237
τραπέζης μου· καθὼς οὖν ἐποίησα, οὕτως ἀνταπέδωκέ μοι ὁ Θεός.» «Ἐπάταξε τὴν Ῥαββὰ, καὶ κατέσκαψεν αὐτὴν ∆αβὶδ, καὶ σκύλα πολλὰ τῆς πόλεως ἐξήνεγκεν σφόδρα, καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἐξήγαγεν, καὶ διέπρισεν ἐν πρίοσι καὶ σκεπάρνοις σιδηροῖς. Οὕτως ἐποίησε ∆αβὶδ ταῖς πόλεσιν υἱῶν Ἀμμών.» Ἔσφαξεν ὁ βασιλεὺς Βαβυλῶνος τοὺς υἱοὺς Σεδεκίου κατ' ὀφθαλμοὺς αὐτοῦ, καὶ πάντας τοὺς ἄρχοντας Ἰούδα ἔσφαξεν, καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου ἐξετύφλωσεν, καὶ ἔδησεν αὐτὸν ἐν πέδαις, καὶ ἤγαγεν αὐτὸν ὁ βασιλεὺς Βαβυλῶνος, καὶ ἔδησεν αὐτὸν εἰς οἶκον μυλῶνος ἕως ἡμέρας ἧς ἀπέθανεν.»
ΤΙΤΛ. Γʹ. -Περὶ ξενιτείας· καὶ ὅτι ἀπαῤῥησίαστος ὁ ξένος.
«Εἶπον οἱ ἄνδρες Σοδόμων πρὸς Λώτ· Εἰσῆλθες παροικεῖν, μὴ καὶ κρίσιν κρίνειν;» Ὥσπερ ὄρνεον, ὅταν καταπετασθῇ ἀπὸ τῆς ἰδίας νοσσιᾶς, οὕτως ὁ ἄνθρωπος δουλοῦται, ὅταν ἀποξενωθῇ ἐκ τῶν ἰδίων τόπων.» «Ἀνὴρ ξενιτεύσας ἔγνω πολλά. Καὶ πάλιν· Ὁ πεπλανημένος πληθύνει πανουργίαν. Πολλὰ ἑώρακα ἐν τῇ ἀποπλανήσει μου, καὶ πλείω τὰ τῶν λόγων μου σύνεσίς μου.»
ΣΤΟΙΧΕΙΟΝ Ο. ΤΙΤΛ. Αʹ. -Περὶ ὅρκου· καὶ ὅτι τοῖς ἐπὶ κακῷ καὶ ἀτόπῳ δεδομένοις ὅρκοις οὐ
χρὴ ἐμμένειν. «Εἶπεν Σαοὺλ πρὸς Ἰωνάθαν· Ἀπάγγειλόν μοι τί ἐποίησας. Καὶ ἀπήγγειλεν
αὐτῷ, καὶ εἶπεν· Γευσάμενος ἐγευσάμην ἐπ' ἄκρου τοῦ σκήπτρου τοῦ ἐν τῇ χειρί μου βραχὺ μέλι, καὶ ἰδοὺ ἀποθνήσκω; Καὶ εἶπεν αὐτῷ Σαούλ· Τάδε ποιήσαι μοι ὁ Θεὸς, καὶ τάδε προσθείη, ὅτι θανάτῳ ἀποθανῇ σήμερον. Καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ· Εἰ σήμερον θανατωθήσεται ὁ ποιήσας τὴν σωτηρίαν τὴν μεγίστην ταύτην ἐν Ἰσραήλ; ὅτι ἔλεος τοῦ Θεοῦ ἐποίησε τῇ ἡμέρᾳ ταύτῃ. Καὶ προσηύξατο ὁ λαὸς περὶ Ἰωνάθαν, καὶ οὐκ ἀπέθανεν.» «Εἶπεν ὁ βασιλεὺς τῷ Ἱερεμίᾳ· Ἐγὼ λόγον ἔχω τῶν Ἰουδαίων τῶν πεφευγότων πρὸς τοὺς Χαλδαίους, μὴ δώσειν με εἰς χεῖρας αὐτῶν, καὶ καταμωκήσονταί μου. Καὶ εἶπεν Ἱερεμίας· Οὐ μὴ παραδώσωσί σε. Ἄκουσον τὸν λόγον Κυρίου, ὃν ἐγὼ λέγω, καὶ βέλτιον ἔσται σοι, καὶ ζήσεται ἡ ψυχή σου.» «Γενεσίων ἀγομένων τοῦ Ἡρώδου, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρωδιάδος, καὶ ἤρεσεν τῷ Ἡρώδῃ· ὅθεν μεθ' ὅρκου ὤμοσε δοῦναι αὐτῇ ὃ ἐὰν αἰτήσηται. Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, ∆ός μοι, φησὶν, ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ, καὶ δέδωκεν αὐτῇ.» Σχόλ. Ἄμεινον ἦν τῷ Ἡρώδῃ τὸν ὑπ' αὐτοῦ δοθέντα ὅρκον παραβῆναι, ἢ τὸν προφήτην καρατομῆσαι.
ΤΙΤΛ. Βʹ. -Περὶ ὀρφανῶν, καὶ πτωχῶν, καὶ χειρῶν.
«Πᾶσαν χήραν καὶ ὀρφανὸν οὐ κακώσετε. Ἐὰν δὲ κακίᾳ κακώσητε αὐτοὺς, καὶ κράξαντες κατα 96.209 βοήσωσι πρός με, ἀκοῇ ἀκούσομαι τῆς βοῆς αὐτῶν· καὶ ὀργισθήσομαι θυμῷ, καὶ ἀποκτενῶ ὑμᾶς ἐν μαχαίρᾳ, καὶ ἔσονται αἱ γυναῖκες ὑμῶν χῆραι, καὶ τὰ τέκνα ὑμῶν ὀρφανά.» «Στόμα χήρας εὐλόγησέ με. Ὀρφανῷ, ᾧ οὐκ ἦν βοηθὸς, ἐβοήθησα.» «Οὐκ ἐνεχυριάσεις ἱμάτιον χήρας.» «Ὁ πατὴρ τῶν ὀρφανῶν, καὶ κριτὴς τῶν χηρῶν.» «Εἰς κτῆμα ὀρφανῶν μὴ εἰσέλθῃς. Ὁ γὰρ λυτρούμενος αὐτοὺς Κύριος, κραταιός ἐστι, καὶ κρινεῖ τὴν κρίσιν αὐτοῦ μετὰ σοῦ.» «Ἀνθ' ὧν ἠδίκουν νηπίους, φονευθήσονται.» «Χήραν καὶ ὀρφανὸν, καὶ προσήλυτον, καὶ πένητα μὴ καταδυναστεύετε.» «Γίνου ὀρφανοῖς ὡς πατὴρ, καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν, καὶ ἔσῃ ὡς υἱὸς Ὑψίστου.» ∆έησιν ἀδικουμένου εἰσακούσεται. Οὐ μὴ παρίδῃ ἱκεσίαν ὀρφανοῦ καὶ χήρας, ἐὰν ἐκχέῃ λαλιάν. Οὐχὶ δάκρυα χήρας ἐπὶ σιαγόνα καταβήσεται,