237
τρόπον ὑποθέσθαι, δι' οὗ τὰ προσδοκώμενα δεινὰ δυνήσεται διαφυγεῖν. ὁ δ' ἔφασκεν, οὐ χαλεπὸν μὲν εἶναι καὶ αὐτὸν ἐκ τῶν παρόντων τὸ δέον συνιδεῖν, οὐ τῶν πολλῶν καὶ ἀνοήτων ὄντα, ἀλλὰ τῶν ἐμπειρίᾳ πραγμάτων καὶ συνέσει τοῖς πρώτοις ἁμιλλώμενον Ῥωμαίων. παραινέσειν δὲ καὶ αὐτὸν, ἃ οἴεται λυσιτελήσειν, μᾶλλον δ', ὧν χωρὶς σωτηρίας ἀδύνατον τυχεῖν. οἴεσθαι δὲ μηδὲν ἕτερον αὐτῷ λυσιτελήσειν καὶ τοῖς ἄλλοις, ἢ πόλεμον ἀραμένῳ πρὸς ἐκεῖνον, παντὶ σθένει πειρᾶσθαι καταλύειν τὴν ἐκείνου δύναμιν. τοῦτο δ' ἔσται ῥᾴδιον, ἂν βασιλίδι προσελθὼν καὶ τὴν εἰς ἐκείνην εὔνοιαν καὶ βασιλέα τὸν υἱὸν ὑποκριθεὶς, ἀναπείσῃς ἐκεῖνον πολέμιον νομίσαι καὶ ἐπιβουλεύοντα αὐτῇ πρὸς τὴν ἀρχὴν, φάσκων περὶ ἐκείνου ἀκριβῶς πεπεῖσθαι τὰ τοιαῦτα καὶ τὴν ἀδικίαν μὴ ἐνεγκεῖν, ἀλλὰ 2.123 μᾶλλον αἱρετώτερον ἡγήσασθαι, αὐτὸν καὶ παῖδας ὑπὲρ αὐτῶν, εἰ δέοι, πολεμοῦντας ἐκείνῳ ἀποθνήσκειν, ἢ αὐτοὺς ἀδίκως τὴν ἀρχὴν ἀφαιρουμένους ἢ καὶ ἀποθνήσκοντας περιιδεῖν. οἷς ἐκείνην, ὥσπερ εἰκὸς, πεισθεῖσαν ὑπὸ δέους ῥᾷστά τε ἐκείνου διαστήσεσθαι καὶ τὸν πόλεμον ἡμῖν τὸν πρὸς ἐκεῖνον ἐπιτρέψειν. τούτου δὲ γεγενημένου, οὐδὲν ἔστι τὸ κωλῦον, οὐ τῶν προσδοκωμένων δεινῶν ἀπηλλάχθαι μόνον, ἀλλὰ καὶ τύχης ἀγαθῆς ἀφορμὴν τὸν πρὸς ἐκεῖνον πόλεμον ποιήσασθαι. ὅτι δὲ οὐκ ἀληθῆ τὰ εἰρημένα, οὐ χρὴ σκοπεῖν, περὶ ἐκείνου. οὐ γὰρ περὶ ἀληθείας καὶ ψεύδους ἡμῖν πρόκειται νῦν ἀγὼν, ἀλλ' εἴτε ζῇν εὐκλεῶς, καθῃρηκότας ἐκείνου τὴν ὀφρὺν, εἴτε ἀποθνήσκειν ὁμοίως τοῖς ἐπὶ δεινοῖς τισιν ἑαλωκόσιν, ἐὰν ἐκεῖνος ἔτι τῶν πραγμάτων ἄρχῃ. διὸ πάσῃ χρηστέον μηχανῇ καὶ παντὶ πολέμου εἴδει προσεκτέον μᾶλλον, ἢ περὶ τοιούτων μικρολογητέον, ἃ μηδεμίαν βλάβην ἔχει, ἂν ὧδε ἢ ἑτέρως ἔχωσι.» τούτοις μὲν οὖν ἔπειθε κἀκεῖνον. καὶ πέρας ἤδη εἶχεν ἡ ἐπιβουλή. ἐδόκει δὲ δεῖν καὶ τῶν οἰκειοτάτων βασιλίδι τινὰς προσεταιρίσασθαι, ἐκεῖνο ἐννοῶν, ὡς τοὺς μὲν ἄλλους ἴσως ἂν ὑποπτεύσειεν ἡ βασιλὶς, ἢ φόβῳ ἢ φθόνῳ τοιαῦτα ἐσκαιωρηκέναι, τῶν οἰκειοτάτων δὲ μηδὲν καταγνοίη ἂν τοιοῦτον. καὶ τῷ Ζαμπέας υἱῷ, ἣ ἐκ Σαβωΐας βασιλίδι εἵπετο, πολλῆς καὶ παρὰ βασιλέως ἔτι ζῶντος ἀπολαύοντι τῆς εὐμενείας τά τε ἄλλα καὶ διὰ τὴν ἐν ταῖς μά 2.124 χαις εὐψυχίαν, καὶ μετὰ τὴν ἐκείνου τελευτὴν βασιλίδι σπουδαζομένων ἐκείνου τε καὶ τῆς μητρὸς, Ἀρτώτῳ προσαγορευομένῳ· τούτῳ δὴ ἐντυχὼν, εἴ τι περὶ ἑαυτοῦ εἰδείη, ἐπυνθάνετο. ὡς δὲ ἐκεῖνος ἔφασκε μηδέν· «ἀλλ' ἐγὼ» εἶπεν «αὐτοῖς ὠσὶν ἀκήκοα τοῦ μεγάλου δομεστίκου πολλὰ σοῦ καὶ τῆς μητρὸς καταφερομένου καὶ πολλὴν εὐήθειαν καταγινώσκοντος Ῥωμαίων, ὅτι δέον πρὸς τῶν κοινῶν τὴν ἐπιμέλειαν τοῖς ὁμοφύλοις χρῆσθαι, καὶ ἀνδράσι καὶ γυναιξὶ πολλοῖς τε καὶ ἀγαθοῖς οὖσιν, οἱ δ' οὐκ οἶδ' ὅ,τι παθόντες, Ἀρτώτῳ χρῶνται καὶ μητρὶ, ἀνθρώποις ἀλλοφύλοις καὶ οὐδὲν ἄμεινον διακειμένοις τῶν πολλῶν, βασιλίδα θεραπεύοντες. ἀλλ' ἕως μὲν ἔτι περιῆν ὁ βασιλεὺς, οὐδὲν ἀντιλέγειν ἦν, πᾶν τὸ περιστάμενον κατ' ἐξουσίαν πράττοντι. νυνὶ δὲ εἰς ἐμὲ τῶν πραγμάτων τῆς ἀρχῆς περιηκούσης, οὐ περιόψομαι ὑπὸ τοιούτων, ὥσπερ κηφήνων, τὰ Ῥωμαίων καταναλισκόμενα κοινὰ, ἀλλ' ἐνθέμενος τριήρει μετὰ τὴν ἐπάνοδον, πρὸς τὴν οἰκείαν ἀποπέμψω. πρὸς τοῖς ἄλλοις δὲ καὶ δειλίαν σοῦ κατηγόρει καὶ ἀνανδρίαν ἐν ταῖς μάχαις. ἐγὼ δὲ πρὸς τὴν τοσαύτην ἀδικίαν ἀχθεσθεὶς, μειζόνων τε ἄξιον ἢ ὧν παρὰ Ῥωμαίοις τυγχάνειν εἰδὼς, καὶ τὴν θυγατέρα προθύμως σοὶ πρὸς γάμον ἐκδιδόναι ἔχω καὶ πάντα πράττειν ὑπὲρ σοῦ οὐ διὰ τὴν προτέραν φιλίαν μόνον, ἀλλὰ καὶ τοῦ κήδους ἕνεκα. καὶ εὐθέως ὅρκους τε τοῖς λεγομένοις προσετίθει καὶ ἐγκόλπιον 2.125 παρεῖχεν εἰς ἀσφαλῆ τῶν λεγομένων πίστιν. ὡς δὲ συνθέμενον τὸν Λατῖνον εἶχε, παρῄνει, τῇ μητρὶ τὰ εἰρημένα ἀπαγγείλαντα, πείθειν αὐτὴν, πάσῃ χρήσασθαι καὶ ἐπινοίᾳ καὶ σπουδῇ, ὥστε ἐκπολεμῶσαι βασιλίδα τῷ μεγάλῳ δομεστίκῳ, καὶ τἄλλα προσετίθει, ἃ τοῖς ἄλλοις εἴρητο αὐτῷ. τὰ δὲ τοιαῦτα εἰς τετάρτην ἡμέραν, ἐξ ἧς ἧκεν εἰς Βυζάντιον, αὐτῷ συνεσκευάζετο. καὶ ἐπεὶ καθ' ἕνα τοὺς εἰρημένους εἶχε