15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
Ἑλλήνων μὲν οἱ φιλοσοφώτατοι περὶ τὴν παρ' ἐκείνων θρυλλουμένην μοναρχίαν πολλὰ δὴ καὶ πολλάκις πραγματευσάμενοι οὐ μόνον πρὸς ἀλλήλους ἠναντιώθησαν, ἀλλὰ καὶ σφίσιν αὐτοῖς οἱ καθ' ἕνα ἀσυμφώνους λόγους ἀποδεδώκασιν. ὁ δέ γε θεῖος οὗτος πατὴρ καὶ θεολόγος τῷ ὄντι τὴν τριαδικὴν πολλάκις θεότητα ἀνυμνῶν καὶ θεωρῶν ἥτις ἐστί, κατά γε δύναμιν ὅμοιος ἑαυτῷ ἐν πᾶσι τοῖς λόγοις ἐστίν, ἁπανταχοῦ τὰς μὲν ὑποστάσεις διαιρῶν, συνάπτων δὲ τὴν οὐσίαν. διαιρεῖ δὲ σαφέστατα ταῖς περὶ ἕκαστον πρόσωπον ἰδιότησιν. ἵνα γὰρ μὴ διὰ τὴν οὐσίαν μίαν οὖσαν τὰς ὑποστάσεις συγχέωμεν, ὅπερ δὴ πέπονθεν ἢ πεποίηκεν ὁ Λίβυς Σα βέλλιος, τῷ ἀγεννήτῳ καὶ τῷ γεννητῷ καὶ τῷ ἐκπορευτῷ ἀπ' ἀλλήλων τὰ πρόσωπα διιστᾷ, τὸ μὲν τῷ πατρὶ διδούς, τὸ δὲ τῷ υἱῷ, τὸ δὲ τῷ πνεύ ματι. ἵνα δὲ μὴ ταῖς τῶν προσώπων ἰδιότησι καὶ τὴν θεότητα κατατέμνω μεν, ἧς δὴ δόξης Ἄρειος ἔχεται, ταὐτότητα τούτοις οὐσίας καὶ ἀρχῆς ἀποδίδωσιν. Ἵνα δὲ ἐν κεφαλαίοις τὴν πίστιν ἡμῶν εἰδείητε, ἴστε ὡς μοναρχία μὲν τὸ σεβόμενον παρ' ἡμῖν, οὐχ ὑποστάσει συναιρουμένη μιᾷ, ἀλλὰ προσώποις διαιρουμένη τρισί. καὶ τὸ μὲν ἓν θεότης λέγεται καὶ οὐσία καὶ φύσις καὶ ἀρχὴ καὶ μορφή, τὰ δὲ τρία πρόσωπα καὶ ὑποστάσεις καὶ χαρακτῆρες καὶ ἄτομα· αἱ γὰρ ἰδιότητες παρὰ τὰς ὑποστάσεις, ἀλλ' οὐχ ὑποστάσεις εἰσίν. ἡ δὲ τριαδικὴ αὕτη ἀρχὴ ὡς ἓν μὲν θεωρουμένη ἄναρχος καὶ ἀίδιος καὶ τὸ ξύμπαν αἰώνιος, ὡς δὲ κατὰ πρόσωπα διαιρουμένη, τὸ μὲν αὐτῆς ἄναρχον, τὸ δὲ καὶ ἄναρχον καὶ οὐκ ἄναρχον. εἰ μὲν γὰρ πρὸς τὸ πρῶτον αἴτιον ἀνάγοις, οὐκ ἄναρχον (ἐκεῖθεν γάρ, ἀλλ' οὐ μετ' ἐκεῖνον)· εἰ δὲ πρὸς τὰ τῇδε συγκρίνεις, χρόνους φημὶ καὶ αἰῶνας καὶ πᾶσαν τὴν νοερὰν ἰδιότητα, ἄναρχα καὶ ἀγέννητα. τῶν τριῶν τοίνυν ὑποστάσεων τούτων ἡ μὲν τὸ ὅλον ἄναρχον καλεῖται πατήρ, τῶν δὲ λοιπῶν δύο ἡ μὲν υἱός, ἡ δὲ πνεῦμα, ἄμφω ἀπὸ τοῦ πατρὸς ὑφεστηκότα, ἀλλ' οὐ κατὰ τὸν ὅμοιον τρόπον· ὁ μὲν γὰρ υἱὸς ἐγεννήθη, τὸ δὲ πνεῦμα ἐξεπορεύθη, μᾶλλον δὲ ὁ μὲν γεννᾶται, τὸ δὲ ἐκπορεύεται. οὐ γὰρ ὥσπερ ἀπὸ τοῦ πατρὸς ὁ υἱὸς προεληλύθει γεννητῶς, οὕτω δὴ τὸ πνεῦμα ἀπὸ τοῦ υἱοῦ ἐκπορεύεται, ἵνα τὸ μὲν πρῶτον θῶμεν, τὸ δὲ δεύτερον, τὸ δὲ τρίτον. ἄπαγε ταύτης τῆς βλασφημίας καὶ πολυθεΐας Ἑλληνικῆς, παρ' οἷς ὁ Οὐρανὸς καὶ Κρόνος καὶ Ζεὺς πατέρες καὶ υἱοὶ καὶ υἱωνοί· εἷς γὰρ παρ' ἡμῖν ἀμφοῖν τοῖν προσώποιν σύνδεσμος ὁ πατήρ, πρὸς ὃν ἀνάγεται ἢ ἔχεται τὰ ἐξ αὐτοῦ. Τοιαύτη μέν, ὡς ἐν ἐπιτομῇ ἐρεῖν, ἡ ἡμετέρα θεολογία, ἣν δὴ διεξ οδεύων πλατύτερον ὁ μέγας οὗτος πατὴρ καὶ διδάσκαλος «πατήρ» φησίν «ὁ πατήρ» καὶ τὰ ἑξῆς. καὶ πρῶτόν γε τοῦτο ἀπορητέον, τίς ἡ τῶν ὀνο μάτων ἐπαναδίπλωσις· οὐ γὰρ ἀκαίρως οἶμαι πολυλογεῖν τὸν σοφὸν τοῦτον ἄνδρα τὸν πᾶν τὸ ἐν τούτοις τοῖς λόγοις ἀτιμάζοντα περιττὸν καὶ περίερ γον. «πατήρ» γάρ φησιν «ὁ πατήρ» καὶ «υἱὸς ὁ υἱός» καὶ «πνεῦμα ἅγιον ἀληθῶς τὸ πνεῦμα τὸ ἅγιον». ἆρα γὰρ οὐχ οὕτως ἦν εἰπεῖν, ὡς ὁ μὲν πατὴρ τόδε, ὁ δὲ υἱὸς οὕτως, καὶ τὸ πνεῦμα ἐκείνως; πρὸς δὲ τούτοις καὶ τοῦτο θεωρητέον, πῶς ἐν τῇ παλιλλογίᾳ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ οὐδέν τι προσ τέθεικε («πατήρ» γάρ φησιν «ὁ πατήρ» καὶ «υἱὸς ὁ υἱός», ταὐτὰ λέγων ἐν ἀμφοτέροις), τὸ δὲ πνεῦμα παλιλλογῶν οὐχ οὕτως εἴρηκεν, ὅτι πνεῦμα τὸ πνεῦμα, ἀλλὰ προστέθεικε τὸ «ἅγιον» καὶ τὸ «ἀληθῶς». οὐ γὰρ μάτην τοῦτο πεποίηκεν, οὐδ' ὥσπερ οἱ ποιηταὶ ἀκαίρως τοῖς ὀνόμασι χρῆται, ἵνα συνάψῃ τὸ κεχηνὸς τοῦ ῥυθμοῦ, οὐδ' ὥσπερ οἱ ῥήτορες, ἵνα περιβολὴν διὰ τῆς ταὐτότητος τῶν ὀνομάτων ποιήσηται. Ἔπειτα καὶ περὶ