238
γεγενημένα· τρέφονται δὲ καὶ οἱ καρποὶ διὰ τῶν ὑετῶν, καὶ ὥριμοι γίνονται, καὶ τοῖς ἀνθρώποις προσφέρονται. Τοῦτο καὶ ἐν ἑτέρῳ ἔφη ψαλμῷ· "Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε." Ἀλλ' ὅμως διὰ τὴν τῶν ἀν θρώπων χρείαν καὶ τὰ κτήνη ταύτης ἀπολαύει τῆς προμηθείας. ιεʹ. "Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου, τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ· καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει." Σαφέστερον δὲ ὁ Σύμμαχος εἴρηκεν· Ἐκβλαστῶν χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων· εἰς τὸ ἐκφῦσαι τροφὴν ἀπὸ γῆς, καὶ οἶνον εὐφραίνειν καρδίαν ἀνθρώπου· στίλβειν πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτον καρδίαν ἀνθρώπου στηρίζειν. Ἐπὶ τοῦτο γὰρ, φησὶν, ὁ τῶν ὅλων Θεὸς τῇ γῇ τοὺς ὑετοὺς δι ηνεκῶς χορηγεῖ, ὥστε τοὺς παντοδαποὺς βλαστῆσαι καρποὺς, καὶ ἄρτῳ μὲν στηρίξαι καὶ διαθρέψαι τῶν ἀνθρώπων τὴν φύσιν· οἴνῳ δὲ εὐφρᾶναι καὶ θυμηρεστέραν ἐργάσασθαι τὴν ζωήν· ἐλαίῳ δὲ οὐ μόνον ἔνδοθεν διαθρέψαι, ἀλλὰ καὶ ἔξωθεν λαμπρῦναι τὰ σώματα. ιʹ. "Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου." Ὁ δὲ Ἑβραῖος, καὶ οἱ λοιποὶ, τοῦ Κυρίου τεθείκασι. ∆ιεξελθὼν τὰ κάρπιμα, ἀναγκαίως μνημονεύει καὶ τῶν ἀκάρπων, ὡς ἀναγκαίαν τοῖς ἀνθρώποις καὶ αὐτῶν παρεχόντων χρείαν. ∆ιὰ τοῦτο καὶ Κυρίου αὐτὰ προσηγόρευσεν· ὡς αὐτοφυᾶ, καὶ οὐ χειρό κμητα, ἀλλὰ τῷ θείῳ λόγῳ βλαστήσαντα. ∆ιὸ καὶ ἐπήγαγεν· "Αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας." Οὔτε γὰρ ἀλσοκόμοι τινὲς τούτων γεγένηντο φυ τουργοί· ἀλλ' ὁ θεῖος Λόγος ἀμφιλαφεῖς τὰς τῶν ὀρῶν κορυφὰς εἰργάσατο. Τοῦ μέντοι Λιβάνου ὡς ἐπισήμου μνημονεύσας, καὶ τῶν ἐν αὐτῷ κέδρων, καὶ τἄλλα ὄρη καὶ δένδρα διὰ τούτων ἐδήλωσεν. 80.1701 ιζʹ. "Ἐκεῖ στρουθία ἐννοσσεύσουσι· τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν." Ὁ δὲ Ἀκύλας οὕτως· Ἐκεῖ ὄρνεα νοσσεύσουσιν· ἐρωδιῷ ἐλάται οἶ κος αὐτῷ. Ὁ δὲ Σύμμαχος, Ὅπου στρουθία ἐννοσσεύσει, τῷ ἴκτινι βόρατον οἴκησις. Τὰ γὰρ αὐτὰ δένδρα ἄλλην μὲν ἀνθρώποις χρείαν, ἄλλην δὲ τοῖς ὀρνέοις παρέχει· ἀνθρώποις μὲν γὰρ εἰς κατασκευὴν οἰκιῶν ἐπιτήδεια· τῶν δὲ ὀρνέων αὐτὰ δέχεται τὰς οἰκήσεις. ιηʹ. "Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις· πέτρα κατα φυγὴ τοῖς λαγωοῖς." Οὐ παρορᾷ σου, φησὶν, οὐδὲ τὰ σμικρὰ τῶν ζώων ἡ πρόνοια, ἀλλὰ ταῖς μὲν ἐλάφοις ἔδωκας ἐνδιαίτημα τὰς τῶν ὀρῶν κορυφάς· τοῖς δὲ σμικροτέροις τῶν ζώων, τὰς τῶν πετρῶν καταδύσεις ιθʹ. "Ἐποίησε σελήνην εἰς καιρούς." Τὰ κατὰ γῆν ἅπαντα διεξελθὼν, καὶ τῶν ἀοράτων φύσεων τὴν δημιουργίαν δείξας, καὶ τῶν οὐρανῶν ὑποδείξας τὴν ποίησιν, καὶ τῶν φωστήρων ποιεῖται τὴν μνήμην, οἳ κατὰ τὴν τετάρτην ἡμέραν ἐγένοντο. Καὶ λέγει τὴν τῆς σελήνης δημιουργίαν διὰ τὴν τῶν καιρῶν γεγενῆσθαι διδασκαλίαν· αἱ γὰρ αὐτῆς ἀλλοιώ σεις μετρεῖσθαι τὸν χρόνον παρασκευάζουσι. Τοῦ γὰρ μηνὸς τὸ μέτρον αὐτὴ ποιεῖ, ἐν τοσαύταις ἡμέ ραις αὔξουσά τε καὶ φθίνουσα. "Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὑτοῦ." Οὐκ ἔμψυχος ὢν, οὐδὲ λόγῳ χρώ μενος· ἀλλὰ κατὰ τὸν θεῖον ὅρον ὁδεύων, οὕτως ποιεῖ τὴν ἡμέραν φαινόμενος, καὶ τὴν νύκτα κρυ πτόμενος· καὶ τὸν αὐτὸν δρόμον ἔχει ἀεὶ, καὶ τὰ μέτρα φυλάττει. κʹ. "Ἔθου σκότος, καὶ ἐγένετο νύξ." Ἀναγκαία καὶ ταύτης ἡ χρεία· τῇ μὲν τοῦ φωτὸς ὑποχωρήσει συνισταμένη· ἀνάπαυσιν δὲ τοῖς ἀνθρώποις παρ εχομένη. "Ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. [καʹ.] Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς." Ἡ γὰρ νὺξ τοῖς μὲν ἀνθρώποις ἀνάπαυλαν πραγματεύεται, ἄδειαν δὲ τοῖς θηρίοις παρέχει, ὥστε πεινώσας ἐμπλῆσαι γαστέρας. Τὸ δὲ, "Ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς," ἀντὶ τοῦ, Καὶ τούτοις ἡ θεία Πρόνοια παρέχει τὴν χρείαν. Τὸ μὲν γὰρ παρὰ τοῦ Θεοῦ αἰτεῖν, λογικῶν· τὸ δὲ ζητεῖν, καὶ τῶν ἀλόγων· ἀλλ' ὅμως καὶ τούτοις ὁ Θεὸς τὴν ἀναγκαίαν παρ έχει τροφήν. κβʹ, κγʹ. "Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὑτῶν κοιτασθήσονται. Ἐξ ελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὑτοῦ· καὶ ἐπὶ τὴν ἐργασίαν αὑτοῦ ἕως ἑσπέρας." Ἡλίου δὲ ἀν ίσχοντος, τὰ μὲν εἰς τὰς οἰκείας καταδύσεις χωρεῖ· οἱ δὲ ἄνθρωποι τὸν τῆς προτεραίας ἀποθέμενοι πόνον, προθύμως πάλιν ἐν τοῖς ἔργοις διημε ρεύουσιν.