237
κιβώτιον ἐκ φυλλῶν πεπλεγμένον καὶ κοφινῶδες. Θίσβη. κύριον. καὶ ὁ σωρός. Θίσ. ὁ αἰγιαλός. θηλυκόν. παρὰ τὸ θέω, τὸ τρέχω. ἐν γὰρ τῷ αἰγιαλῷ θέουσι καὶ τρέχουσι τὰ κύματα. η παρὰ τὸ θένω, τὸ τύπτω, γίνεται θίς. σημαίνει καὶ τὸν σωρὸν ἀρσενικῶς. παρὰ τὸ θῶ, τὸ τιθῶ, θίς. Θιγγάνειν. ἐγγίζειν, απτεσθαι. Θίγειν. ψαῦσαι. ἐγγίσαι. πολλὰ σιδηρείης χερσὶ θίγοντα μάχης. Ιτ', ἀξιώσατ' ἀνδρὸς ἀθλίου θίγειν. πείθεσθε, μὴ δείσητε. theta.1046 Τὸ Θ μετὰ τοῦ Λ. ( ̓Αρσενικόν.) Θλαδίασ. ὁ εὐνοῦχος. ὑποβάλλει τοίνυν ὁ θλαδίας τὴν γυναικωνῖτιν φάλαγγα κατηγορῆσαι τοῦ ̓Αετίου κατὰ βασιλέως ἐμμελετᾷν. (Θηλυκόν.) Θλίψεισ. φυλακαὶ, ἁλύσεις, ἐξορίαι, καὶ οσα τοιαῦτα. ( ̔Ρῆμα.) Θλᾷ. ἀντὶ τοῦ θλάττει. Θλίβεται. πιέζεται, ὡς ἀπὸ σταφυλῆς. λαμβάνεται δὲ καὶ ἐπὶ ἀθυμούντων. Τὸ Θ μετὰ τοῦ Μ. Θμοῦϊσ. ονομα θηλυκόν. Τὸ Θ μετὰ τοῦ Ν. Θνητόσ. ὁ φθαρτός. Θνῆσισ. ἡ φθορά. παρὰ τὸν θάνατον γέγονε. θανῶ, θανήσω, θανητὸς καὶ θνητὸς καὶ θνῆσις. Θνησείδιον. τὸ θνησιμαῖον. theta.1047 Θνησιμαῖον. τὸ νενεκρωμένον. Θνητόν. οὐ πᾶν τὸ σῶμα, ἀλλὰ τὸ ζῶον πνοὴν εχον χωρισθῆναι δυναμένην. Θνήσκω. ..... Τὸ Θ μετὰ τοῦ Ο. ( ̓Αρσενικόν.) Θόλοσ. οικημα στρογγυλοειδές. ἀπὸ τοῦ θεῖν. ουτως ̓Αλέξανδρος. θολὸς δὲ τὸ τῆς σηπίας μέλαν. Θολερόσ. παρὰ τὸ θολὸς θολερός. Θόλοσ. τόπος, ενθα ἐδείπνουν οἱ πρυτάνεις. διὰ τὸ οἰκοδομεῖσθαι αὐτὸν στρογγύλον. Θορίκιοσ. κύριον. Θόρηξ. ὁ ακρατος οινος. Θόρυβοσ. φόβος μετὰ φωνῆς κατεπείγων, η ταραχή. Θορὸς η θόροσ. ἡ εκκρισις τοῦ σπέρματος. ἀπὸ τοῦ θορῶ, τὸ ὁρμῶ. ὁ μετὰ ὁρμῆς πεμπόμενος. Θοόσ. ὁ ταχύς. παρὰ τὸ θέω, τὸ τρέχω. ἐξ ου καὶ τὸ θηλυκὸν θοή. theta.1048 Θοκρόσ. τεταραγμένος. Θοῦροσ. ὁρμητικός. πολεμικώτατος. οἱονεὶ ὁ θοῶς ὀρούων. η παρὰ τὸ θέρω, τὸ θερμαίνω, γίνεται θόρος καὶ θοῦρος. ἀπὸ μεταφορᾶς τῆς τοῦ πυρὸς ὁρμῆς. καὶ θορεῖν τὸ πηδᾷν. Θοῦλισ. κύριον. ουτος ἐβασίλευσε πάσης Αἰγύπτου καὶ εως τοῦ ὠκεανοῦ, καὶ ἀπὸ τοῦ ἰδίου ὀνόματος μίαν τῶν ἐν αὐτῇ νήσων ἐκάλεσε Θοῦλιν. ἐπαρθεὶς δὲ τοῖς κατορθώμασι παραγέγονε εἰς τὸ μαντεῖον τοῦ Σαράπιδος καὶ θυσιάσας ἐρωτᾷ ταῦτα· Φράσον ἡμῖν, πυρισθένη, τίς πρὸ τῆς ἐμῆς βασιλείας ἐδυνήθη τοιαῦτα, η τίς εσται μετ' ἐμέ. καὶ ἐδόθη αὐτῷ χρησμὸς εχων ουτως· Πρῶτα θεὸς, μετέπειτα λόγος καὶ πνεῦμα σὺν αὐτοῖς. σύμφυτα δὲ ταῦτα καὶ εἰς εν ἰόντα. ου κράτος αἰώνιον. ὠκέσι ποσὶ βάδιζε, θνητὲ, αδηλον διανύων βίον. καὶ ἐξελθὼν ἐκ τοῦ μαντείου ὑπὸ τῶν ἰδίων ἐσφάγη ἐν τῇ τῶν Αφρων χώρᾳ. theta.1049 Θόωκοι. οἱ θρόνοι. Θόασ. κύριον. παρὰ τὸ θέω, τὸ τρέχω· ταχὺς γὰρ ην ὁ Θόας. ἐξ ου καὶ τὸ θεός. καὶ τρέχει ὁ θεός; οὐχὶ, ἀλλὰ πάντη καὶ πανταχοῦ πάρεστι. τὸ ˉθˉο μικρόν. διὰ τί; ἐκ τοῦ θέω, τὸ τρέχω. (Θηλυκόν.) Θοάσ. ταχυτάτας. καὶ Ομηρος· -θοὰς ἐπὶ νῆας ̓Αχαιῶν. Θοίνη. ἡ εὐωχία. παρὰ τὸ θῶ ῥῆμα, ο ἐστι τρίτης συζυγίας τῶν περισπωμένων. ὁ μέλλων θώσω. ῥῆμα ονομα θώνη καὶ τροπῇ τοῦ ˉω εἰς ˉοˉι θοίνη. ὡς ἀγκὼν, ἀγκώνη καὶ ἀγκοίνη. Θόκη. κύριον. παρὰ τῷ ̓Ιωσήπῳ. Θοκόα. ονομα πόλεως. παρὰ ̓Ιωσήπῳ. Θορή. ἡ γονὴ, τὸ σπέρμα. Θοῦρισ. ἡ ἀσπίς. παρὰ τὸ θύειν, θύρις καὶ πλεονασμῷ τοῦ ˉο, θοῦρις. Θούριδοσ. ἐνθουσιαστικοῦ, ἐνθέρμου. θούριδος μέμνησθε ἀλκῆς. theta.1050 Θοΐα. ζεῦγος ἡμιόνων. (Οὐδέτερον.) Θοιμάτιον. τὸ ἱμάτιον. Θολῶδεσ. τεταραγμένον. Θούριον. ὁρμητικόν. καὶ ονομα εθνους. καὶ θοῦρον καὶ θούριος ἐπὶ ἀρσενικοῦ. θοῦρος ἀνὴρ εθετο. ητοι πηδητικὸς, ταχὺς, πολεμικώτατος. -θούριος Αρης εσπασεν ̓Αργείην καὶ Λακεδαιμονίην. Θοάζετε. κατὰ διάλυσιν ἀντὶ τοῦ θάσσετε. η θοῶς προκάθησθε. Σοφοκλῆς· τίνας πόθ' εδρας τὰς δέ μοι θοάζετε. Θορυβούντων. ταραττομένων. θορυβούντων δὲ τῶν Γετῶν. Θορεῖν. πηδᾷν. ὁρμᾷν. καὶ θορόντες. Θοριχθῆναι. μεθυσθῆναι. θωρηχθῆναι δὲ ἀντὶ τοῦ ὁπλισθῆναι, μέγα καὶ ˉη. theta.1051 Τὸ Θ μετὰ τοῦ Ρ. ( ̓Αρσενικόν.) Θρασυκάρδιοσ. αὐθάδης, τολμηρός. Θρασύσ. παρὰ τὸ θέρω, τὸ θερμαίνω, ὁ μέλλων αἰολικῶς θέρσω. καὶ ἐξ αὐτοῦ θερσὺς καὶ κατὰ τροπὴν τοῦ ε εἰς α καὶ κατὰ ὑπερβιβασμὸν θρασύς. οἱ γὰρ θρασεῖς καὶ θερμοί. Θρᾲξ, Θρᾳκόσ. ἐξ ου καὶ τό· Θρήϊκες ἀκρόκομοι- καὶ κατὰ συναίρεσιν Θρᾲξ