὶ] χαλεπήνας ἐκεῖνος τὰς τῆς χώρας εἰσόδους καὶ ἐξόδους· περιπεφραγμένας ξυλίνοις ὀχυρώμασι πέμψας κατησφαλίσατο. Νικηφόρος δὲ τοῦτο γνούς, εὐθέως ὡς ἐμβρόντητος, ὅ τι πράξοι, ἠγνόει περιάγων. καὶ τοῖς συνοῦσι τὰ τῆς ἀπωλείας ἔλεγεν, ὅτι "κἂν πτερωτοὶ γενώμεθα, μηδεὶς ἐλπίσοι διαφυγεῖν τὸν ὄλεθρον." ταῦτα δὲ ἦν 491 ἐφ' ἡμέρας δύο, πέμπτην καὶ παρασκευήν, τὰ μηχανήματα. καὶ τῇ νυκτὶ τοῦ σαββάτου τάραχοι καὶ ὄχλων ἐνόπλων περὶ Νικηφόρον καὶ τοὺς σὺν αὐτῷ ἀκουόμεναι παρατάξεις πάντας ἐξενεύρωσαν, πρὸ δὲ τῆς ἡμέρας ἐπελθόντες οἱ βάρβαροι κατὰ τῆς Νικηφόρου σκηνῆς καὶ τῶν σὺν αὐτῷ μεγιστάνων ἀναιροῦσι τοῦτον οἰκτρῶς, ἐν οἷς ἦν καὶ Ἀέτιος πατρίκιος, καὶ Πέτρος πατρίκιος, καὶ Σισίννιος πατρίκιος ὁ Τριφύλλης, καὶ Θεοδόσιος πατρίκιος ὁ Σαλιβαρᾶς, ὁ πολλὰ λυπήσας καὶ κακὰ ἐνδειξάμενος τῇ μακαρίᾳ Εἰρήνῃ, καὶ ὁ ἔπαρχος πατρίκιος, καὶ Ῥωμανός, πατρίκιος καὶ στρατηγὸς τῶν ἀνατολικῶν, καὶ ἕτεροι πολλοὶ πρωτοσπαθάριοι καὶ σπαθάριοι, καὶ τῶν ταγμάτων οἱ ἄρχοντες, ὅ τε τοῦ ἐκσκουβίτου δομέστικος, καὶ ὁ δρουγγάριος τῆς βασιλικῆς βίγλας, καὶ ὁ τῆς Θρᾴκης στρατηγός, καὶ πολλοὶ ἄρχοντες τῶν θεμάτων σὺν ἀπείροις λαοῖς, πᾶσά τε ἡ τῶν Χριστιανῶν καλλονὴ διεφθάρη· τά τε ὅπλα πάντα ἀπώλοντο, καὶ τὰ τῆς βασιλείας σκεύη. τὰ δὲ τῆς τοιαύτης ἡμέρας ἀκαλλῆ ῥήματα μὴ γένοιτο Χριστιανοὺς ἰδεῖν ἔτι, ὡς παντὸς θρήνου ἐπέκεινα. γέγονε δὲ ταῦτα τῇ κʹ τοῦ Ἰουλίου μηνός, ἰνδικτιῶνος δʹ. τὴν δὲ Νικηφόρου κεφαλὴν ἐκκόψας ὁ Κροῦμμος ἐκρέμασεν ἐπὶ ξύλου ἡμέρας ἱκανάς, εἰς ἐπίδειξιν τῶν ἐρχομένων εἰς αὐτὸν ἐθνῶν καὶ αἰσχύνην ἡμῶν. μετὰ δὲ ταῦτα λαβὼν ταύτην καὶ γυμνώσας τὸ ὀστοῦν ἄργυρόν τε ἐνδύσας ἔξωθεν πίνειν εἰς αὐτὴν τοὺς τῶν Σκλαυινῶν ἄρχοντας ἐποίησεν ἐγκαυχώμενος. πολλῶν δὲ χηρῶν καὶ ὀρφανῶν ἐν μιᾷ ἡμέρᾳ γενομένων, καὶ θρήνου ἀκατασχέτου ὄντος, ἡ τούτου σφαγὴ πολλῶν παραμυθία γέγονεν. τὸν δὲ τρόπον τῆς τούτου σφαγῆς οὐδεὶς τῶν περισωθέντων ἀκριβῶς διηγήσατο· φασὶ γάρ τινες, ὅτι καὶ Χριστιανοὶ πεσόντα τοῦτον ἐπέτρωσαν. οἱ δὲ γυναικώδεις τῶν ἀνδρῶν οἰκέται αὐτοῦ, οἷς καὶ συνευνάζετο, οἱ μὲν τῷ τῆς σούδας πυρί, οἱ δὲ τοῖς ξίφεσιν ὤλοντο σὺν αὐτῷ. τούτου τῆς ἀρχῆς Χριστιανοὶ βαρυτέραν οὐδενὶ χρόνῳ ἠτύχησαν. πάντας γὰρ ἐν πλεονεξίαις καὶ ἀκολασίαις καὶ βαρβαρικαῖς ὠμότησιν ὑπερηκόντισε τοὺς πρὸ αὐτοῦ βασιλεύσαντας, περὶ ὧν κατὰ μέρος διεξιέναι καὶ τοῖς 492 μετέπειτα δύσπιστον καὶ ἡμῖν ἐργῶδες, πλὴν ἐκ τοῦ κρασπέδου τὸ ὕφασμα πρόδηλον, κατὰ τὴν παροιμίαν. τιτρώσκεται δὲ καὶ Σταυράκιος, παῖς αὐτοῦ, καιρίως κατὰ τοῦ σπονδύλου τὸ δεξιὸν μέρος, καὶ μόλις τῆς μάχης ἐξῆλθε ζῶν καὶ κατέλαβε τὴν Ἀδριανούπολιν δεινῶς ὑπὸ τῆς πληγῆς κολαφιζόμενος. Στέφανος δέ, πατρίκιος καὶ δομέστικος τῶν σχολῶν, συμπαρόντος καὶ Θεοκτίστου μαγίστρου, ἀνηγόρευσε Σταυράκιον αὐτοκράτορα, καὶ διελέχθη τῷ περισωθέντι λαῷ κατὰ τοῦ ἰδίου πατρός, καὶ σφόδρα ἡδύνθησαν. Μιχαὴλ δὲ κουροπαλάτης ἀβλαβὴς περισωθεὶς πολλὰ παρεκλήθη ὑπὸ τῶν φίλων ἀναγορευθῆναι βασιλεύς, καὶ οὐ κατεδέξατο διὰ τοὺς πρὸς Νικηφόρον ὅρκους καὶ