238
πεπεισμένους, αὖθις συνίστα τοὺς ὁμοίαν περὶ τοῦ πολέμου γνώμην ἔχοντας ἑκάστῳ ἀπαγγέλλων. παρῄνει τε κοινῇ βουλευσαμένους, ὅθεν ἂν δοκοίη βέλτιον τὸν πόλεμον κινεῖν. κʹ. Καὶ ἐπεὶ πρὸς πατριάρχην ἧκον, ἐδόκει δεῖν, μὴ ἀθρόους ἀπαγγέλλειν βασιλίδι ἃ ἐσκέψαντο, ἀλλὰ κατ' ὀλίγους προσιόντας, ἵνα μήθ' ὑποψίαν παρέχοιέν τινα, ἀλλὰ καὶ μᾶλλον καταπλήττοιεν, συνεχῶς τε περὶ τῶν αὐτῶν διαλεγόμενοι, καὶ μᾶλλον πείθοιεν, ἀληθῆ νομίζειν τὰ ὑπὸ πολλῶν ὡσαύτως εἰρημένα. ἐδέδοκτο δὴ Ἀσάνην πρῶτον τὸν μέγαν δοῦκα καὶ Κωνσταντῖνον τὸν ἀδελφὸν προσάγειν τὴν πεῖραν βασιλίδι. προσελθόντες τοιγαροῦν καὶ πολλὰ περὶ τῆς εἰς αὐτὴν εὐνοίας καὶ βασιλέα προδιαλεχθέντες τὸν υἱὸν, ἔπειτα ἔφασαν, τὸν μέγαν δομέστικον εἰδέναι τὴν βασιλείαν ἑαυτῷ περιποιούμενον καὶ ὅσον οὐδέπω τὴν ἐπίνοιαν εἰς ἔργον ἄγειν βεβουλημένον. ὅπερ αὐτοῖς τε ἄγαν ἔδοξε τῶν δεινοτάτων καὶ δεῖν μὴ συγκαλύπτειν, ἀλλὰ δήλην τὴν ἐπιβουλὴν ποιεῖν, 2.126 ἵν' αἰσθομένη, τὰ δέοντα περί τε ἑαυτῆς βουλεύσηται καὶ τέκνων. οὐ γὰρ περὶ μικρῶν τινων εἶναι τὸν κίνδυνον αὐτοῖς, ἀλλ' εἴτε ζῇν καλῶς, τῆς ἐκ πατρῴου κλήρου προσηκούσης ἐχομένους βασιλείας, ἢ ἀποθνήσκειν ἀκλεῶς, ἐπιβουλευθέντας ὑπ' ἐκείνου, δύναμιν τοσαύτην ἐκ τοῦ τῶν πραγμάτων ἄρχειν κεκτημένου. βασιλὶς δὲ ὑποπτεύουσα ὅπερ ἦν, οὐ μόνον οὐκ ἐπῄνεσε τὰ εἰρημένα, ἀλλ' ἐῴκει καὶ ἀχθομένῃ διὰ ταῦτα. παρῄνει τε αὐτοῖς ἀπέχεσθαι τῶν συκοφαντιῶν, ὡς οὐδενὸς, ὅσ' ἄν τις εἴποι, διάστασιν αὐτῇ δυναμένου πρὸς τὸν μέγαν δομέστικον ἐμποιῆσαι, σαφῶς πεπεισμένῃ τἀληθῆ καὶ προσήκοντα περὶ αὐτοῦ. ἐπεὶ δὲ ἄπρακτοι ἐκεῖνοι ἐπανῆκον, Ἀρτῶτος προσεπέμπετο ἅμα τῇ μητρί. τὰ ἴσα δὲ κἀκεῖνοι ἀπαγγείλαντες, ἀπεπέμφθησαν πρὸς ὀργὴν, οὐδὲ ὅλους ἀκοῦσαι τῆς βασιλίδος τοὺς λόγους ἀνασχομένης. εἰς τὴν ὑστεραίαν δὲ ὁ Χοῦμνος ἅμα υἱεῖ τε καὶ κηδεστῇ Μανουὴλ Καντακουζηνῷ τῷ στρατηγοπούλῳ καὶ Γαβαλᾶς ὁμοίως βασιλίδι προσελθόντες, ὡς δή τι νεώτερον πεπυσμένοι, ἀπήγγελλον μετὰ σπουδῆς, συνεβούλευόν τε μὴ ῥᾳθυμεῖν, ἀλλὰ διανίστασθαι πρὸς ἄμυναν, ὡς καὶ αὐτῶν καὶ χρήμασι καὶ ὅπλοις συνεφαψομένων τοῦ πολέμου. οὐ γὰρ φέρειν τῇ εἰς βασιλέα εὐνοίᾳ καὶ πίστει συντεθραμμένους τὴν ὑπερβολὴν ὁρᾷν τῶν τολμωμένων, ἀλλ' ἑτοιμότερον ἔχειν καὶ τὰς ψυχὰς προΐεσθαι αὐτὰς, ἢ τοιαῦτα γινόμενα περιιδεῖν. βασιλὶς δὲ καὶ αὐτοῖς ὁμολογήσασα τῆς προθυμίας χάριν καὶ πε 2.127 πεῖσθαι καὶ αὐτὴ σαφῶς εἰποῦσα, ὡς, εἴ τι συμβαίη τοιοῦτον, προθύμως παντί τῳ πολεμήσουσιν ὑπὲρ αὐτῆς, ἔπειτα παρῄνει τῶν κατὰ μεγάλου δομεστίκου λόγων ἀποσχέσθαι, ὡς οὐδὲν ὄντων ἢ πλάσμα καὶ συκοφαντίαν, εἰδέναι γὰρ ἀκριβῶς τὴν ἐκείνου πρὸς αὐτὴν εὔνοιαν καὶ βασιλέα τὸν υἱὸν, μὴ καὶ μετὰ τὴν ἐπάνοδον τὰ παρ' ὑμῶν αὐτοῦ κατηγορημένα ἐκμαθὼν, δικαίως ἄχθοιτο ὑμῖν τοιαῦτα εἰρηκόσι.» βασιλὶς μὲν οὖν οὕτω πρὸς μηδὲν τῶν εἰρημένων τῶν ἐξαρχῆς ἐξέστη λογισμῶν, ἀλλὰ πλάσματα ἡγεῖτο πάντα ὑπὸ τῆς ἑκάστου διανοίας ἀναπεπλασμένα. ὡς δὲ καὶ οὗτοι πρὸς τοὺς ἄλλους συνελθόντες, ὅσα ἡ βασιλὶς ἀπήγγελλον ἀποκριθείη, δέος ἔσχε πάντας οὐκ ὀλίγον καὶ ἐν ἐσχάτοις ᾤοντο ἤδη περιέχεσθαι κακοῖς, εἰ μή τι βουλεύσαιντο ἀνυσιμώτερον τῶν εἰρημένων. συνεβούλευέ τε ὁ παρακοιμώμενος αὐτοῖς μηκέτι μέλλειν. τὰ μὲν γὰρ περὶ μεγάλου δομεστίκου εἰρημένα σιωπῇ καλύπτεσθαι οὐ δυνατὸν, πολλῶν τῶν συνειδότων ὄντων. καταδήλων δὲ ἐκείνῳ γενομένων, συνορᾷν ἔξεστιν ἑκάστῳ τοῦ κινδύνου τὴν ὑπερβολήν. διὸ οὐδὲ παρῄνει ῥᾳθυμεῖν ἀπογνόντας πρὸς τὴν πρᾶξιν, ἀλλὰ τῶν ἄλλων ἀποσχομένους πάντων, ἑνὸς τούτου γίνεσθαι μόνου, ὅπως περιγένοιντο τοῦ πολεμιωτάτου, ἢ τά γε δεύτερα, μὴ τὰ ἀνήκεστα παρ' ἐκείνου πάθοιεν αὐτοί. ἐδόκει δὴ καὶ πατριάρχην καὶ τὸν Ἀσάνην Ἀνδρόνικον, ὄντα τοῦ μεγάλου δομεστίκου πενθερὸν, ὥσπερ ἄγκυράν τινα καθεῖναι ἱερὰν, καὶ 2.128 δι' αὐτῶν τῆς βασιλίδος τοὺς λογισμοὺς πειρᾶσθαι κατασείειν, τῶν ἄλλων πάντων ἀξιολογωτέρων ὄντων πρὸς τὸ πείθεσθαι αὐτοῖς, ἅτε δὴ πατριάρχου