237
μεγαλοπρεπέστερον ημειψεν· ἡ δὲ ην ἱμάτιον καὶ χιτὼν ὁλοπόρφυρα καὶ χρυσόπαστα, στέφανός τε λίθων χρυσοδέτων καὶ σκῆπτρον δίφρος τε ἐλεφάντινα, οις καὶ μετὰ ταῦτα οι τε αλλοι καὶ οἱ τὴν αὐτοκράτορα εχοντες ἡγεμονίαν ἐχρήσαντο. καὶ τεθρίππῳ ἐν τοῖς ἐπινικίοις ἐπόμπευσε, καὶ ῥαβδούχους διὰ βίου δώδεκα εσχε. Πάντως δὲ καὶ αλλα πλείω ἐκαινοτόμησεν αν, εἰ μή τις Αττος Ναούιος τὰς φυλὰς αὐτὸν βουληθέντα μετακοσμῆσαι κεκώλυκεν, ος οἰωνιστὴς ην οιος οὐχ ετερος γέγονε. τοῦτον ὑβρίσαι, διὰ τὴν ἐναντίωσιν ὀργισθείς, καὶ τὴν τέχνην ἐξουθενῆσαι διεμελέτησεν ὁ Ταρκύνιος. λαβὼν ουν ἐν τῷ κόλπῳ ἀκόνην τε καὶ ξυρὸν ἐς τὸν δῆμον παρῆλθεν, εχων ἐν νῷ τμηθῆναι τῷ ξυρῷ τὴν ἀκόνην, πρᾶγμα τῶν ἀδυνάτων· εἰπών τε οσα ἐβούλετο, ἐπεὶ Αττος ἀντέλεγεν ἐντονώτατα, μηδὲν ὑφιέμενος "εἰ μὴ φιλονείκως ἀντιλέγεις" εφη "ἀλλ' ἀληθῆ λέγεις, ἐπὶ πάντων τούτων 2.107 ἀπόκριναί μοι εἰ ο κατὰ νοῦν εχω ποιῆσαι γενήσεται." ὁ δὲ Αττος αὐτοῦ που οἰωνισάμενος παραυτίκα "καὶ πάνυ γε" ειπεν "ω βασιλεῦ, ο διανοῇ εσται ἐπιτελές." "οὐκοῦν" εφη "τὴν ἀκόνην ταύτην λαβὼν τῷ ξυρῷ τούτῳ διάτεμε· τοῦτο γὰρ γενέσθαι διανενόημαι." ὁ δὲ ελαβέ τε αὐτὴν εὐθὺς καὶ διέκοψε. θαυμάσας δὲ ὁ Ταρκύνιος αλλας τε τιμὰς ἐκείνῳ παρέσχε καὶ χαλκῆς εἰκόνος ἠξίωσε, καὶ οὐδὲν ετι τῆς πολιτείας ἠλλοίωσε, πρὸς πάντα τε συμβούλῳ τῷ Αττῳ ἐκέχρητο. Μαχεσάμενος δὲ Λατίνοις ἀποστατήσασιν, επειτα καὶ Σαβίνοις εἰς τὴν ̔Ρωμαΐδα ἐμβαλοῦσι συμμαχουμένοις ὑπὸ Τυρσηνῶν, ἁπάντων ἐκράτησε. τῶν δὲ τῆς ̔Εστίας ἱερειῶν, ας παρθενεύειν διὰ βίου νενόμισται, φωράσας τινὰ συμφθαρεῖσαν ἀνδρί, ὑπόγεών τινα κατασκευάσας ὑποδρομὴν προμήκη, κλίνην τε θεὶς ἐν αὐτῇ καὶ λύχνον καὶ τράπεζαν σιτίων ὑπόπλεων, ἐκεῖ τὴν φθαρεῖσαν προπεμπομένην ἐκόμισε, καὶ ζῶσαν εἰσαγαγὼν ἐγκατῳκοδόμησε. καὶ ουτω τὰς τὴν παρθενίαν μὴ τηρησάσας τῶν ἱερειῶν ἐξ ἐκείνου τιμωρεῖσθαι κεκράτηκεν· οἱ δὲ ταύτας αἰσχύνοντες εἰς ξύλον τὸν αὐχένα δίκρουν ἐμβάλλονται ἐν τῇ ἀγορᾷ, καὶ μετὰ τοῦτο γυμνοὶ αἰκιζόμενοι ἀποψύχουσιν. ̓Επέθεντο μέντοι τῷ Ταρκυνίῳ οἱ τοῦ Μαρκίου παῖδες, ἐπεὶ μὴ τῆς ἀρχῆς αὐτοῖς παρεχώρει, ἀλλά τινα Τούλλιον τεχθέντα οἱ ἐξ αἰχμαλωτίδος προῆγε πάντων· ο δὴ μάλιστα τοὺς εὐπατρίδας ἐλύπει. ων τινας προσεταιρισάμενοι αὐτῷ ἐπεβούλευσαν, δύο τινὰς χωριτικῶς ἐσταλμένους, ἀξίναις καὶ δρεπάνοις ὡπλισμένους, αὐτῷ ἐπιθέσθαι παρασκευάσαντες. οι ἐπεὶ μὴ ἀγοράζοντι τῷ Ταρκυνίῳ ἐνέτυχον, ἐπὶ τὰς 2.108 θύρας τῶν βασιλείων ηκον, ἀλλήλοις δῆθεν διαμαχόμενοι, καί οἱ ἐλθεῖν εἰς οψιν ἐδέοντο. καὶ τυχόντες τούτου εἰς λόγους ἀλλήλοις ἀντικατέστησαν, καὶ δικαιολογουμένῳ τῷ ἑνὶ προσέχοντα τὸν Ταρκύνιον ὁ ετερος κατειργάσατο. ̔Ο μὲν ουν Ταρκύνιος τοιοῦτον εσχε τέλος, τριάκοντα καὶ ὀκτὼ βασιλεύσας ἐνιαυτούς, τὴν δὲ τῆς ̔Ρώμης βασιλείαν ὁ Τούλλιος διεδέξατο, συνεργίᾳ τῆς τοῦ Ταρκυνίου γυναικὸς Τανακυιλίδος. τοῦτον δὲ γυνή τις ̓Οκρισία καλουμένη, Σερουίου Τουλλίου ἀνδρὸς Λατίνου εὐνέτειρα ἐν τῷ πολέμῳ ἁλοῦσα καὶ τῷ Ταρκυνίῳ ἐξαιρεθεῖσα, τέτοκεν, η ἐγκύμων οικοθεν ουσα η συλλαβοῦσα μετὰ τὴν αλωσιν· λέγεται γὰρ ἀμφότερα. ουτος ἐς παῖδας ηδη τελῶν ἐπὶ δίφρου μεθ' ἡμέραν κατέδαρθε, καὶ πῦρ ἀπὸ τῆς αὐτοῦ κεφαλῆς πολὺ ἐδόκει ἐξάλλεσθαι. οπερ ἰδὼν ὁ Ταρκύνιος διὰ σπουδῆς ηγε τὸν παῖδα, καὶ εἰς ἡλικίαν ἀφιγμένον τοῖς εὐπατρίδαις καὶ τῇ γερουσίᾳ συνέταξε. Συλληφθέντων ουν τῶν τοῦ Ταρκυνίου φονέων, μαθοῦσα ἡ ἐκείνου γυνὴ καὶ ὁ Τούλλιος τὴν παρασκευὴν τῆς ἐπιβουλῆς οὐ φανερὸν αὐτίκα τὸν τοῦ Ταρκυνίου θάνατον εθεντο, ἀλλ' ἀνελόμενοι αὐτὸν ὡς ετι ἐμπνέοντα ἐθεράπευον δῆθεν, κἀν τούτῳ πίστεις ἀλλήλοις εδοσαν ωστε τὸν Τούλλιον τὴν ἀρχὴν εἰληφότα τοῖς παισὶν αὐτῆς ἀνδρωθεῖσιν ἐκστῆναι ταύτης. ἐπεὶ δὲ τὸ πλῆθος συνδραμὸν ἐθορύβει, προκύψασα ἐκ τῶν ὑπερῴων ἡ Τανακυιλὶς "μὴ φοβεῖσθε" εφη· "ὁ γὰρ ἀνήρ μου καὶ ζῇ καὶ ὑμῖν μετ' ὀλίγον ὀφθήσεται. ινα δὲ αὐτός τε σχολάζων ὑγια2.109 σθῇ καὶ μή τι τοῖς πράγμασιν ἐκ τῆς