238
ἄνδρες, ἀλλὰ καὶ γυναῖκες, ὡς λογικῶς τε καὶ πραγματικῶς ἀρνουμένου Χριστοῦ, ὅπερ ἐπὶ τῶν πάλαι αἱρέσεων οὐκ ὦπται· λογικῶς μὲν ἐν τῷ φαίειν τοὺς ἀσεβεῖς μὴ οἷόν τε ἐγγεγράφθαι Χριστὸν σώματος χαρακτῆρι, πραγματικῶς δέ, ὅτι καθαιροῦσι πᾶσαν εἰκόνα ἁγίαν Χριστοῦ, τῆς Θεοτόκου, ἀγγέλων, ἁγίου παντὸς καὶ ἁγίας ἐκ πάσης ἐκκλησίας, ἀπὸ παντὸς ἱεροῦ ἀναθήματος, πυρὶ παραδιδόντες, ἐπιτωθάζοντες, γελῶντες τὸ μέγα τῆς εὐσεβείας μυστήριον, βδέλυγμα Χριστὸν ἐγγεγραμμένον σὺν μητρὶ καὶ θεράπουσιν ἀποκαλοῦντες. ὅπερ φρονεῖν καὶ λέγειν καὶ πράττειν Ἰουδαίων ἐστὶ καὶ Ἑλλήνων· οἱ γὰρ Ἄραβες καὶ Σκύθαιαἰδοῖ χρώμενοι οὐδὲν τοιοῦτον ἐφάνησαν πεποιηκότες. πῶς οὖν οὐκ ἄρνησις τῆς οἰκονομίας Χριστοῦ ταῦτα; Ἀλλ' ἐπὶ τὰς προτάσεις ὁ λόγος. ˉα. τινὲς ἐξ ἰδίας προαιρέσεως ὑπέκυψαν ἄνευ τοῦ καταναγκάζοντος· ˉβ. ἄλλοι μετὰ πληγῶν· ˉγ. ἄλλοι δὲ δι' ἀπειλῆς καὶ μόνης· ˉδ. ἕτεροι ἄνευ ἀπειλῆς καὶ βασάνων, δέει καὶ μόνον· ˉε. ἄλλοι διὰ τὸ μὴ ἐκπεσεῖν τῶν ἰδίων· ˉς. τινὲς δὲ καὶ κατὰ ἄγνοιαν. τούτους ἐπιστρέφοντας πῶς δεῖ ἀποδέχεσθαι; ἐπιδεικνυμένους δῆλα δὴ ἀξίους καρποὺς τῆς μετανοίας ἅπαντας. τίνες δὲ οὗτοι; ἀποχὴ τῶν ἁγιασμάτων μετὰ προσκλαύσεως καὶ ἐπιπόνου δεήσεως, ἐπὶ μὲν τῶν πρώτων τριετίζουσα, ἐπὶ δὲ τῶν δευτέρων διετίζουσα· ἐπὶ τῶν τρίτων καὶ τετάρτων καὶ πέμπτων ἡ τῶν πρώτων, ἐπὶ τῶν ἕκτων ἐνιαυσιαία. μετὰ τὴν ἐκπλήρωσιν πῶς δεῖ ἔχειν αὐτούς; εἰ μὲν ἐκ τοῦ ἱερατικοῦ πληρώματος καὶ οὐχ ὑπέγραψεν, μηκέτι μετέχων τῆς ἀσεβοῦς κοινωνίας τις, ὡς ἐν ᾧ ἐτέτακτο κλήρῳ· εἰ δὲ καὶ ὑπογράψας εἴη, ὡς εἰργόμενος τῆς ἱερουργίας ἕως ὀρθοδόξου συνόδου, κοινωνῶν δ' οὖν ὅμως τῶν ἁγιασμάτων. τοῖς πάντῃ ἀσεβέσιν, εἰ ἔξεστιν κατὰ ἀνάγκην δέους ἕνεκα ἢ διὰ λιμὸν ἢ καὶ ἄνευ ἀνάγκης ἢ καὶ διὰ βίαν ἄλλοις κοινωνοῦσιν, ὀρθοδόξους δὲ ἑαυτοὺς ὁμολογοῦσι συνεσθίειν; οὐδαμῇ οὐδαμῶς, εἰ μή τί γε τοῖς ἐσχάτοις, οὐκ ἀδιαφόρως, ἀλλ' ἐξ ἀναγκαίου τινὸς τρόπου ἅπαξ ἢ δίς. εἰ τῶν τούτοις ἐδωδίμων τὰ λείψανα ἐσθίειν κατὰ ἀνάγκην ἢ καὶ ἄνευ ἀνάγκης, διότι προεσχημάτισται ἐν αὐτοῖς ὁ σταυρός; εἰ μὲν παρὰ ἱερέως, οὐδαμῶς· εἰ δὲ μή, μεταληπτέον κατὰ βίαν. εἰ δεῖ εἰς εὐκτήριον αὐτῶν εἰσέρχεσθαι εὐχῆς χάριν καὶ εἰ δεῖ τὴν ἁγίαν ἀναφορὰν ἐν αὐτῷ ἐπιτελεῖν μετὰ ἰδίας τραπέζης; οὐδαμῶς ἑκάτερον. εἰ δεῖ χαίρειν αὐτοῖς λέγειν καὶ ἀσπάζεσθαι; οὐδαμῶς, ὥς φησιν ὁ Μέγας Βασίλειος, ὁ Κύριος ἐκώλυσεν τὸν κοινὸν ἀσπασμόν· ὥστε τοῦτο κατὰ σύμβασιν, ὡς δὲ ἐξ ἀγάπης καὶ φιλίας φευκτέον, ἵνα πληρωθῇ ἐν τούτῳ· οὐκ ἔστι λέγειν χαίρειν τοῖς ἀσεβέσιν. εἰσί τινες τῶν μοναστηρίων, οἳ οὔτε ἔργῳ οὔτε λόγῳ συνῆλθον, φυγῇ τὴν σωτηρίαν ποριζόμενοι καὶ πάλιν μετὰ τὴν ὑποχώρησιν τῶν ἀσεβῶν ἀνθυποστρέφοντες. εὖ ἂν ἔχοι· εἰ δὲ καὶ ἐλειτουργήθη ἐκκλησία ὑπὸ τῶν ἀσεβῶν, εἰ μὲν ἅπαξ, εἰσίτωσαν, ἐπιτελοῦντες ἐν αὐτῇ τὰς προσευχὰς μόνον, εἰ δὲ πολλάκις, ὑποχωρείτωσαν ταύτης πόρρω. κοσμικοί τινές εἰσιν ἢ καὶ μοναχοί, σφοδρῶς μυσαττόμενοι ἢ καὶ ἀποδυρόμενοι τὴν ἀσέβειαν, διὰ δὲ τὰς ἀπειλὰς τῶν ἀθέων προσέρχονται τῇ αὐτῶν κοινωνίᾳ, οἰόμενοι αὐτὴν δηλητήριον εἶναι, αἰτοῦνται δὲ εὐχὴν ὑπὲρ αὐτῶν ἡμᾶς ποιεῖσθαι· εἰ ἔξεστιν αὐτοῖς μεταδιδόναι τῶν θείων μυστηρίων; εὐχὴν μὲν ποιεῖσθαι ἐξόν, οὐ μὴν μεταδιδεῖν, κἂν ὅ τι ἂν λέγωσιν ἢ πράττωσιν. σταυροὺς ἐὰν ἱστῶσιν κατὰ τὰς λεωφόρους, εἰ δεῖ προσκυνεῖν; οὐ κωλυτέον. εἰ δεῖ τῶν τοιούτων τὰς προσφορὰς προσκομίζειν; οὐδαμῶς. Ταῦτα οὖν, ὡς ὁ Κύριος κατὰ νοῦν ἐπήγαγεν ἡμῖν, ἐφθεγξάμεθα, οὐ νομοθετικῶς (ἐπεὶ μηδὲ ἐσμὲν τῶν ἱεραρχούντων· αὐτῶν γὰρ τὸ τυποῦν κανονικῶς), ἀλλὰ συμβουλευτικῶς, ἐπεὶ ἐσμὲν ὑμῖν ὁμοταγεῖς καὶ ἐπειδὴ ἐξ ἀπορίας τῶν ἱεραρχικῶς ὀφειλόντων τυπῶσαι ἀναγκασθέντες ὑφ' ὑμῶν ἐληλύθαμεν εἰς τοῦτο. ὑμεῖς δέ, ἁγιώτατοι πατέρες, σύγγνωτε, εἴ τί ἐστιν ἀπαρέσκον ὑμῖν ἐν τοῖς εἰρημένοις. πλὴν ὅτι ὁ ἰατρὸς καὶ ψυχῆς καὶ σώματος καὶ προσώπου ποιότητα καὶ καιροῦ ἰδιότητα, ἕξιν τε καὶ