237
ἐξαγόρευσις τῶν ἐν πυρὶ ἀσβέστῳ ἀνυποίστων ἀνιῶν (καὶ παρακαλεῖν ἡμᾶς δεῖ τὴν ἀνοχήν, ὅσον τὸ ἐφ' ἡμῖν, εἰ μὴ ἄν, διὰ τοὺς ὀλλυμένους καὶ ἐκπεπτωκότας τῆς ὑπομονῆς), ὁ ἐπειγόμενος τὸν θάνατον ἰδεῖν τοῦ ἁμαρτωλοῦ οὐ δύναται εἰρήνην ἔχειν πρὸς τὸν θεόν, οὗ χεῖρον οὐδέν· ἀεὶ γὰρ ἐν ταραχῇ κατὰ ψυχήν, ἐπιθυμῶν ὅπερ θεὸς ἀποστυγεῖ καὶ θέλων ὃ οὐ θέλει. ἐντεῦθεν ἀκηδίαι, ἐκλύσεις, βλασφημίαι καὶ τὰ λοιπὰ βλαστήματα τῆς πονηρίας. εἴπωμεν, ἀδελφοί· γενηθήτω τὸ θέλημά σου ἐκ καρδίας, κτηνώδης ἐγενήθην παρὰ σοί, κἀγὼ διὰ παντὸς μετὰ σοῦ. καὶ οὕτως εἰρηνεύουσα ἡ ψυχὴ παρρησίαν ἕξει πρὸς θεόν, ἑκατονταετίζειν ἐν τοῖς ὑπὲρ αὐτοῦ παθήμασι προαιρουμένη· οὔτε γάρ, ἐὰν κατευξώμεθα, τὸ τάχος ἐπιστῇ οὔτ', ἂν ἐπευξώμεθα, βραδυνεῖ, ἀλλὰ τότε ἥξει, ὁπηνίκα ὁ πρὸ καταβολῆς κόσμου διορίσας τὸ συμφέρον δίκαιον κρίμα οἶδεν θεός. Προσεύχεσθε περὶ ἡμῶν τῶν ἁμαρτωλῶν, παρακαλῶ, ἵνα σῳζοίμεθα. ὁ ἀδελφὸς ὑμῶν τε καὶ ἐμοῦ Νικόλαος προσαγορεύει ἅπαντας. ἡ χάρις μεθ' ὑμῶν. ἀμήν. 393 {1Τοῖς διὰ Κύριον πεφυγαδευμένοις πνευματικοῖς ἁγίοις μου πατράσιν Θεόδωρος ἐλάχιστος πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου ἐν Κυρίῳ χαίρειν}1 Καὶ ἀφ' ἑνὸς ὀρθοδόξου τὸ δέξασθαι γραμματεῖον ἐν ταῖς χαλεπαῖς ἡμέραις ταύταις, μὴ ὅτι γε ἐκ πολλῶν ἐπὶ τὸ αὐτὸ συνεληλυθότων, ξένον πως τῷ καιρῷ, ὡς ἐν χειμῶνι πολύφυλλον ῥόδον, καὶ τῇ ἐμῇ ταπεινώσει χαρίεν ὅτι μάλιστα, ὥστε ἀπ' αὐτῆς τῆς προγραφῆς σκιρτῆσαί μου τὸ πνεῦμα καὶ ἀνθομολογήσασθαι Κυρίῳ τὰ εἰκότα· ὃς καὶ ἐν τῷ παρόντι Ἀχααβικῷ διωγμῷ κατέλιπεν ἑαυτῷ τοσούτους μὴ κάμψαντας γόνυ τῇ Βαάλ. οἶμαι γὰρ τῶν τηνικαῦτα ἰσαρίθμους εἶναι τοὺς νῦν ἀκαμπεῖς οὐ μόνον διὰ τῶν εἰς προῦπτον κειμένων ἐξ ὁμολογίας, ἀλλὰ γὰρ καὶ διὰ τῶν ὧδέ τε κἀκεῖσε διασεσωσμένων ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς ἀποστολικῶς εἰπεῖν, καθάπερ καὶ τὴν ὑμῶν ὁμάδα τὸ τρικόρυφον ὄρος ὡς τρισόλβιον κλέος φέρον ὡραΐζεται. Χάρις οὖν τῷ θεῷ, τῷ πλουτοῦντι ὑμᾶς σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ· ἐπαινῶ τὴν ἱερὰν φυγαδείαν ὑμῶν, ὑμνῶ τὴν ὀρεινὴν συνοικίαν ὑμῶν, ὅτι, εἰ καὶ τληπαθής, ὅμως θεοποιός. Μωσῆς ἐν ὄρει τῷ Σιναίῳ θεῷ συνωμίλει, Ἠλίας ἐν ὄρει τῷ Χωρὴβ θεὸν ἰδεῖν ὡς δυνατὸν ἠξίωται· Ἰησοῦς αὐτὸς ὁ θεαρχικώτατος εἰς τὸ ὄρος ἄνεισιν ἀνθρωποπρεπῶς προσεύξασθαι. τί τοῦτο; ἐμοὶ δοκεῖ σύμβολον τῆς κατὰ ψυχὴν ἀναβάσεως τὸ θεώρημα εἶναι· ὡς γὰρ τὸ ὄρος ὑπερανεστώς ἐστι τῆς ὑπουρείου πεδιάδος τε καὶ κοιλότητος, τοσούτῳ δὴ μέτρῳ ὁ νοῦς τοῦ προσευχομένου ἄνεισι πρὸς θεὸν διὰ τοῦ μετεώρου τόπου. ὁρᾶτε, ὦ τριπόθητοι, οἷον καὶ ἡλίκον ὑμῶν τὸ ἐνδιαίτημα; μιμνήσκεσθε καὶ ἡμῶν τῶν ἁμαρτωλῶν καὶ χαμοζώων ἐντεῦθεν, ὡς ἂν συναναφθείημεν ὑμῖν τοῖς ὑψιπετέσιν ἀετοῖς Κυρίου. Ἀλλ' ἐχέτω μὲν ταῦτα ὧδε, εἰ καὶ ὁ πόθος ᾄττει πλέον λέγειν. τί δὲ εἰς τοσοῦτον ἐληλύθατε ταπεινώσεως μέτρον, παρ' ἐμοῦ τοῦ ἀμαθοῦς μαθεῖν ὧν προετείνατε πεύσεων τὰς ἀποκρίσεις; αὐτοὶ χάριτι Χριστοῦ ἀφ' ἑαυτῶν εἰδότες τὸ δέον· εἰ δὲ μή, πρὸς τῶν προεχόντων καὶ ἀξιώματι καὶ λόγῳ. εἰσὶ γὰρ πλεῖστοι, ὡς ὑπέδειξεν ὁ λόγος, ὀφείλοντες ἐκδιδαχθῆναι. ἵν' οὖν μὴ δόξω λυπεῖν ὑμᾶς, ἅμα τε καὶ δεδιὼς τὸ ἀνήκοον, καθίημι ἐμαυτὸν πρὸς τὸ ἐπίταγμα. ἀλλὰ πρῶτον ἐκεῖνο ἔχω λέγειν, ὅτι ἡ αἵρεσις αὕτη, εἰ καὶ τοῖς προλαβοῦσιν ἐφάνη ἄλλως ἢ καί τισι φαίνοιτο νῦν μεσοπόνηρος οὑτωσί πως καὶ οὐ λίαν χαλεπή, ἐμοὶ γοῦν τῷ ἀμύδρωπι οὐδὲν ἄλλο δοκεῖ ἢ ἄρνησις Χριστοῦ εἶναι· εἰ γὰρ ἐν τῇ εἰκόνι τὸ ἀρχέτυπον ἐκφαίνεται, ὥς φησιν ὁ πάνσοφος ∆ιονύσιος, καὶ εἰ ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, ὥς φησιν ὁ Μέγας Βασίλειος, ἐξουδένωται δὲ νῦν ἡ εἰκὼν Χριστοῦ, ἤρνηται, πεπάτηται παρὰ τῶν χριστομάχων, ἄρα ἐν τῇ εἰκόνι αὐτοῦ καὶ διὰ τῆς εἰκόνος ἠρνήθη Χριστός, ἠτιμάσθη, ἀπεδοκιμάσθη ἰουδαϊκῶς· καὶ ἀλλοίως οὐκ ἔστιν ὑπεξαγαγεῖν τὸ θεώρημα. διὰ τοῦτο θρήνων καὶ κοπετῶν ὁ καιρός, διὰ τοῦτο καὶ τοσοῦτοι οἱ ἐνιστάμενοι, οὐ μόνον