238
αὐτοῦ ἀσθενείας ειη ἐμπόδιον, Τουλλίῳ κατά γε τὸ παρὸν τὴν τῶν κοινῶν ἐπιτρέπει διοίκησιν." ειπεν ἐκείνη ταῦτα· οἱ δὲ τὸν Τούλλιον οὐκ ἀκουσίως ἐδέξαντο· ἀγαθὸς γὰρ ἀνὴρ ἐδόκει. ̓Εγχειρισθεὶς ουν ἐκεῖνος τὴν τῶν κοινῶν οἰκονομίαν, τὰ πλείω κατ' ἐντολὰς δῆθεν διῴκει τοῦ Ταρκυνίου. ὡς δ' ἐν πᾶσιν ἑώρα πειθαρχοῦντας αὐτῷ, τοὺς αὐτόχειρας τοῦ Ταρκυνίου πρὸς τὴν γερουσίαν παρήγαγε, διὰ τὴν ἐπιβουλὴν τάχα· ετι γὰρ ζῆν ἐκεῖνον προσεποιεῖτο. καὶ οἱ μὲν καταψηφισθέντες ἀπέθανον, οἱ δὲ τοῦ Μαρκίου υἱοὶ φοβηθέντες εἰς Οὐολούσκους κατέφυγον. κἀκεῖνος τότε τόν τε θάνατον τοῦ Ταρκυνίου ἐξέφηνε καὶ φανερῶς τῆς βασιλείας ἐπείληπτο. καὶ πρῶτον μὲν τοὺς τοῦ Ταρκυνίου παῖδας προυβάλλετο ὡς αὐτὸς τὴν ἡγεμονίαν ἐπιτροπεύων, ειτα πρὸς θεραπείαν τοῦ δήμου ἐτράπετο, ὡς ῥᾷστα μᾶλλον τὸν ομιλον η τοὺς εὐπατρίδας ὑποποιησόμενος, χρήματά τε αὐτοῖς ἐδίδου καὶ γῆν ἑκάστῳ προσένειμε καὶ τοὺς δούλους ἐλευθεροῦσθαι καὶ φυλετεύεσθαι παρεσκεύασεν. ἀχθομένων δ' ἐπὶ τούτοις τῶν δυνατῶν, εταξέ τινα τοὺς ἐλευθερωθέντας τοῖς ἐλευθερώσασι σφᾶς ἀνθυπουργεῖν. ὡς δὲ χαλεπῶς ειχον οἱ εὐπατρίδαι αὐτῷ, καὶ διεθρόουν αλλα τε καὶ οτι μηδενὸς αὐτὸν ἑλομένου τὴν ἀρχὴν εχει, συναγαγὼν τὸν δῆμον ἐδημηγόρησε· καὶ πολλὰ ἐπαγωγὰ διαλεχθεὶς αὐτῷ ουτω διέθετο ὡς αὐτίκα πᾶσαν αὐτῷ τὴν βασιλείαν ἐπιψηφίσασθαι. ὁ δὲ αὐτοὺς ἀμειβόμενος αλλα τε ἐφιλοτιμήσατο καὶ ἐς τὸ συνέδριόν τινας αὐτῶν ἐνέγραψεν· οι πάλαι μὲν ἐν πλείστοις ηττον εφερον τῶν εὐπατριδῶν, τοῦ χρόνου δὲ προϊόντος, πλὴν τῆς με2.110 σοβασιλείας καὶ τῶν ἱερωσυνῶν, τῶν ισων μετεῖχον τοῖς εὐπατρίδαις, καὶ διέφερον ανευ τῶν ὑποδημάτων οὐδέν. τοῖς γὰρ εὐπατρίδαις τὰ ὑποδήματα ἀστικὰ τῇ τε ἐπαλλαγῇ τῶν ἱμάντων καὶ τῷ τύπῳ τοῦ γράμματος ἐκεκόσμηντο, ιν' ἐκ τούτων δοκοῖεν ἀπὸ τῶν ἑκατὸν ἀνδρῶν τῶν κατ' ἀρχὰς βουλευσάντων κατιέναι. τὸ γράμμα δὲ ῥῶ φασιν ειναι, η τοῦ ἀριθμοῦ τῶν ἑκατὸν ἐκείνων ἀνδρῶν δηλωτικὸν ον η ὡς τοῦ τῶν ̔Ρωμαίων κατάρχον ὀνόματος. Τὸν μὲν ουν ομιλον ουτως ὁ Τούλλιος ᾠκειώσατο, δείσας δὲ μή τις στάσις συμβῇ, τὰ πλεῖστα καὶ ἰσχυρότατα τῶν κοινῶν τοῖς δυνατωτέροις ἐπέτρεψε· καὶ ουτω σφίσιν αὐτοῖς συνεφρόνησαν καὶ τὸ δημόσιον διήγαγον αριστα. καὶ πολέμους δέ τινας πρός τε τοὺς Οὐιέντας καὶ πρὸς απαντας τοὺς Τυρσηνοὺς ἐπολέμησεν, ἐν οις οὐδὲν ἐπράχθη συγγράμματος αξιον. τοὺς Λατίνους δ' ἐπὶ μᾶλλον ̔Ρωμαίοις βουληθεὶς οἰκειώσασθαι, νεών τινα ἐκ χρημάτων κοινῶν ἐν τῇ ̔Ρώμῃ κατασκευάσαι πέπεικε. καὶ τοῦτον ἀνέθεσαν τῇ ̓Αρτέμιδι. περὶ δὲ τῆς νεωκορίας αὐτοῦ διεφέροντο. κἀν τούτῳ Σαβῖνος ἀνὴρ βοῦν ηγε περικαλλῆ πρὸς τὴν ̔Ρώμην, ὡς εκ τινος χρησμοῦ θύσων αὐτὴν τῇ ̓Αρτέμιδι. ὁ δὲ χρησμὸς τὸν ἐκείνην θύσαντα ελεγε τὴν πατρίδα ἐπαυξήσειν. τοῦτο δέ τις τῶν ̔Ρωμαίων μαθὼν προσῆλθεν αὐτῷ καὶ πρότερον ειπε δεῖν ἐν τῷ ποταμῷ ἁγνισθῆναι, καὶ εἰπὼν επεισε, καὶ πείσας ελαβε τὴν βοῦν ὡς φυλάξων, καὶ λαβὼν εθυσεν. ἐκφήναντος δὲ τοῦ Σαβίνου τὸ λόγιον οἱ Λατῖνοι καὶ τῆς τοῦ ἱεροῦ προστασίας τοῖς ̔Ρωμαίοις ἐξέστησαν καὶ ἐς ταλλα ὡς κρείττονας σφῶν ἐτίμων αὐτούς. Καὶ ταῦτα μὲν ουτως· ὁ Τούλλιος δὲ τοῖς Ταρ2.111 κυνίοις τὰς θυγατέρας συνῴκισε, καὶ τὴν βασιλείαν αὐτοῖς ἀποδώσειν ἐπαγγειλάμενος αλλοτε αλλο τι προφασιζόμενος ἀνεβάλλετο. οἱ δὲ οὐδὲν ὑγιὲς ἐφρόνουν, ἀλλὰ ηχθοντο. ὁ δ' ἐν οὐδενὶ λόγῳ τούτους πεποίητο, καὶ τοὺς ̔Ρωμαίους πρὸς τὸ δημοκρατικὸν ἐνῆγε καὶ τὸ ἐλεύθερον. ετι δὲ μᾶλλον ἐπὶ τούτοις ησχαλλον οἱ Ταρκύνιοι. ἀλλ' ὁ μὲν νεώτερος, καν ἐχαλέπαινεν, εφερεν, τῷ δὲ τῷ χρόνῳ προήκοντι οὐκέτι τοῦ Τουλλίου ἐδόκει ἀνέχεσθαι. ἐπεὶ δὲ μὴ συνευδοκοῦσαν ευρισκε τὴν γυναῖκα καὶ τὸν ὁμαίμονα, αὐτὸς μὲν τὴν γυναῖκα, τὸν δ' ἀδελφὸν διὰ τῆς γυναικὸς ἐκείνου φαρμάκοις διέφθειρε, καὶ συναφθεὶς τῇ συνεύνῳ τοῦ ἀδελφοῦ τῷ Τουλλίῳ σὺν αὐτῇ ἐπεβούλευε. καὶ πολλοὺς τῶν τε βουλευτῶν καὶ τῶν εὐπατριδῶν αἰτίας εχοντας κατὰ τοῦ Τουλλίου πείσας συνάρασθαί οἱ, ἐξαπιναίως μετ' αὐτῶν εἰς τὸ συνέδριον παραγέγονεν, ἑπομένης