1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

237

Σταυράκιον. τούτῳ Στέφανος δομέστικος ἀντεῖπεν ἐλπίδι τῆς ζωῆς Σταυρακίου· Θεόκτιστος δὲ ὁ μάγιστρος συνέτρεχε περὶ τῆς βασιλείας Μιχαήλ. Σταυράκιος δὲ δι' οὔρων αἱμορραγήσας ἀμέτρως κατεξηράνθη μηροὺς καὶ σκέλη φορείῳ ἐλθὼν ἐν Βυζαντίῳ. τούτῳ Νικηφόρος ὁ πατριάρχης σφόδρα προσκείμενος συνεβούλευεν ἐξιλεώσασθαι τὸν θεὸν καὶ τοὺς πλεονεκτηθέντας ὑπὸ τοῦ πατρὸς αὐτοῦ παραμυθήσασθαι· πρὸς ὃν ὁ τῆς πατρικῆς γνώμης γνήσιος κληρονόμος ἔλεγε μὴ δύνασθαι πλείω τριῶν ταλάντων ἀποδοῦναι. ταῦτα δὲ ἦν μικρὸν μόριον τῶν ἐκείνου ἀδικιῶν. πλὴν καὶ περὶ ταῦτα ὤκνει ζῆσαι καραδοκῶν. ἄσπονδον δὲ ἔχων πατρικὴν γνώμην συχνότερον ἀτιμίαις ἔβαλλε Θεόκτιστον μάγιστρον καὶ Στέφανον δομέστικον καὶ Μιχαὴλ κουροπαλάτην, ἀποστρεφόμενος πάντη καὶ Προκοπίαν, τὴν ἰδίαν ἀδελφήν, ὡς ἐπιβουλεύσασαν αὐτῷ ταῖς Θεοφανοῦς τῆς αὐγούστης ὑποβολαῖς. αὐτίκα γὰρ ἡ τάλαινα κατὰ μίμησιν τῆς μακαρίας Εἰρήνης κρατήσειν ἤλπιζε τῆς βασιλείας ἄπαις οὖσα. ὁ δὲ Σταυράκιος ἀνιάτως ὁρῶν ἑαυτὸν διακείμενον τῇ γαμετῇ τὴν βασιλείαν ἐσπούδαζε περιποιήσασθαι, ἢ δημοκρατίαν ἐγεῖραι Χριστιανοῖς ἐπὶ τοῖς προλαβοῦσι κακοῖς. ἐφ' ᾧ πτοηθέντες Νικηφόρος ὁ πατριάρχης καὶ Θεόκτιστος μάγιστρος καὶ Στέφανος δομέστικος ἐκ πολλῆς ἔχθρας εἰς φιλίαν ἀλλήλοις καὶ Μιχαὴλ κουροπαλάτης ἦλθον κατὰ τὰ τέλη τοῦ Σεπτεμβρίου μηνὸς τῆς εʹ ἰνδικτιῶνος. τῇ δὲ ἑσπέρᾳ τῆς αʹ τοῦ Ὀκτωβρίου μηνὸς προσκαλεσάμενος Σταυράκιος Στέφανον 493 δομέστικον ἐπηρώτα, πῶς ἂν δυνηθείη ἀγαγεῖν Μιχαήλ, τὸν γαμβρὸν αὐτοῦ, ἐκ τοῦ οἴκου αὐτοῦ πρὸς τὸ ἐκτυφλῶσαι αὐτόν; τοῦ δὲ φήσαντος ἀδύνατον εἶναι τοῦτο ταύτῃ τῇ ὥρᾳ διὰ τὴν περὶ αὐτὸν δύναμιν καὶ τὸ τοῦ τόπου ἀσφαλὲς τῆς οἰκίας αὐτοῦ, παρεκάλει μὴ γνωσθῆναί τινι τὰ λεχθέντα. ὁ δὲ λόγοις πιθανοῖς πείσας αὐτὸν ἀμεριμνεῖν δι' ὅλης τῆς νυκτὸς τὰ περιλειφθέντα τῶν ταγμάτων στρατεύματα συνήγαγεν ἐν τῷ σκεπαστῷ ἱπποδρόμῳ μετὰ τῶν οἰκείων ἀρχόντων πρὸς τὸ ἀναγορεῦσαι τὸν αὐτὸν Μιχαὴλ εἰς βασιλέα. καὶ ἐλθούσης πάσης τῆς συγκλήτου τοῦ ὄρθρου ἐν τῷ παλατίῳ, τοῦτον ἀνηγόρευσαν βασιλέα, ὡς ἑξῆς δηλωθήσεται. Νικηφόρος δὲ ὁ πατριάρχης ἔγγραφον ἐξ ἰδιοχείρου παρὰ Μιχαὴλ ἠπαίτησε περὶ τῆς ὀρθῆς πίστεως καὶ τοῦ ἀναιμάτους φυλάξαι τὰς χεῖρας ἀπὸ Χριστιανῶν, καὶ περὶ ἱερατικῶν ἀνθρώπων ἢ μοναχῶν καὶ ὅλως τοῦ ἐκκλησιαστικοῦ καταλόγου τοῦ μὴ τύπτεσθαι παρ' αὐτοῦ.

Κόσμου ἔτη τδʹ. Τῆς θείας σαρκώσεως ἔτη ωδʹ. Ῥωμαίων βασιλεὺς Μιχαὴλ

ἔτη βʹ. αʹ. Ἀράβων ἀρχηγὸς Μουάμεδ ἔτη δʹ. δʹ. Ῥώμης ἐπίσκοπος Λέων ἔτη ιʹ. ιʹ. Κωνσταντ. ἐπίσκοπος Νικηφόρος ἔτη θʹ. ζʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ βʹ, ἰνδικτιῶνος εʹ, ἡμέρᾳ εʹ, ὥρᾳ αʹ, Μιχαὴλ ὁ εὐσεβέστατος κουροπαλάτης ἀνηγορεύθη βασιλεὺς Ῥωμαίων ἐν τῷ ἱπποδρόμῳ ὑπὸ πάσης τῆς συγκλήτου καὶ τῶν ταγμάτων. Σταυράκιος δὲ τὴν τούτου ἀναγόρευσιν ἀκούσας, αὐτίκα τὴν κόμην ἀποκειράμενος μοναχικὰ περιεβάλετο ἱμάτια διὰ Συμεὼν μοναχοῦ συγγενοῦς αὐτοῦ, πολλὰ τὸν πατριάρχην ἐπιβοώμενος, ὃς ἐλθὼν ἐν τῷ παλατίῳ πολλὰ Σταυράκιον σὺν τῷ βασιλεῖ Μιχαὴλ καὶ τῇ ἀδελφῇ παρεκάλουν μὴ λυπεῖσθαι ἐν τῷ γεγονότι· οὐ γὰρ κατ' ἐπιβουλήν, ἀλλὰ κατὰ ἀπόγνωσιν τῆς αὐτοῦ ζωῆς. ὁ δὲ τῇ πατρικῇ πονηρίᾳ λυττῶν οὐ προσήκατο εἰπὼν πρὸς αὐτόν· "φίλον αὐτοῦ κρείττονα οὐχ εὑρήσεις." ὥρᾳ δὲ δʹ τῆς ἡμέρας ἐστέφθη Μιχαὴλ ὑπὸ Νικηφόρου πατριάρχου ἐν τῷ ἄμβωνι τῆς μεγάλης ἐκκλησίας, ἐφ' ᾧ κοινὴ ἀγαλλίασις γέγονεν. καὶ ἐδωρήσατο τῷ πατριάρχῃ χρυσίου λίτρας νʹ καὶ τῷ κλήρῳ κεʹ. μεγαλόψυχος γὰρ καὶ ἀφιλάργυρος ὢν πάντας παρεμυθήσατο τοὺς ἐκ τῆς Νικηφόρου πλεονεξίας ἠδικημένους δωρεαῖς τε τὴν σύγκλητον καὶ τὰ στρατεύ494 ματα ἀνεκτήσατο. τῇ δὲ ιβʹ τοῦ αὐτοῦ μηνὸς ἐστέφθη Προκοπία αὐγούστα ἐν τῷ τρικλίνῳ τοῦ Αὐγουστέως καὶ πολλαῖς δωρεαῖς τὴν