237
τὴν ἑσπέραν· οὐχ εὑρὼν ἑτέραν ἀκριβεστέραν ἐν τοῖς αἰσθητοῖς ὀξύ τητος εἰκόνα, ἐπὶ πτερύγων ἀνέμων ἔφη τὸν Θεὸν ἐποχεῖσθαι, πανταχοῦ αὐτὸν παρεῖναι διὰ τούτων παραδηλῶν. Εὑρίσκομεν δὲ καὶ τοῖς υἱοῖς Ἰσραὴλ ἐν νεφέλῃ τὸν τῶν ὅλων ἐπιφανέντα Θεόν· καὶ ἐν τῇ σκηνῇ διὰ νεφέλης τὴν οἰκείαν ποιησάμενον ἐπιφά νειαν. Καὶ μέντοι τοῦ Σολομῶντος τὸν οἶκον ἐγκαι νίζοντος, νεφέλη τὸν οἶκον ἐκάλυψε· καὶ ὁ ∆εσπότης Χριστὸς ἐν τῷ ὄρει τοῖς τρισὶν ἀποστόλοις φωτεινὴν περὶ αὐτὸν νεφέλην ὑπέδειξε· καὶ ἀναλαμβανόμενον νεφέλη φωτεινὴ ὑπέλαβεν ἀπὸ τῶν ὀφθαλμῶν αὐ τῶν. δʹ. "Ὁ ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα· καὶ τοὺς λειτουργοὺς αὑτοῦ πῦρ φλέγον." Ἔδειξεν οὐ τῶν ὁρατῶν αὐτὸν μόνον, ἀλλὰ καὶ τῶν ἀοράτων δημιουργόν· τοὺς δὲ αὐτοὺς καὶ πνεύματα, καὶ πῦρ προσηγόρευσε, τὸ δυνατὸν καὶ τὸ ταχὺ δι' ἑκα τέρων διδάσκων. Ὀξεῖα μὲν γὰρ τοῦ πνεύματος ἡ φύσις, ἰσχυρὰ δὲ τοῦ πυρὸς ἡ ἐνέργεια. Ἀγγέλοις δὲ χρώμενος ὑπουργοῖς ὁ τῶν ὅλων Θεὸς, καὶ εὐερ 80.1697 γετεῖ τοὺς ἀξίους, καὶ κολάζει τοὺς ἐναντίους. ∆ιὰ τοῦτο καὶ πυρὸς ἐμνημόνευσε, τὴν κολαστικὴν ση μαίνων ἐνέργειαν. εʹ. "Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὑτῆς." Ὁ δὲ Ἀκύλας, καὶ ὁ Σύμμαχος, ἐπὶ τῆς ἕδρας αὐτῆς. "Οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." Αὐτὴν γὰρ ἐφ' ἑαυτὴν ἑδράσας, δέδωκεν αὐτῇ τὸ ἀκίνητον, καὶ τοῦτον διαμενεῖ τὸν τρόπον, ἐφ' ὅσον ἂν αὐτὸς ἐθελήσει. Οὕτω καὶ ἀλλαχοῦ φησι, Κρεμνῶν γῆν ἐπ' οὐδενός. ʹ. "Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐ τοῦ." Τὸ αὐτοῦ ἀντὶ τοῦ αὐτῆς τέθεικεν. Οὕτω γὰρ καὶ ὁ Ἀκύλας καὶ ὁ Θεοδοτίων ἡρμήνευσαν· Ἄβυσσον ὡσεὶ ἔνδυμα περιέβαλες αὐτήν. Ἄβυσσον δὲ καλεῖ τὴν ὑγρὰν οὐσίαν ἡ θεία Γραφή. Οὕτω καὶ ἐν ἀρχῇ τῆς κτίσεως ὁ μακάριος ἔφη Μωσῆς· "Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου." Ἐπειδὴ τοίνυν παν ταχόθεν ὕδασιν ἡ γῆ περιέχεται, καὶ τὰ μεγάλα μὲν καὶ ἄπλωτα πελάγη ταύτης ἐστὶ τέρμα, μέσην δὲ αὐτὴν διατέμνει ἕτερα ἄττα πλείονα, εἰκότως ἔφη τὴν ἄβυσσον καθάπερ ἱμάτιον ἐπικεῖσθαι τῇ γῇ. "Ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. [ζʹ, ηʹ.] Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται· ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαί νουσι πεδία, εἰς τὸν τόπον ὃν ἐθεμελίωσας αὐτοῖς." ∆ιὰ πάντων διδάσκει τοῦ Θεοῦ τὴν προμήθειαν ἐφ εστῶσαν τῇ κτίσει. Τούτου χάριν γὰρ τὰς τῶν ὀρῶν κορυφὰς ἡ θάλαττα μιμουμένη τοῖς κύμασιν, οὐκ ἐπικλύζει τὴν ἤπειρον· ἀλλὰ καθάπερ ἡμεῖς τὴν βροντὴν κατεπτήχαμεν, οὕτως ἐκείνη τὸν κείμενον δέδιεν ὅρον. Τὸ δὲ, "Ἐπὶ τῶν ὁρέων στήσονται ὕδα τα," ἀντὶ τοῦ, Ὡς ὄρος ἕστηκε· τὸ δὲ, "Ἀναβαί-νουσιν ὄρη," ἀντὶ τοῦ, Ὡς ὄρη. θʹ. "Ὅριον ἔθου, ὃ οὐ παρελεύσεται· οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν." Αἰσχύνεται μὲν τὴν ψάμμον ἡ θάλασσα, καὶ μέχρις ἐκείνης λυτ τῶσα, καθάπερ χαλινῷ τῷ ὅρῳ τῷ θείῳ κωλυομένη, ἀναχαιτίζεται πάλιν, καὶ εἰς τοὐπίσω χωρεῖ. ιʹ. "Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνα μέσον τῶν ὀρέων διελεύσονται ὕδατα." Εἶτα τὴν τούτων ὑποδείκνυσι χρείαν. ιαʹ, ιβʹ. "Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ· προσ δέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν." Καὶ τοῦτο τῆς θείας Προνοίας τεκμήριον μέγιστον, τὸ μὴ μόνον τῶν ἀν θρώπων, ἀλλὰ καὶ τῶν ἀλόγων τὴν χρείαν πλη 80.1700 ροῦν. ∆ιὰ τοῦτο ὄρη τέμνων παρόδους τοῖς ὕδασιν ἐτεκτήνατο· ὥστε μὴ μόνον ἀνθρώπους ἔχειν ἀφ θόνως τὰ νάματα τῶν πηγῶν· ἀλλὰ καὶ τῶν χερ σαίων, καὶ τῶν ἀεροπόρων ζώων τὰ γένη. Τὸ δὲ, "Προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν." ὁ Σύμ μαχος οὕτως ἡρμήνευσεν, Ἀνακτήσεται ὄναγρος δίψαν αὑτοῦ. ιγʹ. "Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὑτοῦ· ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ." Οὐ γὰρ μόνον κάτωθεν ἀναβλύζει, καὶ παρασκευάζει τῶν ὑδάτων τὴν φύσιν· ἀλλ' ἄνωθεν διὰ νεφῶν τὴν ἀρδείαν προσφέρει. Εἶτα τὴν ἐντεῦθεν ὑποδεί κνυσιν ὠφέλειαν. ιδʹ. "Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι· καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς." Φύεται γὰρ ἡ πόα, καὶ διατρέ φει τὰ κτήνη, τὰ εἰς χρείαν ἀνθρώπων